Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι
- οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς
- ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.
- φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
- ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
- δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ
- γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
- ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·
- Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
- ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν
- Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα
- υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
- Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·
- τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
- τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,
- ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ
- καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
- ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
- αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
- αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος
- ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
- πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·
- εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
- πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·
- οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
- ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
- ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.
- ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,
- πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
- ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
- ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν
- ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
- Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
- Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·
- Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·
- Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,
- Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·
- Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν
- οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε
- δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν
- ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
- πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·
- οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
- ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.
- αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
- φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,
- οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες
- χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς
- Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,
- στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς
- τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν
- Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·
- Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι
- εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων
- αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.
- τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,
- δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·
- ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη
- Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.
- οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς
- πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.
- ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
- ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
- χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν
- ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
- λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι
- ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται
- γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει
- ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,
- τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
- πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,
- καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.
- τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις
- Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.
- τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,
- ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
- ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.
- ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
- καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
- ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
- σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν
- κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·
- μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
- πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,
- ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,
- τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
- αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην
- τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.
- ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
- καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
- εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη
- ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,
- τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
- αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.
- ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,
- ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον
- Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,
- ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
- ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι
- παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,
- Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,
- αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων
- αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς
- αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,
- φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
- Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον
- Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ
- Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς
- τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
- τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
- ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
- αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ
- Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.
- τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον
- ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω
- πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,
- ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,
- ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
- λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
- βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
- ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν
- γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
- ἔνθʼ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,
- ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·
- ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν
- ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες
- πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
- ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ
- δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·
- ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·
- μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ
- οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
- ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·
- ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν
- οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι
- πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν
- οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.
- ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,
- ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε
- χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν
- ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·
- νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·
- ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες
- ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει
- οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
- κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.
- τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.
- ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·
- υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
- Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.
- ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
- χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
- μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες
- τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
- εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
- κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.
- ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε
- ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
- ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
- πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,
- εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
- ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,
- τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,
- ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
- χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·
- μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως
- οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.
- οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη
- ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;
- ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
- ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,
- αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;
- αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
- λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,
- μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.
- τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·
- ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
- ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ
- πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.
- ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
- Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
- Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
- καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·
- αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,
- ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.
- ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,
- ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.
- Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
- εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
- ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
- τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο
- στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,
- ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
- Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·
- βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι
- πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.
- παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
- ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
- εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,
- φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
- μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
- μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι
- καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ
- ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
- βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
- ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα
- ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
- ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·
- ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
- ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
- παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
- ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
- εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,
- ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
- ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε
- χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι
- καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ
- ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
- τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·
- ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν
- εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
- τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα
- Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.
- τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·
- ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
- παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,
- Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·
- γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
- τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
- καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
- χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·
- θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
- ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,
- οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·
- οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
- τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
- ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
- οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
- τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
- Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·
- ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.
- ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
- ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
- νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
- ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·
- ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
- αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
- Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
- Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει
- ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
- ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
- ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
- δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.
- καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
- ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·
- ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
- οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
- ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
- οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.
- ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
- ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
- χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.
- ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,
- τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·
- σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·
- τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ
- φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
- κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
- ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
- ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
- βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
- ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.
- εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
- ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,
- ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
- παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
- ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
- Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων
- ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;
- τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
- τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;
- οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
- οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
- χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;
- καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο
- ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.