Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
  2. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
  3. ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
  4. ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·
  5. τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν.
  6. Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας
  7. ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.
  8. Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·
  9. ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.
  10. χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν
  11. ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
  12. τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
  13. εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·
  14. κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ
  15. εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν
  16. ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
  17. ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ
  18. ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα
  19. τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·
  20. ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι