Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι
  2. ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·
  3. πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων
  4. τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ
  5. τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν
  6. ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
  7. ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·
  8. πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
  9. ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
  10. δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
  11. μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.
  12. οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες
  13. νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·
  14. ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·
  15. ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι
  16. νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα
  17. πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη
  18. εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
  19. ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.
  20. ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·