Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
  • οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
  • τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  • πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
  • εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
  • τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
  • τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
  • πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
  • καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
  • πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι
  • καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
  • ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
  • εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
  • Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
  • ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
  • τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
  • λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·
  • ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
  • τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
  • ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν