Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
  2. αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
  3. ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
  4. μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
  5. αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.
  6. ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
  7. Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
  8. στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
  9. αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
  10. σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.
  11. καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
  12. οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
  13. καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,
  14. καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς
  15. ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
  16. τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε