Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

τοιαῦτά τινα ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου ἐπελθὼν εἷς ἐκείνων τῶν σοφιστῶν μαγείρων ἐκήρυσσε μῦμα. καὶ πολλῶν ξενιζομένων ἐπὶ τῷ

κηρύγματι—οὐ γὰρ ἐδείκνυεν ὁ στιγματίας ὅ τι ἦν ἔφη·
ἀγνοεῖν μοι δοκεῖτε, ὦ ἄνδρες δαιταλῆς, ὅτι καὶ Κάδμος ὁ τοῦ Διονύσου πάππος μάγειρος ἦν.
σιωπησάντων δὲ καὶ ἐπὶ τούτῳ πάντων Εὐήμερος, ἔφη, ὁ Κῷος ἐν τῷ τρίτῳ τῆς Ἱερᾶς ἀναγραφῆς τοῦθ’ ἱστορεῖ, ὡς Σιδωνίων λεγόντων τοῦτο, ὅτι Κάδμος μάγειρος ὢν τοῦ βασιλέως καὶ παραλαβὼν τὴν Ἁρμονίαν αὐλητρίδα καὶ αὐτὴν οὖσαν τοῦ βασιλέως ἔφυγεν σὺν αὐτῇ.
ἐγὼ δὲ φεύξομαι γ’ ἐλεύθερος γεγώς.
οὐδὲ γὰρ ἂν εὕροι τις ὑμῶν δοῦλον μάγειρόν τινα ἐν κωμῳδίᾳ πλὴν παρὰ Ποσειδίππῳ μόνῳ. δοῦλοι δ᾽ ὀψοποιοὶ παρῆλθον ὑπὸ πρώτων Μακεδόνων τοῦτ’ ἐπιτηδευσάντων ἢ δι’ ὕβριν ἢ δι’ ἀτυχίαν τῶν αἰχμαλωτισθεισῶν πόλεων, ἐκάλουν δ’ οἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον μαίσωνα, τὸν δ’ ἐκτόπιον τέττιγα. Χρύσιππος δ’ ὁ φιλόσοφος τὸν μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονεν κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπ’ αὐτοῦ καλούμενον μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν ὁ Βυζάντιος ἐν τῷ περὶ Προσώπων, εὑρεῖν αὐτὸν φάσκων καὶ τὸ τοῦ θεράποντος πρόσωπον καὶ τὸ τοῦ μαγείρου. καὶ εἰκότως καὶ τὰ τούτοις πρέποντα σκώμματα καλεῖται μαισωνικά. μάλιστα
γὰρ εἰσάγονται οἱ μάγειροι σκωπτικοί τινες, ὡς παρὰ Μενάνδρῳ ἐν Ἐπιτρέπουσιν. καὶ Φιλήμων δὲ πού φησιν
σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν εἴληφ’· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος πάρεστιν ,
τὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς πρὸς Τίμαιον ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγάρων καὶ οὐκ ἐκ τῶν Νισαίων. ἀλλ’ ὅ γε Ποσείδιππος περὶ δούλων μαγείρων ἐν Ἀποκλειομένῃ φησὶν
ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τι νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ ἀστεῖον· οὐχ ἁλώσομ’ ἐκφέρων κρέας.
καὶ ἐν Συντρόφοις·
ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν; β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν. α. πότερ’ οὖν ἀφεῖσαι; β. κατ’ ἀγορὰν ἐργάζομαι· ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.

οὐδὲν οὖν ἦν παράδοξον εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι· προίσταντο γοῦν καὶ γάμων καὶ θυσιῶν. διόπερ Μένανδρος ἐν

Κόλακι τὸν τοῖς τετραδισταῖς διακονούμενον μάγειρον ἐν τῇ τῆς Πανδήμου Ἀφροδίτης ἑορτῇ ποιεῖ ταυτὶ λέγοντα·
σπονδή, δίδου σὺ σπλάγχν’ ἀκολουθῶν. ποῖ βλέπεις; σπονδή, φέρ᾽, ὦ παῖ Σωσία, σπονδή. καλῶς. ἐγχοῦ. θεοῖς Ὀλυμπίοις εὐχώμεθα Ὀλυμπίαισι, πᾶσι πάσαις· λάμβανε τὴν γλῶτταν. ἐπὶ τούτῳ διδόναι σωτηρίαν, ὑγίειαν, ἀγαθὰ πολλὰ τῶν ὄντων τε νῦν ἀγαθῶν ὄνησιν πᾶσι. ταῦτ’ εὐχώμεθα.
καὶ παρὰ Σιμωνίδῃ δέ φησιν ἕτερος·
χὠς ὗν ἄφευσα χὠς ἐμίστυλα κρέα ἱρωστί, καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι.
ἐμφαίνει δ’ αὐτῶν τὴν ἐμπειρίαν καὶ ἡ πρὸς Ἀλέξανδρον Ὀλυμπιάδος Ἐπιστολή. προτρεπομένη μάγειρον αὑτῇ πρίασθαι θυσιῶν ἔμπειρον ἡ μήτηρ φησί·
Πελίγναν τὸν μάγειρον λαβὲ παρὰ τῆς μητρός, οὗτος γὰρ οἶδε τὰ ἱερά σου τὰ πατρῷα πάντα ὃν τρόπον θύεται καὶ τὰ ἀργαδιστικὰ καὶ τὰ Βακχικά, ὅσα τε Ὀλυμπιὰς προθύεται οὗτος οἶδεν. μὴ οὖν ἀμελήσῃς, ἀλλὰ λαβέ· καὶ ἀπόστειλον πρὸς ἐμὲ τὴν ταχίστην.

ὅτι δὲ σεμνὸν ἦν ἡ μαγειρικὴ μαθεῖν ἔστιν ἐκ τῶν Ἀθήνησι Κηρύκων, οἵδε γὰρ μαγείρων καὶ βουτύπων ἐπεῖχον τάξιν, ὥς φησιν Κλείδημος ἐν Πρωτογονίας πρώτῳ. ὅμηρός τε τὸ ῥέζειν ἐπὶ τοῦ θύειν τάσσει τὸ δὲ θύειν ἐπὶ τοῦ ψαιστὰ μεταδόρπια θυμιᾶν καὶ οἱ παλαιοὶ τὸ θύειν δρᾶν ὠνόμαζον. ἔδρων δ’ οἱ Κήρυκες ἄχρι πολλοῦ βουθυτοῦντες, φησί, καὶ σκευάζοντες καὶ μιστύλλοντες, ἔτι δ’ οἰνοχοοῦντες. κήρυκας δ’ αὐτοὺς ἀπὸ τοῦ κρείττονος ὠνόμαζον. ἀναγέγραπταί τε οὐδαμοῦ μαγείρῳ μισθός, ἀλλὰ κήρυκι. καὶ Ἀγαμέμνων δὲ παρ’ Ὁμήρῳ θύει βασιλεύων φησὶ γὰρ ὁ ποιητής·

καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέι χαλκῷ, καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
καὶ Θρασυμήδης ὁ τοῦ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν, ἐπεὶ διὰ τὸ γῆρας ὁ Νέστωρ οὐκ ἠδύνατο· συνεπόνουν δ’ αὐτῷ καὶ οἱ ἄλλοι ἀδελφοί. οὕτως ἔνδοξον ἦν καὶ μέγιστον τὸ τῆς μαγειρικῆς τέχνης ἀξίωμα, καὶ παρὰ Ῥωμαίοις δ’ οἱ τιμηταὶ μεγίστη δ’ αὕτη ἀρχὴ τὴν
περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον. οὐ παρέργως δὲ παρά τῷ Ὁμήρῳ καὶ τὰ ὅρκια καὶ τὰ ἱερόθυτα κήρυκες κομίζουσιν, ὡς παλαιᾶς οὔσης καὶ προσηκούσης αὐτοῖς τῆς λειτουργίας
Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι.
καὶ πάλιν
αὐτὰρ ὁ Ταλθύβιον προίει κρείων Ἀγαμέμνων νῆας ἐπὶ γλαφυρὰς ἰέναι ἠδ’ ἄρν’ ἐκέλευσεν οἰσέμεναι.
καί·
Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.

ἐν δὲ τῷ πρώτῳ τῆς Ἀτθίδος Κλείδημος φῦλον ἀποφαίνει μαγείρων ἐχόντων δημιουργικὰς τιμάς, οἷς καὶ τὸ πλῆθος ἀγείρειν ἔργον ἦν. οὐκ ἀπεικότως δὲ καὶ Ἀθηνίων ἐν Σαμόθρᾳξιν, ὥς φησιν Ἰόβας, μάγειρον εἰσάγει φυσιολογοῦντα διὰ τούτων

οὐκ οἶσθ’ ὅτι πάντων ἡ μαγειρικὴ τέχνη πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθ’ ὅλως; β. τοιοῦτόν ἐστι τοῦτο; α. πάνυ γε, βάρβαρε, τοῦ θηριώδους καὶ παρασπόνδου βίου ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς
ἀλληλοφαγίας ἤγαγ᾽ εἰς τάξιν τινὰ καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον ζῶμεν. β. τίνα τρόπον; α. πρόσεχε, κἀγώ σοι φράσω. ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος
ἔθυσ’ ἱερεῖον πρῶτος, ὤπτησεν κρέας. ὡς δ’ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. ὡς δ’ ἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τιν’ ἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ ἅλας οὐ προσάγοντες οὐ γὰρ ἦσαν οὐδέπω εἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι. ὡς δ’ ἤρεσ’ αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν ἤδη, τῶν ἱερῶν γε δρωμένων τὰ πάτρια διατηροῦντες. ἅπερ ἡμῖν μόνα ἅπασιν ἀρχή γέγονε τῆς σωτηρίας, τὸ προσφιλοτεχνεῖν, διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικήν τέχνην. β. καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος. α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον
προιόντος εἰσηνέγκατ’ ἤδη τοῦ χρόνου· ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν περικομματίῳ, διεγίγγρασ’ ὑποκρούσας γλυκεῖ, ἰχθὺν παρεισεκύκλησεν οὐδ’ ὁρώμενον, λάχανον, τάριχος πολυτελές, χόνδρον, μέλι. ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω ἀπεῖχ’ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ·
αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος ἠθροίζετ᾽, ἐγένονθ’ αἱ πόλεις οἰκούμεναι διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν. β. ἄνθρωπε χαῖρε, περὶπόδ’ εἶ τῷ δεσπότῃ. α. καταρχόμεθ’ ἡμεῖς οἱ μάγειροι, θύομεν, σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθ’ εὑρηκέναι τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς. β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων. α. ἥμαρτον. β. ἀλλὰ δεῦρο νῦν συνείσιθι ἐμοί, τά τ’ ἔνδον εὐπρεπῆ πόει λαβών.