Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ
  2. πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
  3. Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
  4. ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
  5. τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
  6. τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ
  7. βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
  8. ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
  9. παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
  10. Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ
  11. ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.