Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Ὅτι Καλλίμαχος ὁ γραμματικὸς τὸ μέγα βιβλίον ἴσον ἔλεγεν εἶναι τῷ μεγάλῳ κακῷ (fr. 359).
ῥίζας δὲ λέγει Νίκανδρος τὰ ὑπ’ Ἀλεξανδρέων κολοκάσια καλούμενα· ὡς ὁ αὐτός (fr. 82)·
- ΚΙΒΩΡΙΑ. Νίκανδρος ἐν Γεωργικοῖς (fr. 81 Schn)·
- σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης
- ἀνθέων μὲν στεφάνους ἀνύσῃς, τὰ δὲ πεπτηῶτα
- ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν
- εἰς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.
- ῥίζας δ’ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.
v.1.p.170
ἐστὶ δ’ ἐν Σικυῶνι Κολοκασίας Ἀθηνᾶς ἱερόν.
- κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.
ἐστὶ δὲ καὶ κιβώριον εἶδος ποτηρίου (XI 477e).
Θεόφραστος δ’ ἐν τῷ περὶ φυτῶν οὕτω γράφει (h. pl. 4, 8, 7)· ‘ὁ κύαμος ἐν Αἰγύπτῳ φύεται μὲν ἐν ἕλεσι καὶ λίμναις. καυλὸς δ’ αὐτοῦ μῆκος μὲν ὁ μακρότατος εἰς δʹ πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μαλακῷ ἀγονάτῳ· διαφύσεις δ’ ἔνδοθεν ἔχει δι’ ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις. ἐπὶ τούτῳ δ’ ἡ κωδύα καὶ τὸ ἄνθος διπλάσιον ἢ μήκωνος· χρῶμα δ’ ὅμοιον ῥόδῳ κατακορές. παραφύεται δὲ φύλλα μεγάλα· ἡ δὲ ῥίζα παχυτέρα καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίας ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ’ αὐτὴν καὶ ἑφθὴν καὶ ὠμὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶνται. γίνεται δὲ καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ’ οὐκ ἐκπέττουσιν αἱ χῶραι· καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει, καὶ αὕτη πέττεται καὶ τελεοκαρπεῖ.’ Δίφιλος δὲ ὁ Σίφνιός φησιν· ‘ἡ τοῦ κυάμου τοῦ Αἰγυπτίου ῥίζα, ἥτις λέγεται κολοκάσιον, εὔστομός τέ ἐστι καὶ τρόφιμος, δυσέκκριτος δὲ διὰ τὸ παραστύφειν· κρεῖττον δ᾽ ἐστὶ τὸ ἥκιστα ἐριῶδες. οἱ δὲ γινόμενοι, φησί, κύαμοι ἐκ τῶν κιβωρίων χλωροὶ
Φύλαρχος δέ φησιν (FHG I 350)· ‘οὐδέποτε πρότερον ἐν οὐδενὶ τόπῳ κυάμων Αἰγυπτίων οὔτε σπαρέντων οὔτ’ εἰ σπείρειέ τις τικτομένων εἰ μὴ κατὰ Αἴγυπτον, ἐπὶ τοῦ βασιλέως Ἀλεξάνδρου τοῦ Πύρρου παρὰ τὸν Θύαμιν ποταμὸν τῆς ἐν Ἠπείρῳ Θεσπρωτίας ἐν ἕλει τινὶ συνέβη φυῆναι. δύο μὲν οὖν ἤνεγκέ πως ἔτη καρπὸν ἐκτενῶς καὶ ηὔξησε· τοῦ δ᾽ Ἀλεξάνδρου φυλακὴν ἐπιστήσαντος καὶ κωλύοντος οὐχ ὅτι λαμβάνειν τὸν βουλόμενον, ἀλλὰ μηδὲ προσέρχεσθαι πρὸς τὸν τόπον, ἀνεξηράνθη τὸ ἕλος καὶ τὸ λοιπὸν οὐχ ὅτι τὸν προειρημένον ἤνεγκε καρπόν, ἀλλ’ οὐδὲ ὕδωρ εἴ ποτε ἔσχε φαίνεται. τὸ παραπλήσιον ἐγένετο καὶ ἐν Αἰδηψῷ. χωρὶς γὰρ τῶν ἄλλων ὑδάτων ναμάτιόν τι ἐφάνη ψυχρὸν ὕδωρ προιέμενον οὐ πόρρω τῆς θαλάσσης. τούτου πίνοντες οἱ ἀρρωστοῦντες τὰ μέγιστα ὠφελοῦντο· διὸ πολλοὶ παρεγίνοντο καὶ μακρόθεν τῷ ὕδατι χρησόμενοι. οἱ οὖν τοῦ βασιλέως Ἀντιγόνου στρατηγοὶ βουλόμενοι οἰκονομικώτεροι εἶναι διάφορόν τι ἔταξαν διδόναι τοῖς πίνουσι, καὶ ἐκ τούτου ἀπεξηράνθη τὸ νᾶμα. καὶ ἐν Τρῳάδι δὲ ἐξουσίαν εἶχον οἱ βουλόμενοι τὸν πρὸ τοῦ χρόνον τὸν Τραγασαῖον ἅλα λαμβάνειν. Λυσιμάχου δὲ τέλος ἐπιβαλόντος
Μάτρων ἐν παρῳδίαις (cf. Od. 11.576)·
- ΣΙΚΥΟΣ. παροιμία·
- σικυὸν τρώγουσα, γύναι, τὴν χλαῖναν ὕφαινε.
καὶ λευχης·
- καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
- κείμενον ἐν λαχάνοις· ὃ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας.
Ἀττικοὶ μὲν οὖν ἀεὶ τρισυλλάβως, Ἀλκαῖος δὲ (fr. 151 B4) ‘δάκῃ, φησί, τῶν σικύων’ ἀπὸ εὐθείας τῆς σίκυς, ὡς στάχυς στάχυος.
- ὡς δ’ ὅτ’ ἀέξηται σικυὸς δροσερῷ ἐνὶ χώρῳ.
στελεόν, ῥαφανίδας ...., σικυοὺς τέτταρας. σικύδιον δ᾽ ὑποκοριστικῶς εἴρηκε Φρύνιχος ἐν Μονοτρόπῳ (I 377 K)·
- κἀντραγεῖν σικύδιον.
Θεόφραστος δέ φησι (h. pl. 7, 4, 6) σικυῶν τρία εἶναι γένη, Λακωνικόν, Σκυταλίαν, Βοιώτιον. καὶ τούτων τὸν μὲν Λακωνικὸν ὑδρευόμενον βελτίω γίνεσθαι, τοὺς δ᾽ ἄλλους ἀνύδρους. ‘γίνονται δέ, φησί, καὶ εὐχυλότεροι οἱ σικυοί, ἐὰν τὸ σπέρμα ἐν γάλακτι βραχὲν σπαρῇ ἢ ἐν μελικράτῳ.’ ἱστορεῖ δὲ ταῦτα ἐν φυτικοῖς
ΣΥΚΑ. ‘ἡ συκῆ, φησὶν ὁ Μάγνος· οὐδενὶ γὰρ τῶν περὶ σύκων λόγων παραχωρήσαιμι ἄν, κἂν ἀπὸ κράδης ἀποκρέμασθαι δέῃ· φιλόσυκος γάρ εἰμι δαιμονίως· λέξω τά μοι προσπίπτοντα — ἡ συκῆ, ἄνδρες φίλοι, ἡγεμὼν τοῦ καθαρείου βίου τοῖς ἀνθρώποις ἐγένετο. δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους ἱερὰν μὲν συκῆν τὸν τόπον ἐν ᾧ πρῶτον εὑρέθη, τὸν δ’ ἀπ’ αὐτῆς καρπὸν ἡγητηρίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς. τῶν δὲ σύκων
Ἴστρος δ’ ἐν τοῖς Ἀττικοῖς (FHG I 423) οὐδ’ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ’ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες· καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δ’ ἐν Ποιητῇ φησιν (II 365 K)·
- οἷα δ’ ἡ χώρα φέρει
- διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
- τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ τὸν Δία,
- πάνυ φέρει.
Φιλόμνηστος δ’ ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων φησίν (FHG IV 477)· ‘ἐπεὶ καὶ ὁ συκοφάντης ἐντεῦθεν προσηγορεύθη, διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ’ ὧν τὰ κοινὰ διῴκουν, καὶ τοὺς ταῦτα εἰσπράττοντας καὶ φαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας, αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν.’
- ὁ συκοφάντης οὐ δικαίως τοὔνομα
- ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.
- ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ’ ἀνήρ,
- τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον·
- νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν
- ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ’ οὕτως ἔχει.