Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,
  2. ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
  3. αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
  4. φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.
  5. ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,
  6. ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας
  7. ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
  8. Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·
  9. Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,
  10. οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·
  11. εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
  12. ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·
  13. ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ
  14. ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
  15. ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
  16. ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
  17. νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
  18. δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
  19. Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ
  20. βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα