σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊαἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαικαί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦνταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναιςπαρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνεικαί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθωΜυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιοΤρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶντειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.