Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,
  2. Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·
  3. τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
  4. ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
  5. ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.
  6. ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
  7. ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
  8. ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,
  9. τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
  10. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  11. ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
  12. αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
  13. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες
  14. σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,
  15. μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
  16. τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
  17. ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
  18. νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
  19. πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
  20. ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν