Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
  • ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
  • ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,
  • ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
  • ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
  • τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
  • μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
  • ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
  • εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
  • ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  • ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
  • εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
  • οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.
  • ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
  • ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε
  • φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
  • φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
  • τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
  • καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
  • καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς