Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
  2. ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
  3. εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.
  4. αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει
  5. ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·
  6. ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι
  7. ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.
  1. οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον
  2. Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
  3. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
  4. ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ
  5. πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·
  6. ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
  7. πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
  8. τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.
  9. οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
  10. Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ
  11. ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·
  12. Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν
  13. χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·