Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΡΑΦΙΔΕΣ. καὶ τούτων μέμνηται Ἐπίχαρμος λέγων (p. 234 L)·
Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων ‘βελόνην, φησίν, ἣν καλοῦσιν ῥαφίδα.’ Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (543 b 11) βελόνην αὐτὴν καλεῖ. ἐν δὲ τῷ περὶ ζωικῶν ἢ ἰχθύων (p. 296 R) ῥαφίδα αὐτὴν ὀνομάσας ἀνόδουν φησὶν αὐτὴν εἶναι. καὶ Σπεύσιππος αὐτὴν βελόνην καλεῖ.
- κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε.
ΡΙΝΗ. Δωρίων ἐν τῷ περὶ ἰχθύων ἐν Σμύρνῃ φησὶν τὰς ῥίνας διαφόρους γίνεσθαι, καὶ πάντα δὲ τὰ σελαχώδη τὸν Σμυρναικὸν κόλπον ἔχειν διαφέροντα. Ἀρχέστρατος δέ φησιν (fr. 54 R)·
- καὶ σελάχη μέντοι κλεινὴ Μίλητος ἄριστα
- ἐκτρέφει· ἀλλά γε χρὴ ῥίνης λόγον ἢ πλατυνώτου
- λειοβάτου ποιεῖσθαι. ὁμῶς κροκόδειλον ἂν ὀπτὸν
- δαισαίμην ἀπ’ ἰπνοῦ τερπνὸν παίδεσσιν Ἰώνων.
ΣΚΑΡΟΣ. τοῦτον Ἀριστοτέλης φησὶν (p. 314 R) καρχαρόδοντα εἶναι καὶ μονήρη καὶ σαρκοφάγον ἔχειν τε στόμα μικρὸν καὶ γλῶτταν οὐ λίαν προσπεφυκυῖαν, καρδίαν τρίγωνον, ἧπαρ λευκόν, τρίλοβον, ἔχειν τε χολὴν καὶ σπλῆνα μέλανα, τῶν δὲ βραγχίων τὸ μὲν διπλοῦν, τὸ δὲ ἁπλοῦν. μόνος δὲ καὶ τῶν ἄλλων ἰχθύων
Σέλευκος δ’ ὁ Ταρσεὺς ἐν τῷ Ἁλιευτικῷ μόνον φησὶ τῶν ἰχθύων τὸν σκάρον οὐ καθεύδειν· ὅθεν οὐδὲ νύκτωρ ποτὲ ἁλῶναι. τοῦτο δ’ ἴσως διὰ φόβον αὐτῷ συμβαίνει. Ἀρχέστρατος δ’ ἐν τῇ Γαστρονομία (fr. 55 R)·
- ἁλιεύομεν σπάρους
- καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν
- θεοῖς.
κἀν ἄλλῳ δὲ μέρει φησίν (fr. 41 R)·
- σκάρον ἐξ Ἐφέσου ζήτει, χειμῶνι δὲ τρίγλαν
- ἔσθι’ ἐνὶ ψαφαρῇ ληφθέντα Τειχιοέσσῃ
- Μιλήτου κώμῃ Καρῶν πέλας ἀγκυλοκώλων.
Νίκανδρος δ’ ὁ Θυατειρηνὸς δύο γένη φησὶν εἶναι σκάρων καὶ καλεῖσθαι τὸν μὲν ὀνίαν, τὸν δὲ αἴολον.
- καὶ σκάρον ἐν παράλῳ Καλχηδόνι τὸν μέγαν ὄπτα,
- πλύνας εὖ· χρηστὸν δὲ καὶ ἐν Βυζαντίῳ ὄψει
- καὶ μέγεθος κυκλίᾳ ἴσον ἀσπίδι νῶτα φοροῦντα.
- τοῦτον ὅλον θεράπευε τρόπον τοιόνδε· λαβών νιν,
- ἡνίκ’ ἂν εὖ τυρῷ καὶ ἐλαίῳ πάντα πυκασθῇ,
- κρίβανον ἐς θερμὸν κρέμασον κἄπειτα κατόπτα.
- πάσσειν δ’ ἁλσὶ κυμινοτρίβοις καὶ γλαυκῷ ἐλαίῳ
- ἐκ χειρὸς κατακρουνίζων θεοδέγμονα πηγήν.
ΣΠΑΡΟΣ. τοῦτον Ἱκέσιος εὐχυλότερον μὲν
Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 16 B)·
- αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς
- εἷκε καλλίστους αδητατήγανος ἁγεμὼν σπάρους
- καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς.
μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων.
- ἢ σπάρον ἢ ὕκας ἀγεληίδας.
ΣΚΟΡΠΙΟΣ. Διοκλῆς ἐν πρώτῳ τῶν πρὸς Πλείσταρχον Ὑγιεινῶν τῶν μὲν νεαρῶν φησιν ἰχθύων ξηροτέρους εἶναι τὰς σάρκας σκορπίους, κόκκυγας, ψήττας, σαργούς, τραχούρους, τὰς δὲ τρίγλας ἧττον τούτων ξηροσάρκους. οἱ γὰρ πετραῖοι μαλακοσαρκότεροί εἰσιν. Ἱκέσιος δέ φησι· ‘τῶν σκορπίων ὃ μέν ἐστι πελάγιος, ὃ δὲ τεναγώδης. καὶ ὁ μὲν πελάγιος πυρρός, ὁ δ’ ἕτερος μελανίζων. διαφέρει δὲ τῇ γεύσει καὶ τῷ τροφίμῳ ὁ πελάγιος. εἰσὶ δὲ οἱ σκορπίοι σμηκτικοί, εὐέκκριτοι, πολύχυλοι, πολύτροφοι. χονδρώδεις γάρ εἰσι.’ τίκτει δ’ ὁ σκορπίος δίς, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων (p. 543 a 7). Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 18 B)·
ὅτι δὲ καὶ πληκτικός ἐστιν Ἀριστοτέλης ἱστορεῖ ἐν τῷ περὶ ἰχθύων ζωικῶν (p. 315 R). Ἐπίχαρμος δ᾽ ἐν Μούσαις ποικίλον εἶναί φησι τὸν σκορπίον (p. 234 L)·
- φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
- σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον.
μονήρης δ’ ἐστὶ καὶ φυκοφάγος. ἐν δὲ πέμπτῳ ζῴων μορίων (543 a 7. b 5) ὁ Ἀριστοτέλης σκορπίους καὶ σκορπίδας ἐν διαφόροις τόποις ὀνομάζει. ἄδηλον δὲ εἰ τοὺς αὐτοὺς λέγει· ὅτι καὶ σκόρπαιναν καὶ σκορπίους πολλάκις ἡμεῖς ἐφάγομεν καὶ διάφοροι καὶ οἱ χυμοὶ καὶ αἱ χρόαι εἰσὶν οὐδεὶς ἀγνοεῖ. ὁ δ’ ὀψαρτυτὴς Ἀρχέστρατος ἐν τοῖς χρυσοῖς ἔπεσι λέγει (fr. 42 R)·
- σκορπίοι τε ποικίλοι γλαῦκοί τε, σαῦροι πίονες.
v.2.p.206
- ἐν δὲ Θάσῳ τὸν σκορπίον ὠνοῦ, ἐὰν ᾖ
- μὴ μείζων πυγόνος· μεγάλου δ’ ἀπὸ χεῖρας ἴαλλε.
ΣΚΟΜΒΡΟΣ. Ἀριστοφάνης Γηρυτάδῃ (I 434 K)· Ἱκέσιός φησι τοὺς σκόμβρους ἐλαχίστους μὲν εἶναι κατὰ τὸ μέγεθος, τροφιμωτέρους δὲ τῶν κολιῶν καὶ εὐχυλοτέρους, οὐ μὴν εὐεκκριτωτέρους. μνημονεύει αὐτῶν οὕτως καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 235 L)·
- καὶ χελιδόνες τε μύρμαι τοί τε κολιᾶν μείζονες
- ἐντὶ καὶ σκόμβρων, ἀτὰρ τᾶν θυννίδων γα μείονες.
ΣΑΡΓΟΙ. ‘οὗτοι, ὥς φησιν Ἱκέσιος, στύφουσι μᾶλλον καὶ τῶν μελανούρων εἰσὶ τροφιμώτεροι.’ Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ πανοῦργον εἶναί φησι περὶ τὰς θήρας τὸν σαργόν (fr. 17 B)·
Ἀριστοτέλης δ’ ἐν πέμπτῳ μορίων (543 a 7) τίκτειν αὐτόν φησιν δίς, ἔαρος, εἶτα μετοπώρου. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ (p. 236 L)·
- κόσσυφον ἢ κίχλας ἁλιειδέας, ἄλλοτε δ’ ἄλλῃ
- σαργὸν ἐπικέλσοντα, λινοπληγέστατον ἰχθύν.
ὡς διαφόρους δὲ τοὺς σαργίνους ἐν τοῖσδε καταλέγει (p. 234 L)·
- αἰ δὲ λῇς, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι ...
v.2.p.207
ὁμοίως δὲ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων φησὶ σαργίνους διὰ τοῦτ’ αὐτοὺς καλῶν καὶ χαλκίδας. ὁ δὲ σοφὸς Ἀρχέστρατός φησιν (fr. 38 R)·
- ἦν δὲ σαργῖνοί τε μελάνουροί τε καὶ ταὶ φίνταται
- ταινίαι λεπταὶ μέν, ἁδεῖαι δέ.
- ἡνίκα δ’ ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος
- μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ,
- τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον,
- εὐμεγέθη, θερμόν, δριμεῖ δεδαιγμένον ὄξει·
- σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε
- τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν.
- τὸν δ’ ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα
- ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας·
- τὴν ἀρετὴν γὰρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὑτῷ.
Ἀριστοτέλης δ’ ἐν πέμπτῳ μορίων (543 a 8) ἅπαξ τίκτειν φησὶν αὐτὴν τοῦ μετοπώρου. ἐστὶ δὲ (p. 314 R) πολύγραμμος καὶ ἐρυθρόγραμμος, ἔτι δὲ καρχαρόδους καὶ μονήρης. λέγεσθαι δὲ καὶ ὑπὸ τῶν ἁλιέων φησὶν ὡς καὶ κολοκύντῃ θηρεύεται χαίρουσα τῷ βρώματι. Ἀρχέστρατος δέ φησιν (fr. 37 R)·
- ΣΑΛΠΗ. Ἐπίχαρμος Ἥβας γάμῳ (p. 237 L)·
- ἀόνες φάγροι τε λάβρακές τε καὶ ταὶ πίονες
- σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ’ ἐν τῷ θέρει.
Παγκράτης δ’ ἐν ἔργοις θαλασσίοις·
- σάλπην δὲ κακὸν μὲν ἔγωγε
- ἰχθὺν εἰς ἀεὶ κρίνω· βρωτὴ δὲ μάλιστα
- ἐστὶ θεριζομένου σίτου. λαβὲ δ’ ἐν Μυτιλήνῃ
- αὐτήν.
v.2.p.208
ἐστὶ δὲ ποικίλος ὁ ἰχθύς. ὅθεν καὶ τὸν Λοκρὸν ἢ Κολοφώνιον Μνασέαν συνταξάμενον τὰ ἐπιγραφόμενα παίγνια διὰ τὸ ποικίλον τῆς συναγωγῆς Σάλπην οἱ συνήθεις προσηγόρευον. Νυμφόδωρος δὲ ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Περίπλῳ (FHG II 378) Λεσβίαν φησὶ γενέσθαι Σάλπην τὴν τὰ παίγνια συνθεῖσαν. Ἄλκιμος δ’ ἐν τοῖς Σικελικοῖς (FHG IV 296) ἐν Μεσσήνῃ φησὶ τῇ κατὰ τὴν νῆσον Βότρυν γενέσθαι εὑρετὴν τῶν παραπλησίων παιγνίων τοῖς προσαγορευομένοις Σάλπης. Ἄρχιππος δὲ ἐν Ἰχθύσιν ἀρσενικῶς εἴρηκεν ὁ σάλπης (I 683 K)·
- σάλπαι τ’ ἰσομήκεες ἰχθῦς,
- ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν,
- οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέουσιν ὀδοῦσιν.
γίνεται δ’ ὅμοιος ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ ὁ καλούμενος στρωματεύς, ῥάβδους ἔχων δι’ ὅλου τοῦ σώματος τεταμένας χρυσιζούσας, ὡς ἱστορεῖ Φίλων ἐν τῷ Μεταλλικῷ.
- ἐκήρυξεν βόαξ,
- σάλπης δ’ ἐσάλπιγξ’ ἕπτ’ ὀβολοὺς μισθὸν φέρων.
ΣΥΝΟΔΟΝΤΕΣ καὶ ΣΥΝΑΓΡΙΣ. καὶ τούτων Ἐπίχαρμος μέμνηται (p. 283 L)·
Νουμήνιος Ἁλιευτικῷ διὰ τοῦ ῡ λέγων φησίν (fr. 9 B)·
- συναγρίδας μαζούς τε συνόδοντάς τ᾽ ἐρυθροποικίλους.
καὶ πάλιν·
- ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε.
σινόδοντα δὲ αὐτὸν λέγει διὰ τοῦ ῑ Δωρίων, ἔτι δὲ Ἀρχέστρατος ἐν τούτοις (fr. 40 R)·
- τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν
- ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
Ἀντιφάνης δ’ ἐν Ἀρχιστράτῃ (II 28 K)·
- ἀτὰρ σινόδοντα μὲν ὃν ζήτει παχὺν εἶναι·
- ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε.
- ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε·
- τίς δ’ ἐγχέλειον ἂν φάγοι
- ἢ κρανίον σινόδοντος;