Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν
  2. Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,
  3. Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
  4. τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ
  5. σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.
  6. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
  7. ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·
  8. ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ
  9. δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,
  10. ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·
  11. στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω
  12. χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
  13. τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·
  14. ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων
  15. αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι
  16. αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν
  17. ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
  18. ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον
  19. ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
  20. ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.