Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
  • οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
  • πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.
  • ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν
  • ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
  • νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
  • πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
  • Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
  • λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.
  • ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
  • ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς
  • πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
  • αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
  • σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.
  • σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα
  • στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,
  • ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,
  • ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
  • αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
  • ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·