Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
  2. ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
  3. νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·
  4. ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
  5. σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.
  6. Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
  7. ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
  8. ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
  9. ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·
  10. ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ
  11. ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται
  12. ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
  13. ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
  14. ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
  15. κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
  16. στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν
  17. νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
  18. ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
  19. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
  20. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  21. παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
  22. καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
  23. ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με
  24. ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.
  25. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  26. Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
  27. Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
  28. κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
  29. Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
  30. καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
  31. ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
  32. ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
  33. ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
  34. ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως
  35. ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς
  36. ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
  37. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
  38. οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
  39. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
  40. Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
  41. Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·
  42. ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
  43. κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
  44. αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
  45. ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
  46. ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
  47. τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ
  48. νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς
  49. ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
  50. χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·
  51. ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
  52. Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
  53. Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
  54. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
  55. τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος
  56. νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·
  57. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  58. Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
  59. κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
  60. Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
  61. Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ
  62. σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,
  63. ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω
  64. νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
  65. Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
  66. ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
  67. Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
  68. ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
  69. ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
  70. ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
  71. ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
  72. τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς
  73. κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
  74. ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·
  75. Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
  76. καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
  77. υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
  78. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
  79. ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
  80. Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
  81. ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
  82. ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
  83. τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας
  84. ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
  85. ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
  86. εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
  87. ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
  88. Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·
  89. Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
  90. οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
  91. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  92. ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
  93. γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
  94. οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
  95. εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
  96. μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
  97. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
  98. ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
  99. ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
  100. τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.
  101. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  102. Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
  103. ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
  104. ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
  105. ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ
  106. σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
  107. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
  108. νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
  109. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
  110. Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
  111. δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
  112. βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
  113. χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου
  114. δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
  115. ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
  116. Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
  117. ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
  118. οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
  119. Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων
  120. τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
  121. ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
  122. ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς
  123. ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
  124. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
  125. Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,
  126. ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
  127. οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
  128. ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
  129. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  130. δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
  131. ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
  132. Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
  133. ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
  134. τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
  135. καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
  136. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
  137. καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
  138. πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
  139. οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
  140. ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
  141. ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
  142. ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
  143. λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
  144. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  145. οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;
  146. εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
  147. ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,
  148. ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·
  149. τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
  150. οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,
  151. ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,
  152. ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
  153. κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·
  154. τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
  155. ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,
  156. ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
  157. οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
  158. εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
  159. οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,
  160. ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
  161. πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
  162. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
  163. ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
  164. ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
  165. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  166. καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
  167. βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
  168. οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
  169. τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
  170. ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·
  171. τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
  172. ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε
  173. ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·
  174. τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
  175. ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
  176. τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
  177. Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
  178. ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,
  179. ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
  180. δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
  181. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  182. νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
  183. Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν
  184. τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
  185. οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
  186. Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
  187. αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
  188. κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
  189. νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων
  190. ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
  191. ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
  192. ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
  193. χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
  194. οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
  195. ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
  196. νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
  197. εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
  198. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  199. ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
  200. οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
  201. αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
  202. κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
  203. τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
  204. ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
  205. ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
  206. οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
  207. ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ
  208. ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
  209. ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
  210. μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν
  211. αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
  212. θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
  213. ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
  214. ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
  215. τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
  216. ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
  217. Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
  218. κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
  219. ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
  220. ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
  221. Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
  222. λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
  223. Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
  224. ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
  225. ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
  226. τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
  227. λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
  228. τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
  229. πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν
  230. ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.
  231. ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
  232. Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
  233. πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
  234. ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
  235. ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
  236. Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
  237. ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
  238. τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε
  239. δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
  240. Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
  241. καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ
  242. χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
  243. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·
  244. Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων
  245. εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης
  246. Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
  247. καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,
  248. δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
  249. Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
  250. Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
  251. ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
  252. ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
  253. ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
  254. ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ
  255. πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων
  256. αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ
  257. Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ
  258. λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
  259. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
  260. ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
  261. ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
  262. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
  263. βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
  264. ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
  265. οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
  266. ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης
  267. δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ
  268. χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.
  269. αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
  270. ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
  271. ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  272. Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
  273. Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
  274. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
  275. Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,
  276. τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
  277. δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·
  278. τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
  279. καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
  280. ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
  281. ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
  282. ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.
  283. Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
  284. οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι
  285. εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
  286. γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.
  287. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,
  288. Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
  289. ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
  290. ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
  291. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
  292. Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
  293. νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
  294. Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ
  295. ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
  296. ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.