Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι
  2. πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.
  3. ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.
  4. ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς
  5. χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·
  6. ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
  7. κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο
  8. ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.
  9. ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς
  10. πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,
  11. πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·
  12. τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον
  13. ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,
  14. ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ
  15. ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,
  16. ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες
  17. οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι
  18. θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
  19. ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη
  20. ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.