Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε
  2. πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
  3. κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.
  4. Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο
  5. ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
  6. ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
  7. ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
  8. βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.
  9. Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος
  10. αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,
  11. ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας