Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
  2. ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
  3. καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
  4. καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
  5. κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
  6. εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
  7. ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
  8. αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,
  9. βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
  10. οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
  11. τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
  12. εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
  13. ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.
  14. αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην
  15. καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
  16. ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
  17. χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
  18. τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
  19. βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς
  20. δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ