Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
- θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
- ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
- Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
- Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
- οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
- Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,
- Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
- οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
- οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,
- Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,
- Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
- οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,
- οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,
- οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
- Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
- οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
- Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·
- τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
- κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
- οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,
- τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
- οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
- παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
- Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·
- τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
- αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
- υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
- οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
- Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
- οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
- οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
- οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
- τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
- οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
- Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.
- Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
- μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
- ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
- ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
- οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε
- Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
- Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
- τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
- Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
- οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
- Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν
- Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,
- οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,
- τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος
- Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
- τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
- αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
- θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
- τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
- οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
- δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
- θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
- κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
- ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
- κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
- τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
- τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
- κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
- Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·
- τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
- Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
- στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
- οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
- Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
- Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,
- οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
- τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
- καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
- τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
- Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
- συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
- τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
- οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
- ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
- Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν
- καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,
- οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
- Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο
- Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,
- τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
- Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
- λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
- κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
- οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
- οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
- Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
- Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
- οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,
- οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,
- τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
- ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
- ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
- ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ
- τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
- οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
- καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
- καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
- καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
- ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
- Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·
- στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
- Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
- αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
- θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
- τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
- τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
- οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
- Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,
- οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
- Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
- καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
- Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
- τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
- ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ
- Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
- αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
- Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
- οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
- ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
- πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
- τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
- νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
- τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
- υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·