Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,
  2. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  3. ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
  4. θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;
  5. ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;
  6. οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
  7. πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  8. ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
  9. Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.
  10. ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;
  11. σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,
  12. ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
  13. νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω
  14. κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται
  15. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·
  16. ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
  17. τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
  18. ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
  19. τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου
  20. ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·