Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
  2. σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
  3. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·
  4. ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
  5. τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,
  6. ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
  7. πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,
  8. ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ
  9. αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
  10. χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,
  11. ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
  12. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
  13. ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος
  14. ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
  15. ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
  16. Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
  17. ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους
  18. Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
  19. ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν
  20. πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ