Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
  2. Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·
  3. Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι
  4. Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
  5. ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν
  6. οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
  7. φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,
  8. αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
  9. ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,
  10. ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
  11. δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
  12. πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει
  13. ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,
  14. πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν
  15. μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης
  16. κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
  17. ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
  18. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
  19. ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,
  20. καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.