Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
  2. σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας
  3. παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
  4. ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
  5. Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
  6. αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
  7. Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
  8. αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,
  9. Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
  10. αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,
  11. πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
  12. τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·
  13. ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
  14. Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
  15. σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
  16. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
  17. νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
  18. δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
  19. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
  20. ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
  21. ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
  22. αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
  23. μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
  24. ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
  25. ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·
  26. εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
  27. ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
  28. Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
  29. ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
  30. Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
  31. πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
  32. τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
  33. Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι
  34. πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
  35. οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα
  36. Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
  37. ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
  38. καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
  39. αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα
  40. εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
  41. αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.
  42. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  43. φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
  44. οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
  45. ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
  46. πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
  47. κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
  48. πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε
  49. ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
  50. ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
  51. λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,
  52. ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ
  53. νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη
  54. ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον
  55. ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,
  56. οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν
  57. οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.
  58. ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
  59. εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
  60. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
  61. οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
  62. Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  63. κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
  64. Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
  65. ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
  66. ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
  67. σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
  68. μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
  69. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
  70. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·
  71. καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
  72. εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
  73. ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
  74. ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
  75. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  76. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,
  77. οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
  78. φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
  79. κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
  80. Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
  81. ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
  82. ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,
  83. σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
  84. μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
  85. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
  86. βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε
  87. κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·
  88. αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
  89. δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·
  90. σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
  91. ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
  92. τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
  93. δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
  94. ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
  95. οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·
  96. νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.
  97. ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
  98. μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·
  99. θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
  100. τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
  101. ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,
  102. τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
  103. δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
  104. οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις
  105. οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·
  106. οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·
  107. οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
  108. εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
  109. σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
  110. ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ
  111. αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
  112. ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
  113. αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
  114. ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·
  115. Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
  116. ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
  117. μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
  118. ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
  119. ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·
  120. φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
  121. κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
  122. φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.
  123. ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·
  124. τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ
  125. ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ
  126. ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.
  127. αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
  128. Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
  129. πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
  130. εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
  131. πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.