Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἀλλ’ ἐπεὶ πολὺς ὀντως λόγος συμποσίων πέρι διήντληται, ὦ Τιμόκρατες, ἐν τοῖς πρὸ τούτων, παρελίπομεν δὲ αὐτῶν τὰ χρησιμώτατα καὶ οὐ βαροῦντα τὴν ψυχήν, ὠφελοῦντα δὲ καὶ τρέφοντα κατὰ πανδαισίαν, ἅπερ ὁ θεῖος Ὅμηρος παρεισήγαγε, μνημονεύσω καὶ τὰ περὶ τούτων λεχθέντα ὑπὸ τοῦ πάντα ἀρίστου Μασουρίου. ἡμεῖς γὰρ κατὰ τὸν καλὸν Ἀγάθωνα·

τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα, τὸ δ’ ἔργον ὡς πάρεργον ἐκπονούμεθα.
φησὶ δ’ οὖν ὁ ποιητὴς περὶ τοῦ Μενελάου τὸν λόγον ποιούμενος·
ταν δ’ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ,
ὡς νενόμισται ἄγειν συμπόσια περὶ τοὺς γάμους τῶν τε γαμηλίων θεῶν ἕνεκα καὶ τῆς οἱονεὶ μαρτυρίας, τὸ δὲ πρὸς τοὺς ξένους συμπόσιον ὁ τῆς Λυκίας βασιλεὺς διδάσκει οἷον εἶναι δεῖ, τὸν Βελλεροφόντην μεγαλοπρεπῶς δεξάμενος·
ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσε.

δοκεῖ γὰρ ἔχειν πρὸς φιλίαν τι ὁ οἶνος ἑλκυστικόν, παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. διόπερ οὐδὲ πρότερον ἠρώτων οἵτινες εἶεν ἀλλ’ ὕστερον, ὡς τὴν ξενίαν αὐτὴν τιμῶντες, ἀλλ’ οὐ τοὺς ἐν μέρει καὶ καθ’ ἕκαστον ἡμῶν. τῶν δὲ νῦν δείπνων προνοοῦντες οἱ νομοθέται τά τε φυλετικὰ δεῖπνα καὶ τὰ δημοτικὰ προσέταξαν, ἔτι δὲ τοὺς θιάσους καὶ τὰ φρατρικὰ καὶ πάλιν τά ὀργεωνικὰ λεγόμενα, πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι τῶν μὲν Διογενιστῶν, τῶν δὲ Ἀντιπατριστῶν λεγομένων, τῶν δὲ Παναιτιαστῶν. κατέλιπε δὲ καὶ Θεόφραστος εἰς τὴν τοιαύτην σύνοδον χρήματα, μὰ Δί᾽ οὐχ ἵνα ἀκολασταίνωσι συνιόντες, ἀλλ’ ἵνα τὰ κατὰ τὸν τοῦ συμποσίου λόγον σωφρόνως καὶ πεπαιδευμένως διεξάγωσι. συνεδείπνουν δ’ ὁσημέραι οἱ περὶ πρύτανιν σώφρονα καὶ σωτήρια τῶν πόλεων σύνδειπνα. πρὸς γοῦν τοιοῦτο συμπόσιόν φησιν ὁ Δημοσθένης ἀνενηνέχθαι τὴν Ἐλατείας κατάληψιν

ἑσπέρα μὲν γάρ ἦν, ἧκε δὲ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται.
καὶ τοῖς φιλοσόφοις δὲ ἐπιμελὲς ἦν συνάγουσι τοὺς νέους μετ’ αὐτῶν πρός τινα τεταγμένον νόμον εὐωχεῖσθαι. τοῦ γοῦν
Ξενοκράτους ἐν Ἀκαδημείᾳ καὶ πάλιν Ἀριστοτέλους συμποτικοί τινες ἦσαν νόμοι, τὰ δ’ ἐν Σπάρτῃ φιδίτια καὶ τὰ παρὰ τοῖς Κρησὶν ἀνδρεῖα μετὰ πάσης ἐπιμελείας αἱ πόλεις συνῆγον. διὸ καί τις οὐ κακῶς ἔφη·
οὐ χρὴ συμποσίοιο φίλους ἀπέχεσθαι ἑταίρους δηρὸν ἀνάμνησις δὲ πέλει χαριεστάτη αὕτη.
Ἀντίπατρος δ’ ὁ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσιν. Ἀρκεσίλαον δέ φησιν εἰς συμπόσιον παρακληθέντα καὶ συγκατακλιθέντα ἑνὶ τῶν βορῶς ἐσθιόντων, αὐτὸν δὲ μηδενὸς ἀπολαῦσαι δυνάμενον, ἐπεί τις αὐτῷ τῶν παρόντων ἐξέτεινεν, φάναι
εὖ σοι γένοιτο, Τηλέφῳ δ’ ἁγὼ νοῶ·
ἔτυχε δ’ ὁ κατοψοφαγῶν Τήλεφος καλούμενος. ὁ δὲ Ζήνων ἐπεί τις τῶν παρόντων ὀψοφάγων ἀπέσυρεν ἅμα τῷ παρατεθῆναι τὸ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρεν ἐπιλέγων
Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξειργάζετο.
Σωκράτης δ’ ἰδών τινα ἀμέτρως τῇ ἐποψήσει χρώμενον
ὦ παρόντες, ἔφη, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ χρῆται, τῷ δ’ ὄψῳ ὡς ἄρτῳ;

Ἡμεῖς δὲ νῦν περὶ τῶν Ὁμηρικῶν συμποσίων λέξομεν. ἀφορίζει γὰρ αὐτῶν ὁ ποιητὴς χρόνους, πρόσωπα, αἰτίας, τοῦτο δὲ ὀρθῶς ἀπεμάξατο ὁ Ξενοφῶν καὶ Πλάτων, οἳ κατ’ ἀρχὰς τῶν ξυγγραμμάτων ἐκτίθενται τὴν αἰτίαν τοῦ συμποσίου καὶ τίνες οἱ παρόντες. Ἐπίκουρος δὲ οὐ τόπον, οὐ χρόνον ἀφορίζει, οὐ προλέγει οὐδέν. δεῖ οὖν μαντεύσασθαι πῶς ποτ’ ἄνθρωπος ἐξαπίνης ἔχων κύλικα προβάλλει ζητήματα καθάπερ ἐν διατριβῇ λέγων, Ἀριστοτέλης δὲ ἄλουτον καὶ κονιορτοῦ ἥκειν πλήρη τινὰ ἐπὶ τὸ συμπόσιόν φησιν ---ʼ ʼἔπειθ’ ὁ μὲν Ὅμηρος ἐκδιδάσκει τίνας κλητέον, εἰπὼν ὡς τοὺς ἀρίστους τε καὶ ἐντίμους χρὴ καλεῖν
κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν.
οὐχ ὃν τρόπον Ἡσίοδος· οὗτος γὰρ ἀξιοῖ καὶ τοὺς γείτονας·
μάλιστα καλεῖν ὅστις σέθεν ἐγγύθι ναίει.
τοῦτο γὰρ ὡς ἀληθῶς Βοιωτικῆς ἐστιν ἀναισθησίας συμπόσιον καὶ τῇ μισανθρωποτάτῃ τῶν παροιμιῶν ἁρμόττον·
τηλοῦ φίλοι ναίοντες οὔκ εἰσιν φίλοι.
πῶς γὰρ οὐκ ἄλογον τόπῳ τὴν φιλίαν καὶ οὐ τρόπῳ κρίνεσθαι; τοιγαροῦν παρ’ Ὁμήρῳ μετὰ τὸ πιεῖν
τοῖς δ’ ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν,
παρὰ δὲ τοῖς οὐ τὰ σώφρονα συμπόσια συνάγουσι ·
τοῖς δ’ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον.
ἔτι δὲ ὁ μὲν Ὅμηρος ἡλικίαις εἰσάγει διαφέροντας καὶ ταῖς προαιρέσεσι τοὺς κεκλημένους, Νέστορα καὶ Αἴαντα καὶ Ὀδυσσέα, τὸ μὲν καθόλου σύμπαντας τῆς ἀρετῆς ἀντεχομένους, εἴδει δὲ διαφόροις ὁδοῖς ὡρμηκότας ἐπ’ αὐτήν. ὁ δ’ Ἐπίκουρος ἅπαντας εἰσήγαγε προφήτας ἀτόμων καὶ ταῦτ’ ἔχων παραδείγματα τήν τε τοῦ ποιητοῦ τῶν συμποσίων ποικιλίαν καὶ τὴν Πλάτωνός τε καὶ Ξενοφῶντος χάριν. ὧν ὁ μὲν Πλάτων τὸν μὲν Ἐρυξίμαχον ἰατρόν, τὸν δὲ Ἀριστοφάνη ποιητήν, ἄλλον δ’ ἀπ’ ἄλλης προαιρέσεως σπουδάζοντας εἰσήγαγεν, Ξενοφῶν δὲ καί τινας ἰδιώτας συνανέμιξε. πολλῷ τοίνυν κάλλιον Ὅμηρος ἐποίησε καὶ διάφορα παρατιθέμενος συμπόσια· πᾶν γὰρ ἐξ ἀντιπαραβολῆς ὁρᾶται μᾶλλον. ἐστὶν γὰρ αὐτῷ τὸ μὲν τῶν μνηστήρων οἷον ἂν γένοιτο νεανίσκων μέθαις καὶ ἔρωσιν ἀνακειμένων, τὸ δὲ τῶν Φαιάκων εὐσταθέστερον μὲν τούτων, φιλήδονον δέ. τούτοις δ’ ἀντέθηκε τὰ μὲν ἐπὶ στρατιᾶς, τὰ δὲ πολιτικώτερον τελούμενα σωφρόνως. καὶ πάλιν αὖ διεῖλεν τὰ μὲν δημοθοινίαν ἔχοντα, τὰ δ’ οἰκείων σύνοδον. Ἐπίκουρος δὲ
συμπόσιον φιλοσόφων μόνον πεποίηται.