Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·
  2. αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
  3. πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.
  4. τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων
  5. συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
  6. πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν
  7. ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς
  8. βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·
  9. αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
  10. ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
  11. ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·
  12. τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  13. οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ
  14. ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
  15. οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;
  16. ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι
  17. μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης
  18. Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.
  19. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·
  20. Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·