Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

περὶ δὲ περδίκων τί δεῖ καὶ λέγειν ἐμέ, πλεόνων εἰρημένων ὑφ’ ὑμῶν; ἀλλ’ οὐ παραλείψω τὸ ἱστορηθὲν ὑπὸ Ἡγησάνδρου ἐν τοῖς Ὑπομνήμασιν. φησὶν γὰρ ὅτι Σάμιοι πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀπέπλευσαν.

περὶ δὲ λαγών Χαμαιλέων φησὶν τῷ περὶ Σιμωνίδου ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι ὁ Σιμωνίδης , οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ, ἀλλ’ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν·

οὐδὲ γὰρ οὐδ’ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο.
ὄντως δ’ ἦν ὡς ἀληθῶς κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν
Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ’ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω ὁ Σιμωνίδης τῶν παρ’ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν
ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης.

οὔθατος δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει·

ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω.
ὑπογάστριον δ’ αὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ.

σιτευτῶν δὲ ὀρνίθων μὲν μνημονεύει Μάτρων ἐν ταῖς Παρῳδίαις οὕτως·

ὣς ἔφαθ’· οἱ δ’ ἐγέλασσαν, ἐπήνεικάν τ’ ἐπὶ τούτῳ σιτευτὰς ὄρνιθας ἐπ’ ἀργυρέοισι πίναξιν, ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας.
δελφάκων δὲ σιτευτῶν ὁ φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως·
εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.
δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως·
ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν.
Ἀντισθένης δ’ ἐν Φυσιογνωμονικῷ·
καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν
χορτάζουσιν.
καὶ ἐν Προτρεπτικῷ δέ·
ἀντὶ δελφακίων τρέφεσθαι.
δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν Πλάτων ἐν Ποιητῇ·
δέλφακα δ’ ὡραιότατον.
Σοφοκλῆς Ὕβρει·
ἐσθίειν ἐθέλων τὸν δέλφακα.
Κρατῖνος Ὀδυσσεῦσιν
δέλφακας μεγάλους,
θηλυκῶς δὲ Νικοχάρης ἔφη·
κύουσαν δέλφακα.
καὶ Εὔπολις Χρυσῷ Γένει·
οὐκ, ἀλλ’ ἔθυον δέλφακ’ ἔνδον θἠστίᾳ καὶ μάλα καλήν.
καὶ Πλάτων Ἰοῖ·
πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.
Θεόπομπος Πηνελόπῃ·
καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.

χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγ’ Φιλιππικῶν καὶ ιαʹ Ἑλληνικῶν, ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως

καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ
τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. ὁ δ’ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ’ ἔγνω κατεκεκάλυπτο γάρ. ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων ᾽ δότε, φησί, φέροντες ἐκείνοις δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων.
ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων ὁ Πριηνεὺς ἱστορεῖ ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως·
τοῖς δ’ εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγμένας λαμβάνειν κατ’ ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσιν. πρὸς δὲ τούτοις εἴ τινες ὑπερακμάζοιεν τὴν οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἁδρουμένους. καὶ παραδόντες αὐτοῖς τὴν χώραν ἔταξαν μοῖραν ἣν αὐτοῖς ἀνοίσουσιν αἰεί.
χηνίζειν δὲ εἴρηται ἐπὶ τῶν αὐλούντων. Δίφιλος Συνωρίδι·
ἐχηνίασας, ποιοῦσι τοῦτο πάντες οἱ παρὰ Τιμοθέῳ.

ἐπεὶ δὲ καὶ πετασῶνος μέρος ἑκάστῳ κεῖται, ἣν περνᾶν καλοῦσι, φέρε τι εἴπωμεν καὶ περὶ αὐτῆς, εἴ τις τοῦ ὀνόματος μνημονεύει, κάλλισται μὲν γὰρ αἱ Γαλλικαί, οὐκ ἀπολείπονται δὲ αὐτῶν οὔτε αἱ ἀπὸ Κιβύρας τῆς Ἀσιατικῆς οὔτε αἱ Λύκιαι. μνημονεύει δ’ αὐτῶν Στράβων ἐν τρίτῃ Γεωγραφουμένων, ἀνὴρ οὐ πάνυ νεώτερος· λέγει γὰρ αὐτὸν ἐν τῇ ἑβδόμῃ τῆς αὐτῆς πραγματείας ἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον, οὗ πολλάκις ἐμεμνήμεθα συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι. γράφει δ’ οὖν ὁ Στράβων οὕτως·

ἐν Σπανίᾳ πρὸς τῇ Ἀκυτανίᾳ πόλις Πομπέλων, ὡς ἂν εἴποι τις Πομπηιόπολις, ἐν ᾗ πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι.

ἁλιπάστων ; δὲ κρεῶν μνημονεύει ὁ τῆς κωμῳδίας ποιητὴς Ἀριστομένης ἐν Διονύσῳ·

ἁλίπαστα ταῦτα παρατίθημί σοι
κρέα. καὶ ἐν Γόησιν·
ἁλίπαστον αἰεὶ τὸν θεράποντ’ ἐπεσθίειν.

ἐπεὶ δὲ καὶ Σικελίας αὔχημα τροφαλὶς

ἥδ’ ἐστί σοι, φίλοι, λέξωμέν τι καὶ περὶ τύρων. Φιλήμων μὲν γὰρ ἐν τῷ ἐπιγραφομένῳ Σικελικῷ·
ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν ἓν τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν καλούς, ἔτι ταῦτα προσετίθην ἀκηκοώς, ἱμάτια ποικίλ᾽; εἰ λέγοι τις Σικελικά. β. σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν.
καὶ ὁ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι. περὶ οὗ φησιν Δημήτριος ὁ Σκήψιος ἐν δευτέρῳ Τρωικοῦ Διακόσμου οὕτως·
τῆς Ἀχαίας πόλις Τρομίλεια, περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευόμενος Τρομιλικὸς.
οὗ καὶ Σιμωνίδης μνημονεύει ἐν Ἰάμβῳ, οὗ ἡ ἀρχή·
ἦ πολλὰ μὲν δὴ προεκπονῇ, Τηλέμβροτε
γράφων
ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαίης
Τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον,
Εὐριπίδης δ’ ἐν Κύκλωπι ὀπίαν καλεῖ τυρὸν τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ ·
καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα.
ἐπεὶ δὲ περὶ πάντων εἶπον τῶν παρακειμένων ἀποτράγημά τε πεποίημαι· τὸν Τρομιλικόν, καταπαύσω τὸν λόγον τὸ γὰρ λείψανον τῶν τραγημάτων καὶ τρωξίμων ἀποτράγημα εἴρηκεν Εὔπολις. σκώπτων γὰρ Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἴρηκεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ἢ ὡς κακοήθη καὶ πανοῦργον, ὥς φησιν ὁ Ἀσκαλωνίτης Δωρόθεος, τοὺς δὲ λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσιν, ὥς φησι Σέλευκος· οὓς καὶ ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθων δὲ μνημονεύει οὕτω δὲ καλεῖται τὸ πρῶτον γάλα Φιλιππίδης ἐν Αὐλοῖς·
τὰ δὲ πυρίεφθα καὶ τὰ λάγανα ταῦτ’ ἔχων.
καὶ ἴσως πάντα τὰ τοιαῦτα ἐπιδειπνίδας ἔλεγον Μακεδόνες, κώθωνος γὰρ ἡδύσματα ταῦτα.