Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Λακωνικοῦ δὲ σύκου μνημονεύει ἐν Γεωργοῖς Ἀριστοφάνης ταδὶ λέγων (I 419 K)·
μικρὸν δὲ αὐτὸ εἶπε διὰ τὸ μὴ μέγα εἶναι φυτόν. Ἄλεξις δ’ ἐν Ὀλυνθίῳ Φρυγίων σύκων μνημονεύων φησί (II 356 K)·
- συκᾶς φυτεύω πάντα πλὴν Λακωνικῆς·
- τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν.
- οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα.
τῶν δὲ καλουμένων φιβάλεων σύκων πολλοὶ μὲν μέμνηνται τῶν κωμῳδιοποιῶν, ἀτὰρ καὶ Φερεκράτης ἐν Κραπατάλλοις (I 167 K)·
- τό τε θειοφανὲς μητρῷον ἐμοὶ
- μελέδημ’ ἰσχάς,
- Φρυγίας εὑρήματα συκῆς.
Τηλεκλείδης δ’ ἐν Ἀμφικτύοσι (I 211 K)·
- ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας
- καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους
- κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας·
- κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.
καὶ τὰς μυρρίνας δὲ φιβαλέας λέγουσιν, ὡς Ἀπολλοφάνης ἐν Κρησί (I 798 K)·
- ὡς καλοὶ καὶ φιβάλεῳ.
χελιδονείων δὲ σύκων μνημονεύει Ἐπιγένης ἐν Βακχίῳ (II 417 K)·
- πρώτιστα δὲ
- τῶν μυρρινῶν ἐπὶ τὴν τράπεζαν βούλομαι,
- ἃς διαμασῶμ’ ὅταν τι βουλεύειν δέῃ,
- τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας ...
v.1.p.176
Ἀνδροτίων δὲ ἢ Φίλιππος ἢ Ἡγήμων ἐν τῷ Γεωργικῷ γένη συκῶν τάδε ἀναγράφει οὕτως· ‘ἐν μὲν οὖν τῷ πεδίῳ φυτεύειν χρὴ χελιδόνεων, ἐρινεών, λευκερινεών, φιβάλεων· ὀπωροβασιλίδας δὲ πανταχοῦ. ἔχει γάρ τι χρήσιμον ἕκαστον τὸ γένος. ἐπὶ δὲ τὸ πλεῖστον αἱ κόλουροι καὶ φορμύνιοι καὶ δίφοροι καὶ Μεγαρικαὶ καὶ Λακωνικαὶ συμφέρουσιν, ἐὰν ἔχωσιν ὕδωρ.’
- εἶτ’ ἔρχεται
- χελιδονείων μετ’ ὀλίγον σκληρῶν ἁδρὸς
- πινακίσκος.
τῶν δὲ ἐν Ῥόδῳ γινομένων σύκων μνημονεύει Λυγκεὺς ἐν ἐπιστολαῖς σύγκρισιν ποιούμενος τῶν Ἀθήνησι γινομένων καλλίστων πρὸς τὰ Ῥοδιακά. γράφει δὲ οὕτως. ‘τὰ δὲ ἐρινεὰ τοῖς Λακωνικοῖς ὥστε συκάμινα σύκοις δοκεῖν ἐρίζειν. καὶ ταῦτ’ οὐκ ἀπὸ δείπνου καθάπερ ἐκεῖ διεστραμμένης ἤδη διὰ τὴν πλησμονὴν τῆς γεύσεως, ἀλλ’ ἀθίκτου τῆς ἐπιθυμίας οὔσης πρὸ δείπνου παρατέθεικα.’ τῶν δ’ ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρουθίων καλουμένων σύκων εἰ ὁ Λυγκεὺς ἐγεύσατο ὥσπερ ἐγώ, ὀξυωπέστερος ἂν ἐγεγόνει παρὰ πολὺ τοῦ ὁμωνύμου· τοσαύτην ὑπεροχὴν ἔχει ταῦτα τὰ σῦκα πρὸς τὰ ἐν τῇ πάσῃ οἰκουμένῃ γινόμενα. ἐπαινεῖται δὲ καὶ ἄλλα σύκων γένη κατὰ τὴν Ῥώμην γινομένων,
Παρμένων δ’ ὁ Βυζάντιος ἐν τοῖς ἰάμβοις τὰ ἀπὸ Κανῶν τῆς Αἰολικῆς πόλεως ὡς διάφορα ἐπαινῶν φησιν (anth. l. B p. 220)·
ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος καὶ Νίκανδρος ὁ Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε (IV 448 M)·
- ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα
- Καναῖα φόρτον.
τῶν δ’ ἐν Πάρῳ τῇ νήσῳ — διάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχεν — Ἀρχίλοχος μνημονεύει λέγων οὕτως (fr. 51 B4)·
- πλὴν τό γ᾽ οἰνάριον πάνυ
- ἦν ὀξὺ καὶ πονηρόν, ὥστ’ ᾐσχυνόμην.
- τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία
- συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ
- ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.
λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν ἡ τὰ λευκὰ σῦκα φέρουσα. μνημονεύει δ’ αὐτῆς Ἕρμιππος ἐν Ἰάμβοις οὕτως (I 246 K)·
τῶν δ’ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι (fr. 680 N)·
- τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας.
καὶ Ἐπίχαρμος ἐν Σφιγγί (p. 252 L)·
- ἢ προσπηγνύναι
- κράδαις ἐριναῖς.
Σοφοκλῆς δ’ ἐν Ἑλένης Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών (fr. 183 N)·
- ἀλλ’ οὐχ ὅμοιά γ’ ἐρινοῖς οὐδαμῶς.
πέπων δ’ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι (II 343 K)·
- πέπων ἐρινὸς ... ἀχρεῖος ὢν
- ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ.
τὸ δὲ δένδρον ἡ ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. Στράττις Τρωίλῳ (I 723 K)·
- καὶ τί δεῖ
- λέγειν ἔθ’ ἡμᾶς τοὺς τὰ σῦχ’ ἑκάστοτε
- ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν
- τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ
- τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά.
- εἶθ’ ὃ μὲν ἔδωκεν ὡς τοιαῦτ’ ὠνούμενος
- τιμήν, ὃ δ’ ἐγκάψας τὸ κέρμ’ εἰς τὴν γνάθον
- ἐρίν’ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων.
καὶ Ὅμηρος· Od. 12.103
- ἐρινὸν οὖν τιν’ αὐτῆς πλησίον
- νενόηκας ὄντα;
Ἀμερίας δ’ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους.
- τῷ δ’ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς.
Ἑρμῶναξ δ’ ἐν Γλώτταις Κρητικαῖς σύκων γένη ἀναγράφει ἁμάδεα καὶ νικύλεα. Φιλήμων δ’ ἐν Ἀττικαῖς λέξεσι καλεῖσθαί φησί τινα σῦκα βασίλεια, ἀφ’ ὧν καλεῖσθαι καὶ τὰς βασιλίδας ἰσχάδας, προσιστορῶν ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. Σέλευκος δ’ ἐν ταῖς Γλώσσαις καὶ γλυκυσίδην τινὰ καλεῖσθαί φησι σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖαν φυλάσσεσθαι δὲ τὰς γυναῖκας ἐσθίειν διὰ τὸ ποιεῖν ματαισμούς, ὡς καὶ Πλάτων ὁ κωμῳδιοποιός φησιν ἐν Κλεοφῶντι (I 617 K). τὰ δὲ χειμερινὰ σῦκα Πάμφιλος καλεῖσθαί φησιν κοδώνεα ὑπὸ Ἀχαιῶν, τοῦτο λέγων Ἀριστοφάνην εἰρηκέναι ἐν Λακωνικαῖς Γλώσσαις (p. 188 N). κοράκεων δὲ σύκων εἶδος Ἕρμιππος ἐν Στρατιώταις παραδίδωσι διὰ τούτων (I 239 K)·
Θεόφραστος δ’ ἐν δευτέρω φυτῶν ἱστορίας συκῶν φησι γένος τοιοῦτόν τι εἶναι οἷον ἡ χαρίτιος Ἀράτειος καλουμένη. ἐν δὲ τῷ τρίτῳ (17, 5) περὶ τὴν Τρωικήν φησιν Ἴδην γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας· φέρειν δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος, στρογγυλώτερα δέ,
- τῶν φιβάλεων μάλιστ’ ἂν ἢ τῶν κοράκεων.
τῶν δὲ προδρόμων καλουμένων σύκων ὁ αὐτὸς Θεόφραστος μνημονεύει ἐν εʹ φυτικῶν αἰτίων οὕτως (1, 4)· ‘τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμός, ἐξεκαλέσατο τὴν βλάστησιν· ὅθεν καὶ οἱ πρόδρομοι.’ καὶ προελθὼν τάδε λέγει (1, 8)· ‘πάλιν δὲ τοὺς προδρόμους αἳ μὲν φέρουσιν, ἥ τε Λακωνικὴ καὶ ἡ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἳ δ’ οὐ φέρουσι.’ Σέλευκος δ’ ἐν Γλώσσαις πρῳτερικήν φησι καλεῖσθαι γένος τι συκῆς, ἥτις φέρει πρώιον τὸν καρπόν. διφόρου δὲ συκῆς μνημονεύει καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις (707)·
καὶ Ἀντιφάνης ἐν Σκληρίαις (II 96 K)·
- ὑμᾶς δὲ τέως θρῖα λαβόντας
- διφόρου συκῆς.
ὁ Θεόπομπος δὲ ἐν τῇ πεντηκοστῇ τετάρτῃ τῶν ἱστοριῶν (FHG I 324) κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ
- ἔστι γὰρ παρ’ αὐτὴν τὴν δίφορον συκῆν κάτω.