Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
  2. δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·
  3. τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
  4. αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
  5. αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·
  6. μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς
  7. ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
  8. νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς
  9. δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
  10. μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
  11. εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,
  12. ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.
  13. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
  14. τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  15. τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
  16. μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·