Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
  2. ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
  3. τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
  4. ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε
  5. νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν
  6. ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.
  7. τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
  8. πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
  9. ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,
  10. ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.
  11. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  12. οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
  13. ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
  14. χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
  15. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·
  16. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
  17. ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
  18. τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
  19. Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
  20. τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο