Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε
  2. Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.
  3. ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,
  4. κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι
  5. κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,
  6. αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.
  7. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
  8. αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
  9. αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
  10. Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε
  11. ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
  12. πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
  13. πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
  14. αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων
  15. Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,
  16. βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,
  17. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  18. Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,
  19. οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
  20. θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.