Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Δίφιλος δέ φησιν ὡς ὁ τῆς θρίδακος καυλὸς πολύτροφός ἐστι καὶ δυσέκκριτος μᾶλλον τῶν φύλλων· ταῦτα δὲ πνευματικώτερά ἐστι καὶ τροφιμώτερα καὶ εὐεκκριτώτερα. κοινῶς μέντοι ἡ θρίδαξ εὐστόμαχος, ψυκτική, εὐκοίλιος, ὑπνωτική, εὔχυλος, ἐφεκτικὴ τῆς πρὸς τὰ ἀφροδίσια ὁρμῆς. ἡ δὲ τρυφερωτέρα θρίδαξ εὐστομαχωτέρα καὶ μᾶλλον ὕπνον ποιοῦσα. ἡ δὲ σκληροτέρα καὶ ψαθυρὰ ἧττόν ἐστι καὶ εὐστόμαχος καὶ εὐκοίλιος, ὕπνον τε ποιεῖ. ἡ δὲ μέλαινα θρίδαξ ψύχει μᾶλλον εὐκοίλιός τέ ἐστι. καὶ αἱ μὲν θεριναὶ εὐχυλότεραι καὶ τροφιμώτεραι, αἱ δὲ φθινοπωριναὶ ἄτροφοι καὶ ἀχυλότεραι. ὁ δὲ καυλὸς τῆς θρίδακος ἄδιψος εἶναι δοκεῖ. θρίδαξ δ᾽ ἑψομένη ὁμοίως τῷ ἀπὸ κράμβης ἀσπαράγῳ ἐν λοπάδι, ὡς Γλαυκίδης ἱστορεῖ, κρείττων τῶν ἄλλων ἑψητῶν λαχάνων. ἐν ἄλλοις δὲ Θεόφραστος ἐπίσπορά φησι (h. pl. 7, 12) καλεῖσθαι τευτλίον, θριδακίνην, εὔζωμον, νᾶπυ, λάπαθον, κορίαννον, ἄνηθον, κάρδαμον. Δίφιλος δὲ κοινῶς φησιν εἶναι πάντα τὰ λάχανα ἄτροφα καὶ λεπτυντικὰ καὶ κακόχυλα ἔτι τε ἐπιπολαστικὰ καὶ δυσοικονόμητα. θερινῶν δὲ λαχάνων Ἐπίχαρμος μέμνηται (p. 281 L).|
ΚΙΝΑΡΑ. ταύτην Σοφοκλῆς ἐν Κολχίσι (fr. 322 N) κυνάραν καλεῖ, ἐν δὲ Φοίνικι (fr. 646)·
Ἑκαταῖος δ’ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει, εἰ γνήσιον τοῦ συγγραφέως τὸ βιβλίον· Καλλίμαχος γὰρ Νησιώτου αὐτὸ ἀναγράφει (fr. 100d 10)· ὅστις οὖν ἐστιν ὁ ποιήσας, λέγει οὕτως (FHG I 12)· ‘περὶ τὴν Ὑρκανίην θάλασσαν καλεομένην οὔρεα ὑψηλὰ καὶ δασέα ὕλῃσιν, ἐπὶ δὲ τοῖσιν οὔρεσιν ἄκανθα κυνάρα.’ καὶ ἑξῆς· ‘Πάρθων πρὸς ἥλιον ἀνίσχοντα Χοράσμιοι οἰκοῦσι γῆν, ἔχοντες καὶ πεδία καὶ οὔρεα· ἐν δὲ τοῖσιν οὔρεσι δένδρεα ἔνι ἄγρια, ἄκανθα κυνάρα, ἰτέα, μυρίκη.’ καὶ περὶ τὸν Ἰνδὸν δέ φησι ποταμὸν γίνεσθαι τὴν κυνάραν. καὶ Σκύλαξ δὲ ἢ Πολέμων γράφει (fr. 92 Pr)· ‘εἶναι δὲ τὴν γῆν ὑδρηλὴν κρήνῃσι καὶ ὀχετοῖσιν, ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ βοτάνη ἄλλη.’ καὶ ἐν τοῖς ἑξῆς· ‘ἐντεῦθεν δὲ ὄρος παρέτεινε τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ καὶ ἔνθεν καὶ ἔνθεν ὑψηλόν τε καὶ δασὺ ἀγρίῃ ὕλῃ καὶ ἀκάνθῃ κυνάρᾳ.’ Δίδυμος δ’ ὁ γραμματικὸς ἐξηγούμενος παρὰ τῷ Σοφοκλεῖ τὸ κύναρος ἄκανθα ‘μήποτε, φησί, τὴν κυνόσβατον λέγει διὰ τὸ ἀκανθῶδες καὶ τραχὺ εἶναι τὸ φυτόν. καὶ γὰρ ἡ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπεν, καὶ ὁ Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζειν ὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισε τὴν πόλιν.’ ‘ἐστὶ δὲ ὁ κυνόσβατος μεταξὺ θάμνου καὶ δένδρου’, ὥς φησι Θεόφραστος (h. pl. 3, 18, 4), ‘καὶ τὸν καρπὸν ἔχει ἐρυθρόν, παραπλήσιον τῇ ῥοιᾷ. ἔχει δὲ καὶ τὸ φύλλον ἀγνῶδες.’
- κύναρος ἄκανθα πάντα πληθύει γύην.
v.1.p.165
Φαινίας δ’ ἐν εʹ περὶ φυτῶν ΚΑΚΤΟΝ Σικελικήν τινα καλεῖ (FHG II 300), ἀκανθῶδες φυτόν, ὡς
εἶτα προιών·
- μάραθα τραχέες τε κάκτοι τοῖς ἄλλοις μὲν φαγεῖν
- ἐντὶ λαχάνοις . . . .
καὶ πάλιν (p. 282 L)·
- αἴ κά τις ἐκτρίψας καλῶς
- παρατιθῇ νιν, ἁδύς ἐστ᾽· αὐτὸς δ’ ἐφ’ αὑτοῦ χαιρέτω.
v.1.p.167
καὶ πάλιν·
- θρίδακας, ἐλάταν, σχῖνον, ... ῥαφανίδας, κάκτους ...
καὶ Φιλητᾶς ὁ Κῷος (fr. 16 Bach)·
- ὃ δέ τις ἀγρόθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν,
- ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδ᾽, ἀτράκτυλον.
- πτέριν, κάκτον, ὀνόπορδον.
- γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα,
- ὀξείης κάκτου τύμμα φυλαξαμένη.
ἀλλὰ μὴν καὶ κινάραν ὠνόμασε παραπλησίως ἡμῖν Σώπατρος ὁ Πάφιος γεγονὼς τοῖς χρόνοις κατ’ Ἀλέξανδρον τὸν Φιλίππου, ἐπιβιοὺς δὲ καὶ ἕως τοῦ δευτέρου τῆς Αἰγύπτου βασιλέως, ὡς αὐτὸς ἐμφανίζει ἔν τινι τῶν συγγραμμάτων αὑτοῦ. Πτολεμαῖος δ’ ὁ Εὐεργέτης βασιλεὺς Αἰγύπτου, εἷς ὢν τῶν Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, ἐν δευτέρῳ ὑπομνημάτων γράφει οὕτως (FHG III 186)· ‘περὶ Βερενίκην τῆς Λιβύης Λήθων ποτάμιον, ἐν ᾧ γίνεται ἰχθὺς λάβραξ καὶ χρύσοφρυς καὶ ἐγχέλεων πλῆθος καὶ τῶν καλουμένων βασιλικῶν, αἳ τῶν τε ἐκ Μακεδονίας καὶ τῆς Κωπαίδος λίμνης τὸ μέγεθός εἰσιν ἡμιόλιαι, πᾶν τε τὸ ῥεῖθρον αὐτοῦ ἰχθύων ποικίλων ἐστὶ πλῆρες. πολλῆς δ’ ἐν τοῖς τόποις κινάρας φυομένης οἵ τε συνακολουθοῦντες ἡμῖν στρατιῶται πάντες δρεπόμενοι
ΕΓΚΕΦΑΛΟΣ ΦΟΙΝΙΚΟΣ. Θεόφραστος περὶ φοίνικος τοῦ φυτοῦ εἰπὼν ἐπιφέρει (h. pl. 2, 6, 2)· ‘ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· ἡ δ’ ἀπ’ αὐτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος.’ καὶ Ξενοφῶν ἐν δευτέρῳ Ἀναβάσεως γράφει τάδε (3, 16)· ‘ἐνταῦθα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον ἔφαγον οἱ στρατιῶται· καὶ οἱ πολλοὶ ἐθαύμαζον τό τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς· ἦν δὲ σφόδρα καὶ τοῦτο κεφαλαλγές. ὁ δὲ φοῖνιξ, ὅταν ἐξαιρεθῇ ὁ ἐγκέφαλος, ὅλος ἐξαυαίνεται.’ Νίκανδρος Γεωργικοῖς (fr. 80 Schn)·
Δίφιλος δ’ ὁ Σίφνιος ἱστορεῖ· ‘οἱ τῶν φοινίκων ἐγκέφαλοι πλήσμιοι καὶ πολύτροφοι, ἔτι δὲ βαρεῖς καὶ δυσοικονόμητοι διψώδεις τε καὶ στατικοὶ κοιλίας.’ ‘ἡμεῖς δέ, φησὶν οὗτος, ἑταῖρε Τιμόκρατες, δόξομεν ἐγκέφαλον ἔχειν μέχρι τοῦ τέλους, εἰ καταπαύσομεν ἐνταῦθα καὶ τήνδε τὴν συναγωγήν.’ —
- σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες
- ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα.
φησὶ Μένανδρος (IV 237 M). πάλιν (p. 243)·
- ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν·
- οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ,
- καὶ παραινέσας πέπωκεν, εἶτα μήτηρ δευτέρα,
- εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,
v.1.p.169- τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον·
- ὃ δ’ ἐπινεύει πᾶσι τούτοις,
Ἀντιφάνης (II 119 K)·
- τῆς σκιᾶς τὴν πορφύραν
- πρῶτον ἐνυφαίνουσ᾽, εἶτα μετὰ τὴν πορφύραν
- τοῦτ’ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα,
- ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
ὁ αὐτός (ibid)·
- τί φής; ἐνθάδ’ οἴσεις τι καταφαγεῖν
- ἐπὶ τὴν θύραν; εἶθ’ ὥσπερ οἱ πτωχοὶ χαμαὶ
- ἐνθάδ’ ἔδομαι .... καί τις ὄψεται.
- εὐτρέπιζε δὴ
- ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον,
- χύτραν, θυίαν, κάκκαβον, ζωμήρυσιν.
Ὅτι Καλλίμαχος ὁ γραμματικὸς τὸ μέγα βιβλίον ἴσον ἔλεγεν εἶναι τῷ μεγάλῳ κακῷ (fr. 359).
ῥίζας δὲ λέγει Νίκανδρος τὰ ὑπ’ Ἀλεξανδρέων κολοκάσια καλούμενα· ὡς ὁ αὐτός (fr. 82)·
- ΚΙΒΩΡΙΑ. Νίκανδρος ἐν Γεωργικοῖς (fr. 81 Schn)·
- σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης
- ἀνθέων μὲν στεφάνους ἀνύσῃς, τὰ δὲ πεπτηῶτα
- ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν
- εἰς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.
- ῥίζας δ’ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.
v.1.p.170
ἐστὶ δ’ ἐν Σικυῶνι Κολοκασίας Ἀθηνᾶς ἱερόν.
- κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.
ἐστὶ δὲ καὶ κιβώριον εἶδος ποτηρίου (XI 477e).
Θεόφραστος δ’ ἐν τῷ περὶ φυτῶν οὕτω γράφει (h. pl. 4, 8, 7)· ‘ὁ κύαμος ἐν Αἰγύπτῳ φύεται μὲν ἐν ἕλεσι καὶ λίμναις. καυλὸς δ’ αὐτοῦ μῆκος μὲν ὁ μακρότατος εἰς δʹ πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μαλακῷ ἀγονάτῳ· διαφύσεις δ’ ἔνδοθεν ἔχει δι’ ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις. ἐπὶ τούτῳ δ’ ἡ κωδύα καὶ τὸ ἄνθος διπλάσιον ἢ μήκωνος· χρῶμα δ’ ὅμοιον ῥόδῳ κατακορές. παραφύεται δὲ φύλλα μεγάλα· ἡ δὲ ῥίζα παχυτέρα καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίας ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ’ αὐτὴν καὶ ἑφθὴν καὶ ὠμὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶνται. γίνεται δὲ καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ’ οὐκ ἐκπέττουσιν αἱ χῶραι· καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει, καὶ αὕτη πέττεται καὶ τελεοκαρπεῖ.’ Δίφιλος δὲ ὁ Σίφνιός φησιν· ‘ἡ τοῦ κυάμου τοῦ Αἰγυπτίου ῥίζα, ἥτις λέγεται κολοκάσιον, εὔστομός τέ ἐστι καὶ τρόφιμος, δυσέκκριτος δὲ διὰ τὸ παραστύφειν· κρεῖττον δ᾽ ἐστὶ τὸ ἥκιστα ἐριῶδες. οἱ δὲ γινόμενοι, φησί, κύαμοι ἐκ τῶν κιβωρίων χλωροὶ
Φύλαρχος δέ φησιν (FHG I 350)· ‘οὐδέποτε πρότερον ἐν οὐδενὶ τόπῳ κυάμων Αἰγυπτίων οὔτε σπαρέντων οὔτ’ εἰ σπείρειέ τις τικτομένων εἰ μὴ κατὰ Αἴγυπτον, ἐπὶ τοῦ βασιλέως Ἀλεξάνδρου τοῦ Πύρρου παρὰ τὸν Θύαμιν ποταμὸν τῆς ἐν Ἠπείρῳ Θεσπρωτίας ἐν ἕλει τινὶ συνέβη φυῆναι. δύο μὲν οὖν ἤνεγκέ πως ἔτη καρπὸν ἐκτενῶς καὶ ηὔξησε· τοῦ δ᾽ Ἀλεξάνδρου φυλακὴν ἐπιστήσαντος καὶ κωλύοντος οὐχ ὅτι λαμβάνειν τὸν βουλόμενον, ἀλλὰ μηδὲ προσέρχεσθαι πρὸς τὸν τόπον, ἀνεξηράνθη τὸ ἕλος καὶ τὸ λοιπὸν οὐχ ὅτι τὸν προειρημένον ἤνεγκε καρπόν, ἀλλ’ οὐδὲ ὕδωρ εἴ ποτε ἔσχε φαίνεται. τὸ παραπλήσιον ἐγένετο καὶ ἐν Αἰδηψῷ. χωρὶς γὰρ τῶν ἄλλων ὑδάτων ναμάτιόν τι ἐφάνη ψυχρὸν ὕδωρ προιέμενον οὐ πόρρω τῆς θαλάσσης. τούτου πίνοντες οἱ ἀρρωστοῦντες τὰ μέγιστα ὠφελοῦντο· διὸ πολλοὶ παρεγίνοντο καὶ μακρόθεν τῷ ὕδατι χρησόμενοι. οἱ οὖν τοῦ βασιλέως Ἀντιγόνου στρατηγοὶ βουλόμενοι οἰκονομικώτεροι εἶναι διάφορόν τι ἔταξαν διδόναι τοῖς πίνουσι, καὶ ἐκ τούτου ἀπεξηράνθη τὸ νᾶμα. καὶ ἐν Τρῳάδι δὲ ἐξουσίαν εἶχον οἱ βουλόμενοι τὸν πρὸ τοῦ χρόνον τὸν Τραγασαῖον ἅλα λαμβάνειν. Λυσιμάχου δὲ τέλος ἐπιβαλόντος
Μάτρων ἐν παρῳδίαις (cf. Od. 11.576)·
- ΣΙΚΥΟΣ. παροιμία·
- σικυὸν τρώγουσα, γύναι, τὴν χλαῖναν ὕφαινε.
καὶ λευχης·
- καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
- κείμενον ἐν λαχάνοις· ὃ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας.
Ἀττικοὶ μὲν οὖν ἀεὶ τρισυλλάβως, Ἀλκαῖος δὲ (fr. 151 B4) ‘δάκῃ, φησί, τῶν σικύων’ ἀπὸ εὐθείας τῆς σίκυς, ὡς στάχυς στάχυος.
- ὡς δ’ ὅτ’ ἀέξηται σικυὸς δροσερῷ ἐνὶ χώρῳ.
στελεόν, ῥαφανίδας ...., σικυοὺς τέτταρας. σικύδιον δ᾽ ὑποκοριστικῶς εἴρηκε Φρύνιχος ἐν Μονοτρόπῳ (I 377 K)·
- κἀντραγεῖν σικύδιον.
Θεόφραστος δέ φησι (h. pl. 7, 4, 6) σικυῶν τρία εἶναι γένη, Λακωνικόν, Σκυταλίαν, Βοιώτιον. καὶ τούτων τὸν μὲν Λακωνικὸν ὑδρευόμενον βελτίω γίνεσθαι, τοὺς δ᾽ ἄλλους ἀνύδρους. ‘γίνονται δέ, φησί, καὶ εὐχυλότεροι οἱ σικυοί, ἐὰν τὸ σπέρμα ἐν γάλακτι βραχὲν σπαρῇ ἢ ἐν μελικράτῳ.’ ἱστορεῖ δὲ ταῦτα ἐν φυτικοῖς
ΣΥΚΑ. ‘ἡ συκῆ, φησὶν ὁ Μάγνος· οὐδενὶ γὰρ τῶν περὶ σύκων λόγων παραχωρήσαιμι ἄν, κἂν ἀπὸ κράδης ἀποκρέμασθαι δέῃ· φιλόσυκος γάρ εἰμι δαιμονίως· λέξω τά μοι προσπίπτοντα — ἡ συκῆ, ἄνδρες φίλοι, ἡγεμὼν τοῦ καθαρείου βίου τοῖς ἀνθρώποις ἐγένετο. δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους ἱερὰν μὲν συκῆν τὸν τόπον ἐν ᾧ πρῶτον εὑρέθη, τὸν δ’ ἀπ’ αὐτῆς καρπὸν ἡγητηρίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς. τῶν δὲ σύκων
Ἴστρος δ’ ἐν τοῖς Ἀττικοῖς (FHG I 423) οὐδ’ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ’ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες· καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δ’ ἐν Ποιητῇ φησιν (II 365 K)·
- οἷα δ’ ἡ χώρα φέρει
- διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
- τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ τὸν Δία,
- πάνυ φέρει.
Φιλόμνηστος δ’ ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων φησίν (FHG IV 477)· ‘ἐπεὶ καὶ ὁ συκοφάντης ἐντεῦθεν προσηγορεύθη, διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ’ ὧν τὰ κοινὰ διῴκουν, καὶ τοὺς ταῦτα εἰσπράττοντας καὶ φαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας, αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν.’
- ὁ συκοφάντης οὐ δικαίως τοὔνομα
- ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.
- ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ’ ἀνήρ,
- τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον·
- νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν
- ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ’ οὕτως ἔχει.
Λακωνικοῦ δὲ σύκου μνημονεύει ἐν Γεωργοῖς Ἀριστοφάνης ταδὶ λέγων (I 419 K)·
μικρὸν δὲ αὐτὸ εἶπε διὰ τὸ μὴ μέγα εἶναι φυτόν. Ἄλεξις δ’ ἐν Ὀλυνθίῳ Φρυγίων σύκων μνημονεύων φησί (II 356 K)·
- συκᾶς φυτεύω πάντα πλὴν Λακωνικῆς·
- τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν.
- οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα.
τῶν δὲ καλουμένων φιβάλεων σύκων πολλοὶ μὲν μέμνηνται τῶν κωμῳδιοποιῶν, ἀτὰρ καὶ Φερεκράτης ἐν Κραπατάλλοις (I 167 K)·
- τό τε θειοφανὲς μητρῷον ἐμοὶ
- μελέδημ’ ἰσχάς,
- Φρυγίας εὑρήματα συκῆς.
Τηλεκλείδης δ’ ἐν Ἀμφικτύοσι (I 211 K)·
- ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας
- καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους
- κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας·
- κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.
καὶ τὰς μυρρίνας δὲ φιβαλέας λέγουσιν, ὡς Ἀπολλοφάνης ἐν Κρησί (I 798 K)·
- ὡς καλοὶ καὶ φιβάλεῳ.
χελιδονείων δὲ σύκων μνημονεύει Ἐπιγένης ἐν Βακχίῳ (II 417 K)·
- πρώτιστα δὲ
- τῶν μυρρινῶν ἐπὶ τὴν τράπεζαν βούλομαι,
- ἃς διαμασῶμ’ ὅταν τι βουλεύειν δέῃ,
- τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας ...
v.1.p.176
Ἀνδροτίων δὲ ἢ Φίλιππος ἢ Ἡγήμων ἐν τῷ Γεωργικῷ γένη συκῶν τάδε ἀναγράφει οὕτως· ‘ἐν μὲν οὖν τῷ πεδίῳ φυτεύειν χρὴ χελιδόνεων, ἐρινεών, λευκερινεών, φιβάλεων· ὀπωροβασιλίδας δὲ πανταχοῦ. ἔχει γάρ τι χρήσιμον ἕκαστον τὸ γένος. ἐπὶ δὲ τὸ πλεῖστον αἱ κόλουροι καὶ φορμύνιοι καὶ δίφοροι καὶ Μεγαρικαὶ καὶ Λακωνικαὶ συμφέρουσιν, ἐὰν ἔχωσιν ὕδωρ.’
- εἶτ’ ἔρχεται
- χελιδονείων μετ’ ὀλίγον σκληρῶν ἁδρὸς
- πινακίσκος.
τῶν δὲ ἐν Ῥόδῳ γινομένων σύκων μνημονεύει Λυγκεὺς ἐν ἐπιστολαῖς σύγκρισιν ποιούμενος τῶν Ἀθήνησι γινομένων καλλίστων πρὸς τὰ Ῥοδιακά. γράφει δὲ οὕτως. ‘τὰ δὲ ἐρινεὰ τοῖς Λακωνικοῖς ὥστε συκάμινα σύκοις δοκεῖν ἐρίζειν. καὶ ταῦτ’ οὐκ ἀπὸ δείπνου καθάπερ ἐκεῖ διεστραμμένης ἤδη διὰ τὴν πλησμονὴν τῆς γεύσεως, ἀλλ’ ἀθίκτου τῆς ἐπιθυμίας οὔσης πρὸ δείπνου παρατέθεικα.’ τῶν δ’ ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρουθίων καλουμένων σύκων εἰ ὁ Λυγκεὺς ἐγεύσατο ὥσπερ ἐγώ, ὀξυωπέστερος ἂν ἐγεγόνει παρὰ πολὺ τοῦ ὁμωνύμου· τοσαύτην ὑπεροχὴν ἔχει ταῦτα τὰ σῦκα πρὸς τὰ ἐν τῇ πάσῃ οἰκουμένῃ γινόμενα. ἐπαινεῖται δὲ καὶ ἄλλα σύκων γένη κατὰ τὴν Ῥώμην γινομένων,
Παρμένων δ’ ὁ Βυζάντιος ἐν τοῖς ἰάμβοις τὰ ἀπὸ Κανῶν τῆς Αἰολικῆς πόλεως ὡς διάφορα ἐπαινῶν φησιν (anth. l. B p. 220)·
ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος καὶ Νίκανδρος ὁ Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε (IV 448 M)·
- ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα
- Καναῖα φόρτον.
τῶν δ’ ἐν Πάρῳ τῇ νήσῳ — διάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχεν — Ἀρχίλοχος μνημονεύει λέγων οὕτως (fr. 51 B4)·
- πλὴν τό γ᾽ οἰνάριον πάνυ
- ἦν ὀξὺ καὶ πονηρόν, ὥστ’ ᾐσχυνόμην.
- τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία
- συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ
- ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.
λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν ἡ τὰ λευκὰ σῦκα φέρουσα. μνημονεύει δ’ αὐτῆς Ἕρμιππος ἐν Ἰάμβοις οὕτως (I 246 K)·
τῶν δ’ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι (fr. 680 N)·
- τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας.
καὶ Ἐπίχαρμος ἐν Σφιγγί (p. 252 L)·
- ἢ προσπηγνύναι
- κράδαις ἐριναῖς.
Σοφοκλῆς δ’ ἐν Ἑλένης Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών (fr. 183 N)·
- ἀλλ’ οὐχ ὅμοιά γ’ ἐρινοῖς οὐδαμῶς.
πέπων δ’ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι (II 343 K)·
- πέπων ἐρινὸς ... ἀχρεῖος ὢν
- ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ.
τὸ δὲ δένδρον ἡ ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. Στράττις Τρωίλῳ (I 723 K)·
- καὶ τί δεῖ
- λέγειν ἔθ’ ἡμᾶς τοὺς τὰ σῦχ’ ἑκάστοτε
- ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν
- τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ
- τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά.
- εἶθ’ ὃ μὲν ἔδωκεν ὡς τοιαῦτ’ ὠνούμενος
- τιμήν, ὃ δ’ ἐγκάψας τὸ κέρμ’ εἰς τὴν γνάθον
- ἐρίν’ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων.
καὶ Ὅμηρος· Od. 12.103
- ἐρινὸν οὖν τιν’ αὐτῆς πλησίον
- νενόηκας ὄντα;
Ἀμερίας δ’ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους.
- τῷ δ’ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς.
Ἑρμῶναξ δ’ ἐν Γλώτταις Κρητικαῖς σύκων γένη ἀναγράφει ἁμάδεα καὶ νικύλεα. Φιλήμων δ’ ἐν Ἀττικαῖς λέξεσι καλεῖσθαί φησί τινα σῦκα βασίλεια, ἀφ’ ὧν καλεῖσθαι καὶ τὰς βασιλίδας ἰσχάδας, προσιστορῶν ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. Σέλευκος δ’ ἐν ταῖς Γλώσσαις καὶ γλυκυσίδην τινὰ καλεῖσθαί φησι σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖαν φυλάσσεσθαι δὲ τὰς γυναῖκας ἐσθίειν διὰ τὸ ποιεῖν ματαισμούς, ὡς καὶ Πλάτων ὁ κωμῳδιοποιός φησιν ἐν Κλεοφῶντι (I 617 K). τὰ δὲ χειμερινὰ σῦκα Πάμφιλος καλεῖσθαί φησιν κοδώνεα ὑπὸ Ἀχαιῶν, τοῦτο λέγων Ἀριστοφάνην εἰρηκέναι ἐν Λακωνικαῖς Γλώσσαις (p. 188 N). κοράκεων δὲ σύκων εἶδος Ἕρμιππος ἐν Στρατιώταις παραδίδωσι διὰ τούτων (I 239 K)·
Θεόφραστος δ’ ἐν δευτέρω φυτῶν ἱστορίας συκῶν φησι γένος τοιοῦτόν τι εἶναι οἷον ἡ χαρίτιος Ἀράτειος καλουμένη. ἐν δὲ τῷ τρίτῳ (17, 5) περὶ τὴν Τρωικήν φησιν Ἴδην γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας· φέρειν δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος, στρογγυλώτερα δέ,
- τῶν φιβάλεων μάλιστ’ ἂν ἢ τῶν κοράκεων.
τῶν δὲ προδρόμων καλουμένων σύκων ὁ αὐτὸς Θεόφραστος μνημονεύει ἐν εʹ φυτικῶν αἰτίων οὕτως (1, 4)· ‘τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμός, ἐξεκαλέσατο τὴν βλάστησιν· ὅθεν καὶ οἱ πρόδρομοι.’ καὶ προελθὼν τάδε λέγει (1, 8)· ‘πάλιν δὲ τοὺς προδρόμους αἳ μὲν φέρουσιν, ἥ τε Λακωνικὴ καὶ ἡ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἳ δ’ οὐ φέρουσι.’ Σέλευκος δ’ ἐν Γλώσσαις πρῳτερικήν φησι καλεῖσθαι γένος τι συκῆς, ἥτις φέρει πρώιον τὸν καρπόν. διφόρου δὲ συκῆς μνημονεύει καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις (707)·
καὶ Ἀντιφάνης ἐν Σκληρίαις (II 96 K)·
- ὑμᾶς δὲ τέως θρῖα λαβόντας
- διφόρου συκῆς.
ὁ Θεόπομπος δὲ ἐν τῇ πεντηκοστῇ τετάρτῃ τῶν ἱστοριῶν (FHG I 324) κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ
- ἔστι γὰρ παρ’ αὐτὴν τὴν δίφορον συκῆν κάτω.
λέγει δὲ καὶ (h. pl. 2, 5, 5) τὴν συκῆν ἐὰν ἐν σκίλλῃ φυτευθῇ θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι· καὶ πάντα δὲ τὰ ἐν σκίλλῃ φυτευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίγνεσθαι. πάλιν δὲ ὁ Θεόφραστος ἐν τῷ βʹ τῶν αἰτίων (10, 2) ‘ἡ Ἰνδική, φησί, συκῆ καλουμένη θαυμαστὴ οὖσα τῷ μεγέθει μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα ἅπασαν τὴν τροφήν.’ ἐν δὲ τῷ δευτέρῳ τῆς φυτικῆς ἱστορίας ὁ φιλόσοφός φησιν· ‘ἔστι καὶ ἄλλο γένος συκῆς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, ὃ τὸ μὲν σῦκον ἔμπροσθε φέρει τοῦ θρίου, τὸν δὲ ὄλονθον ἐξόπισθεν. αἳ δὲ ὅλως ἐκ τοῦ ἔνου βλαστοῦ καὶ οὐκ ἐκ τοῦ νέου. πρῶτον δὲ τοῦτο τῶν σύκων πέπονά τε καὶ γλυκὺν ἔχει καὶ οὐχ ὥσπερ τὸν παρ’ ἡμῖν. γίνεται δὲ καὶ μείζων οὗτος πολὺ τῶν σύκων· ἡ δ’ ὥρα μετὰ τὴν βλάστησιν οὐ πολύ.’
οἶδα δὲ καὶ ἄλλα σύκων ὀνόματα λεγόμενα·
περὶ δὲ τῆς προσηγορίας τῶν σύκων λέγων Τρύφων ἐν δευτέρῳ φυτῶν ἱστορίας (fr. 119 V) Ἀνδροτίωνά φησιν ἐν Γεωργικῷ ἱστορεῖν Συκέα ἕνα τινὰ τῶν Τιτάνων διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί, ἀφ’ οὗ καὶ Συκέαν πόλιν εἶναι ἐν Κιλικίᾳ. Φερένικος δ’ ὁ ἐποποιός, Ἡρακλεώτης δὲ γένος, ἀπὸ Συκῆς τῆς Ὀξύλου θυγατρὸς προσαγορευθῆναι· Ὄξυλον γὰρ τὸν Ὀρείου Ἁμαδρυάδι τῇ ἀδελφῇ μιγέντα μετ’ ἄλλων γεννῆσαι Καρύαν, Βάλανον, Κράνειαν, Μορέαν, Αἴγειρον, Πτελέαν, Ἄμπελον, Συκῆν· καὶ ταύτας Ἁμαδρυάδας νύμφας καλεῖσθαι καὶ ἀπ’ αὐτῶν πολλὰ τῶν δένδρων προσαγορεύεσθαι. ὅθεν καὶ τὸν Ἱππώνακτα φάναι (fr. 34)·
Σωσίβιος δ’ ὁ Λάκων (FHG II 628) ἀποδεικνὺς εὕρημα Διονύσου τὴν συκῆν διὰ τοῦτό φησι καὶ Λακεδαιμονίους Συκίτην Διόνυσον τιμᾶν. Νάξιοι δέ, ὡς Ἀνδρίσκος, ἔτι δ’ Ἀγλαοσθένης ἱστοροῦσι (FHG IV 304), Μειλίχιον καλεῖσθαι τὸν Διόνυσον διὰ τὴν τοῦ συκίνου καρποῦ παράδοσιν. διὸ καὶ τὸ πρόσωπον τοῦ θεοῦ παρὰ τοῖς Ναξίοις τὸ μὲν τοῦ Βακχέως Διονύσου καλουμένου
- συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην.