Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ
  2. κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
  3. οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο
  4. χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας
  5. δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
  6. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
  7. εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον
  8. ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα
  9. πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι
  10. χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·
  11. πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
  12. ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
  13. θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,
  14. ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
  15. τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
  16. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
  17. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,
  18. αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας
  19. πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
  20. χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·