Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
  • θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
  • τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
  • ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
  • αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
  • αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
  • ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
  • ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  • ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
  • Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·
  • Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
  • Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
  • ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
  • τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
  • κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.
  • Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·
  • Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
  • Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·
  • Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·
  • αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.