Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
- ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
- ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
- βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
- ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων
- πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
- ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
- νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
- ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις
- ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
- ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
- καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
- τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
- ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
- αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
- νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
- ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
- τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
- ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς
- νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·