Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
  • αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος
  • εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.
  • Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
  • ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
  • τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
  • νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·
  • πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
  • γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
  • φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
  • ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
  • Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
  • ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.
  • τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
  • πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
  • τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
  • εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
  • ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
  • ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
  • ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·