Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
  2. ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,
  3. πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
  4. τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
  5. ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
  6. κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν
  7. γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·
  8. τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
  9. θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·
  10. οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,
  11. ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
  12. ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
  13. ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
  14. χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·
  15. δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
  16. δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,
  17. ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
  18. ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·
  19. Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
  20. Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
  21. τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
  22. δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,
  23. ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,
  24. ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·
  25. Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,
  26. Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα
  27. Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν
  28. σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.
  29. ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
  30. ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
  31. ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
  32. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
  33. βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου
  34. ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
  35. οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.
  36. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  37. Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
  38. γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
  39. ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε
  40. γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
  41. τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
  42. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
  43. βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
  44. ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
  45. ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
  46. ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
  47. χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
  48. ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
  49. θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
  50. ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,
  51. Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους
  52. Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
  53. Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
  54. τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  55. δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς
  56. Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
  57. ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
  58. καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
  59. εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ
  60. αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
  61. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
  62. πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.
  63. Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
  64. Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
  65. οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
  66. λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
  67. πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
  68. ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
  69. ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
  70. οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
  71. μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
  72. σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον
  73. ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
  74. Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
  75. ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
  76. Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
  77. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
  78. αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
  79. ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
  80. Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
  81. ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
  82. ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  83. Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
  84. ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
  85. ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
  86. οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
  87. οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
  88. τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
  89. τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
  90. τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
  91. Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
  92. ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ
  93. υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος
  94. ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  95. οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
  96. υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
  97. ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
  98. ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
  99. ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
  100. οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
  101. Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν
  102. ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  103. δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς
  104. αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
  105. Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
  106. ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
  107. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
  108. αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
  109. ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους
  110. ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
  111. ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
  112. οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
  113. τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
  114. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
  115. ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
  116. λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
  117. ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
  118. καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
  119. Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
  120. οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
  121. ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
  122. τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  123. κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
  124. Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων
  125. παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
  126. οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
  127. εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
  128. Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
  129. Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
  130. οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς
  131. στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ
  132. σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
  133. ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
  134. ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον
  135. Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
  136. ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν
  137. κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
  138. καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος
  139. ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·
  140. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·
  141. Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
  142. αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
  143. γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
  144. ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ
  145. ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες
  146. ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
  147. ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
  148. ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν
  149. ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.
  150. Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
  151. Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
  152. ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν
  153. μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
  154. τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
  155. Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·
  156. βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
  157. ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.
  158. τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
  159. ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.
  160. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
  161. θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.
  162. ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν
  163. θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
  164. πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
  165. ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
  166. πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
  167. Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
  168. τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ
  169. ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
  170. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
  171. χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.
  172. καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
  173. αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
  174. σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
  175. Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο
  176. ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
  177. σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
  178. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
  179. Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
  180. Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
  181. οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
  182. ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ
  183. ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
  184. Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
  185. ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν
  186. ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
  187. μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
  188. ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
  189. ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
  190. ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε
  191. πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
  192. ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
  193. τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
  194. λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
  195. Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
  196. ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
  197. ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ
  198. Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
  199. ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
  200. οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
  201. μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·
  202. νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
  203. πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.
  204. ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
  205. Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
  206. ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·
  207. οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
  208. Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
  209. φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
  210. πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
  211. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
  212. τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
  213. ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
  214. ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα
  215. συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
  216. αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
  217. ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
  218. Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
  219. ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
  220. ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
  221. ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
  222. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
  223. πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
  224. Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,
  225. καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς
  226. ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.
  227. ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
  228. θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ
  229. κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
  230. τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
  231. ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
  232. ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
  233. ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
  234. τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
  235. ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
  236. τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
  237. ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
  238. ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
  239. ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
  240. πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
  241. νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
  242. ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
  243. τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
  244. νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
  245. τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
  246. ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
  247. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
  248. Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
  249. ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
  250. λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
  251. ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
  252. ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
  253. ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
  254. ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
  255. ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
  256. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
  257. τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
  258. ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
  259. ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
  260. Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
  261. σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
  262. ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
  263. οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
  264. ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
  265. Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
  266. Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
  267. πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
  268. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
  269. ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
  270. ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
  271. γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
  272. αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
  273. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
  274. ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
  275. Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
  276. ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,
  277. ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
  278. ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι
  279. πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·
  280. τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
  281. ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
  282. ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
  283. ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
  284. λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
  285. ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
  286. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
  287. οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
  288. οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
  289. οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
  290. ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
  291. Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
  292. ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·
  293. δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
  294. μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
  295. οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
  296. Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.