Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἐδίδαξεν δ’ Ὅμηρος καὶ οὓς οὐ δεῖ καλεῖν, ἀλλ’ αὐτομάτους ἰέναι, πρεπόντως ἐξ ἑνὸς τῶν ἀναγκαίων δεικνὺς τὴν τῶν ὁμοίων παρουσίαν

αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.
δῆλον γὰρ ὡς οὔτε ἀδελφὸν οὔτε γονέας οὔτε γυναῖκα κλητέον οὔτ’ εἴ τις ἰσοτίμως τινὰς τούτοις ἄγει· καὶ γὰρ ἂν ψυχρὸν εἴη καὶ ἄφιλον. καίτοι τινὲς στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο,
ὥσπερ δέον εἰπεῖν αἰτίαν δι’ ἣν ἀδελφὸς αὐτόματος ἂν ἥκοι πρὸς δεῖπνον, πιθανῆς τῆς αἰτίας ἀποδιδομένης, πότερον γάρ φησιν ὡς οὐκ ᾔδει τὸν ἀδελφὸν ἑστιῶντα; καὶ πῶς οὐ γελοῖον, ὁπότε περιφανὴς ἦν ἡ βουθυσία καὶ πᾶσι γνώριμος; πῶς δ’ ἂν ἦλθεν, εἰ μὴ ᾔδει; ἢ νὴ Δία περισπώμενον, φησίν, αὐτὸν εἰδὼς συνεγνωμόνει τῷ μὴ κεκληκέναι καὶ συμπεριφερόμενος ἦλθεν αὐτόματος; ὥσπερ ὁ φήσας ἄκλητον ἥκειν, ἵνα μὴ πρωίας ὑποβλέπωσιν ἀλλήλους, ὁ μὲν αἰδούμενος, ὁ δὲ μεμφόμενος, ἀλλὰ γελοῖον ἦν ἐπιλαθέσθαι τὸν Ἀγαμέμνονα τοῦ ἀδελφοῦ, καὶ ταῦτα δι’
ἐκεῖνον οὐ μόνον εἰς τὸ παρὸν θύοντα, ἀλλὰ καὶ τὸν πόλεμον ἀναδεδεγμένον, καὶ κεκληκότα τοὺς μήτε γένει προσήκοντας μήτε πατρίδι προσῳκειωμένους. Ἀθηνοκλῆς δ’ ὁ Κυζικηνὸς μᾶλλον Ἀριστάρχου κατακούων τῶν Ὁμηρικῶν ἐπῶν εὐπαιδευτότερον ἡμῖν φησι τοῦτον Ὅμηρον καταλιπεῖν, ὅσῳ τῆς ἀνάγκης ὁ Μενέλεως οἰκειοτέρως εἶχεν. Δημήτριος δ’ ὁ Φαληρεὺς ἐπαρίστερον τὴν τοῦ στίχου παράληψιν ἐπειπὼν καὶ τῆς ποιήσεως ἀλλότριον, τὸν
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο
μικρολογίαν ἐμβάλλειν τοῖς ἤθεσιν.
οἶμαι γάρ, φησίν, ἕκαστον τῶν χαριέντων ἀνθρώπων ἔχειν καὶ οἰκεῖον καὶ φίλον πρὸς ὃν ἂν ἔλθοι θυσίας οὔσης τὸν καλοῦντα μὴ περιμείνας.

Πλάτων δὲ ἐν τῷ Συμποσίῳ περὶ τῶν αὐτῶν λέγει οὕτως·

ἵνα καὶ τὴν παροιμίαν φησί διαφθείρωμεν μεταβάλλοντες, ὡς ἄρα καὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί. Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι, ἀλλὰ καὶ ὑβρίσαι εἰς αὐτὴν ποιήσας γὰρ τὸν Ἀγαμέμνονα ἀγαθὸν τὰ πολεμικά, τὸν Μενέλαον δὲ μαλθακὸν αἰχμητήν, θυσίαν ποιουμένου τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν χείρονα ἐπὶ τὴν τοῦ ἀμείνονος δίαιταν.
Βακχυλίδης δὲ περὶ τοῦ Ἡρακλέους λέγων ὡς ἦλθεν ἐπὶ τὸν τοῦ Κήυκος οἶκόν φησιν
ἔστα δ’ ἐπὶ λάινον οὐδόν, τοὶ δὲ θοίνας ἔντυον, ὧδὲ τ’ ἔφα· αὐτόματοι δ’ ἀγαθῶν δαῖτας εὐόχθους ἐπέρχονται δίκαιοι φῶτες.
αἱ δὲ παροιμίαι ἡ μέν φησιν
αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν,
ἡ δέ·
αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.
οὐ δεόντως γοῦν Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν, ὃν ἀρηίφιλον Ὅμηρος λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα καὶ τῷ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν, καίπερ ὄντα τῇ ῥώμῃ καταδεέστερον, ἐφ’ οὗ μόνου τῶν στρατευσαμένων εἴρηκεν
ἐν δ’ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς.
εἰ δὲ ὁ ἐχθρὸς ὁ βλασφημῶν· αὐτὸν εἴρηκε μαλθακὸν αἰχμητὴν καὶ διὰ τοῦτο Πλάτων τῷ ὄντι μαλθακὸν αὐτὸν ὑπολαμβάνει, οὐκ ἂν φθάνοι καὶ τὸν · Ἀγαμέμνονα τιθεὶς ἐν τοῖς φαύλοις, ὃν αὐτός φησιν εἶναι ἀγαθόν, εἴπερ εἰς αὐτὸν εἴρηται τοῦτο τὸ ἔπος
οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο.
οὐ γὰρ εἴ τι λέγεται παρ’ Ὁμήρῳ, τοῦθ’ Ὅμηρος λέγει, πῶς γὰρ ἂν εἴη μαλθακὸς Μενέλαος ὁ τὸν Ἕκτορα μόνος ἀπείρξας τοῦ Πατρόκλου καὶ Εὔφορβον ἀποκτείνας τε καὶ σκυλεύσας ἐν μέσοις
τοῖς Τρωσί; τὸ δὲ μηδὲ τὸν στίχον ὃν ᾐτιᾶτο τελείως κατανοῆσαι ἄτοπον, δι’ οὗ βοὴν ἀγαθὸς Μενέλαος λέγεται, τοῖς γὰρ ἀνδρειοτάτοις Ὅμηρος εἴωθεν ἐπιφωνεῖν, καλούντων τῶν παλαιῶν τὸν πόλεμον βοήν.

πάντα δ’ ὢν ἀκριβὴς Ὅμηρος καὶ τὸ μικρὸν τοῦτο οὐ παρέλιπε τὸ δεῖν θεραπεύσαντα τὸ σωμάτιον καὶ λουσάμενον ἰέναι πρὸς τὸ δεῖπνον. ἐπὶ γοῦν τοῦ Ὀδυσσέως εἶπε πρὸ τῆς παρὰ Φαίαξι θοίνης·

αὐτόδιον δ’ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν.
ἐπὶ δὲ τῶν περὶ Τηλέμαχον·
ἒς ῥ’ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης, ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ.
δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθ’ Ἡράκλειτον. δεῖ δὲ καὶ τὸν πρῶτον εἰς ἀλλοτρίαν οἰκίαν ἐρχόμενον ἐπὶ δεῖπνον μὴ γαστρισόμενον εὐθὺς ἐπὶ τὸ συμπόσιον χωρεῖν, ἀλλά τι δοῦναι πρότερον τῷ φιλοθεάμονι καὶ κατανοῆσαν τὴν οἰκίαν. οὐδὲ γὰρ τοῦτο παρέλιπεν ὁ ποιητής·
αὐτοὶ δ’ εἰσῆλθον θεῖον δόμον οἱ δὲ ἰδόντες θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος. ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθ’ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
καὶ Ἀριστοφάνης ἐν Σφηξὶ ποιεῖ τὸν ἄγριον
γέροντα καὶ φιλοδικαστὴν καταρρυθμιζόμενον εἰς βίον ἥμερον ὑπὸ τοῦ παιδός·
παῦ᾽· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
διδάξας τε αὐτὸν ὡς δεῖ κατακλίνεσθαί φησιν
ἔπειτ’ ἐπαίνεσόν τι τῶν χαλκωμάτων, ὀροφὴν θέασαι, κρεκάδι’ αὐλῆς θαύμασον.