Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΑΚΑΛΗΦΗ. λέγεται παρὰ τοῖς Ἀττικοῖς οὕτως καὶ τὸ βοτανῶδες καὶ τὸ κνησμοῦ αἴτιον. Ἀριστοφάνης Φοινίσσαις (I 534 K)· ‘πρῶτον πάντων ἴφυα φῦναι, εἶθ᾽ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.’
ΑΣΠΑΡΑΓΟΙ. οὗτοι καὶ ἕλειοι καὶ ὄρειοι καλοῦνται. ὧν οἱ κάλλιστοι οὐ σπείρονται, πάντων ὄντες τῶν ἐντὸς θεραπευτικοί. οἱ δὲ σπαρτοὶ καὶ σφόδρα ὑπερμεγέθεις γίνονται. ἐν Λιβύῃ δέ φασιν ἐν Γαιτουλίᾳ γίνεσθαι πάχος μὲν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα· ἐν δὲ τῇ ὀρεινῇ καὶ παρωκεανίτιδι
Ἀμειψίας (I 677 K)·
- κἄπειτ’ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.
Δίφιλος δέ φησιν ὡς ὁ τῆς κράμβης ἀσφάραγος λεγόμενος ἰδίως ὄρμενος εὐστομαχώτερός ἐστι καὶ εὐεκκριτώτερος, ὄψεων δὲ βλαπτικός. ἐστὶ δὲ δριμὺς καὶ οὐρητικὸς καὶ ἀδικεῖ νεφροὺς καὶ κύστιν. Ἀττικοὶ δ’ εἰσὶν οἱ λέγοντες ὄρμενον τὸν ἀπὸ τῆς κράμβης ἐξηνθηκότα. Σοφοκλῆς Ἰχνευταῖς (fr. 294 N)·
- οὐ σχῖνος οὐδ’ ἀσφάραγος, οὐ δάφνης κλάδοι.
παρὰ τὸ ἐξορούειν καὶ βλαστάνειν. Ἀντιφάνης δὲ διὰ τοῦ π φησὶν ἀσπάραγον (II 130 K)·
- κἀξορμενίζει κοὐκ ἐπισχολάζεται
- βλάστη.
Ἀριστοφῶν (II 282 K)· ‘κάππαριν, βληχώ, θύμον, ἀσπάραγον, πίτταν, ῥάμνον, σφακόν, πήγανον.’
- ἀσπάραγος ἠγλάιζεν, ὦχρος ἐξήνθηκέ τις.
καὶ πάλιν (p. 788)·
- ΚΟΧΛΙΑΣ. Φιλύλλιος (I 787 K)·
- οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.
Ἡσίοδος δὲ (op. 569) τὸν κοχλίαν φερέοικον καλεῖ. καὶ Ἀναξίλας δέ (II 274 K)·
- μαινίδες ....., σκόμβροι, κοχλίαι, κορακῖνοι.
Ἀχαιός (p. 587 N)·
- ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ,
- οἳ περιφέρουσ’ ὑπ’ ἀπιστίας τὰς οἰκίας.
v.1.p.148
προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον περὶ τῶν κοχλιῶν οὕτως·
- ἦ τοσούσδ’ Αἴτνη τρέφει
- κοχλίας κεράστας.
Ἀριστοτέλης δὲ ἐν εʹ περὶ ζῴων μορίων φησίν (h. a. V p. 544 a 23)· ‘οἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ μετοπώρῳ καὶ τοῦ ἔαρος· μόνοι τε (gen. an. III p. 762 a 32) οὗτοι τῶν ὀστρακοδέρμων συνδυαζόμενοι ὤφθησαν.’ Θεόφραστος δὲ ἐν τῷ περὶ φωλευόντων (fr. 176 W) ‘οἱ κοχλίαι, φησί, φωλεύουσι μὲν καὶ τοῦ χειμῶνος, μᾶλλον δὲ τοῦ θέρους. διὸ καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν. ἡ δὲ φωλεία τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων.’ λέγονται δέ τινες τῶν κοχλιῶν καὶ σέσιλοι. Ἐπίχαρμος (p. 281 L)·
- ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.
Ἀπολλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν κοχλίαν λέγειν. Ἀπολλόδωρος δὲ ἐν βʹ ἐτυμολογιῶν τῶν κοχλιῶν φησί τινας καλεῖσθαι κωλυσιδείπνους.
- τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι,
- κόγχων δὲ τὸν σέσιλον. Β. ἄπαγ’ ἐς τὸν φθόρον.
ΒΟΛΒΟΙ. τούτων Ἡρακλῆς ἐσθίειν παραιτεῖται ἐν Ἀμαλθείᾳ Εὐβούλου λέγων (II 166 K)·
Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι (II 399 K)·
- θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον,
- τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
v.1.p.149- κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ
- οὐδ’ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
- βολβοῖς τ’ ἐμαυτὸν χορτάσων ἐλήλυθα.
- ἃ δ’ εἴς τ’ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν
- καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ’ ἐδαινύμην,
- κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα,
- ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος
- ἁλίπαστα τρία.
Ξέναρχος ἐν Βουκολίωνι (II 467 K)·
- πίννας, κάραβον,
- βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια,
- τοσαῦτα· τούτων ἄν τις εὕρῃ φάρμακα
- ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα ....
Ἀρχέστρατος (fr. 5 Ri)·
- φθίνει δόμος
- ἀσυντάτοισι δεσποτῶν κεχρημένος
- τύχαις, ἀλάστωρ τ’ εἰσπέπαικε Πελοπιδῶν.
- ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς
- Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις
- ἑφθὸς βοηθῶν δυνατός ἐστ’ ἐπαρκέσαι·
- μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς
- φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων
- πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
- πίμπλησι λοπάδος στερροσώματον κύτος.
v.1.p.150
- βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι
- ταῖς τ’ ἄλλαις πάσῃσι παροψίσι.
Ἡρακλείδης ὁ Ταραντῖνος ἐν Συμποσίῳ· ‘βολβὸς καὶ κοχλίας καὶ ᾠὸν καὶ τὰ ὅμοια δοκεῖ σπέρματος εἶναι ποιητικά, οὐ διὰ τὸ πολύτροφα εἶναι, ἀλλὰ διὰ τὸ ὁμοειδεῖς ἔχειν τὰς πρώτας φύσεις αὐτὰς τὰς δυνάμεις τῷ σπέρματι.’ Δίφιλος· ‘οἱ βολβοὶ δύσπεπτοι μέν εἰσι, πολύτροφοι δὲ καὶ εὐστόμαχοι, ἔτι δὲ σμηκτικοὶ καὶ ἀμβλυντικοὶ ὄψεως, διεγερτικοὶ δ᾽ ἀφροδισίων.’ ἡ δὲ παροιμία φησίν·
διεγείρουσι δ’ ὄντως αὐτῶν πρὸς ἀφροδίσια οἱ βασιλικοὶ λεγόμενοι, οἳ καὶ κρείσσονες τῶν ἄλλων εἰσί· μεθ᾽ οὓς οἱ πυρροί. οἱ δὲ λευκοὶ καὶ Λιβυκοὶ σκιλλώδεις· χείρονες δὲ πάντων οἱ Αἰγύπτιοι.
- οὐδέν σ’ ὀνήσει βολβός, ἂν μὴ νεῦρ’ ἔχῃς.
αἱ δὲ βολβῖναι καλούμεναι εὐχυλότεραι μέν εἰσι τῶν βολβῶν, οὐ μὴν οὕτως εὐστόμαχοι διὰ τὸ γλυκάζον ἔχειν τι· παχυντικαί τε ἱκανῶς εἰσι διὰ τὴν πολλὴν σκληρότητα καὶ εὐέκκριτοι. μνημονεύει δὲ βολβίνης Μάτρων ἐν παρῳδίαις·
- σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω
- (Il. 2.488),
- μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις (Il. 2.323),
- βολβίνας θ᾽, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδοί
- (hymn. 16, 2),
- ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος,
v.1.p.151- λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας (Il. 10.437)·
- τάων φυομένων ἠράσσατο πότνια γαστήρ (Il. 20.223).
ὅτι Νίκανδρος (fr. 88 Schn) ‘Μεγαρῆας βολβοὺς’ ἐπαινεῖ. Θεόφραστος δ’ ἐν ζʹ Φυτικῶν (7, 13, 8) ‘ἐνιαχοῦ, φησίν, οὕτω γλυκεῖς εἰσιν οἱ βολβοὶ ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, ὥσπερ ἐν τῇ Ταυρικῇ Χερρονήσῳ.’ τὰ αὐτὰ ἱστορεῖ καὶ Φαινίας (FHG II 300). ἔστι δὲ καὶ γένος, φησί, βολβῶν, Θεόφραστος (ibid), ἐριοφόρων, ὃ φύεται ἐν αἰγιαλοῖς. ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω. ὑφαίνεται δ’ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια,’ ὡς καὶ Φαινίας φησί, ‘τὸ δὲ ἐν Ἰνδοῖς τριχῶδές ἐστι.’ περὶ δὲ τῆς τῶν βολβῶν σκευασίας Φιλήμων φησί (II 516 K)·
Ἡρακλείδης δ’ ὁ Ταραντῖνος τοῦ συμποσίου περιγράφων τοὺς βολβούς φησι· ‘περιγράφειν δεῖ τὴν πολλὴν βρῶσιν καὶ μάλιστα τῶν ἐχόντων ὅλκιμόν τι καὶ γλίσχρον, οἷον ᾠῶν, βολβῶν, ἀκροκωλίων, κοχλιῶν καὶ τῶν ὁμοίων. ἐπιμένει γὰρ τῇ κοιλίᾳ πλείονας χρόνους καὶ ἐμπλεκόμενα παρακατέχει τὰ ὑγρά.’
- τὸν βολβόν, εἰ βούλει, σκόπει
- ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι,
- σήσαμον, ἔλαιον, κρόμυον, ὄξος, σίλφιον.
- αὐτὸς δ’ ἐφ’ αὑτοῦ ᾽στιν πονηρὸς καὶ πικρός.
ΚΙΧΛΑΙ. καὶ τούτων ἦσαν καὶ ἄλλων ὀρνίθων ἀγέλαι ἐν τοῖς προπόμασι. Τηλεκλείδης (I 209 v. 12 K)·
Συρακούσιοι δὲ τὰς κίχλας κιχήλας λέγουσιν. Ἐπίχαρμος (p. 281 L)·
- ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽
- εἰσεπέτοντο.
μέμνηται τούτων καὶ Ἀριστοφάνης ἐν Νεφέλαις (v. 339). τρία δὲ γένη κιχλῶν Ἀριστοτέλης εἶναι ἱστορεῖ (h. a. IX p. 617 a 18), ὧν τὴν πρώτην καὶ μεγίστην κίσσῃ πάρισον εἶναι, ἣν καὶ καλεῖσθαι ἰξοφάγον, ἐπειδὴ ἰξὸν ἐσθίει· τὴν δὲ τῷ κοσσύφῳ ἴσην, ἣν ὀνομάζεσθαι τριχάδα· τὴν δὲ τρίτην ἐλαχίστην τῶν προειρημένων οὖσαν ἰλλάδα ὀνομάζεσθαι. οἳ δὲ τυλάδα λέγουσιν, ὡς Ἀλέξανδρος ἱστορεῖ ὁ Μύνδιος· ἣν καὶ συναγελαστικὴν εἶναι καὶ νεοττεύειν ὡς καὶ τὰς χελιδόνας.
- τάς τ’ ἐλαιοφιλοφάγους κιχήλας.
ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον, ἐπιγραφόμενον δὲ Ἐπικιχλίδες, ἔτυχε ταύτης τῆς προσηγορίας διὰ τὸ τὸν Ὅμηρον ᾄδοντα αὐτὸ τοῖς παισὶ κίχλας δῶρον λαμβάνειν, ἱστορεῖ Μέναιχμος ἐν τῷ περὶ τεχνιτῶν (fr. 8 M).
ΣΥΚΑΛΙΔΕΣ. Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ· ‘ἅτερος τῶν αἰγιθαλῶν ὑφ’ ὧν μὲν ἔλαιον καλεῖται, ὑπὸ δέ τινων πυρρίας· συκαλὶς δ᾽, ὅταν ἀκμάζῃ τὰ σῦκα.’ δύο δ’ εἶναι γένη αὐτοῦ συκαλίδα καὶ μελαγκόρυφον. Ἐπίχαρμος (p. 237 L)· ‘ἀγλαὰς συκαλλίδας.’ καὶ πάλιν (p. 240)·
ἁλίσκονται δ’ αὗται τῷ τῶν σύκων καιρῷ. διὸ βέλτιον ὀνομάζοιτ’ ἂν δι’ ἑνὸς λ· διὰ δὲ τὸ μέτρον Ἐπίχαρμος διὰ δυεῖν εἴρηκεν.
- ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
- τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες.
- ΣΠΙΝΟΙ. Εὔβουλος (II 214 K)·
- Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται
- ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον
- ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
- πνίγειν τε παχέων ἀρνίων στηθύνια
- τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
- ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια
- πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
- πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
ΚΟΨΙΧΟΙ. Νικόστρατος ἢ Φιλέταιρος (II 221 K)·
Ἀντιφάνης δὲ καὶ ΨΑΡΑΣ ἐν τοῖς βρώμασι καταλέγει (II 130 K)·
- τί οὖν ἀγοράσω; φράζε γάρ.
- Β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· δασύποδα,
- ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία
- ὁπόσα σὺ βούλει καὶ κίχλας καὶ κοψίχους,
- ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά·
- χάριεν γάρ.
πάντων ἡμᾶς λόγον ἀπαιτεῖς καὶ οὐδ’ ὁτιοῦν ἔξεστιν εἰπεῖν ἀνυπεύθυνον.
- μέλι, πέρδικες,
- φάτται, νῆτται, χῆνες, ψᾶρες,
- κίττα, κολοιός, κόψιχος, ὄρτυξ,
- ὄρνις θήλεια.
ὅτι τὸ ΣΤΡΟΥΘΑΡΙΟΝ παρ’ ἄλλοις τε καὶ δὴ καὶ παρ’ Εὐβούλῳ (II 208 K)·
- περδίκια
- λαβὲ τέτταρ’ ἢ καὶ πέντε, δασύποδας δὲ τρεῖς,
- στρουθάριά θ’ οἷον ἐντραγεῖν, ἀκανθυλλίδας,
- καὶ βιττάκους, σπινίδια, κερχνῇδας
- τά τ’ ἄλλ’ ἅττ’ ἂν ἐπιτύχῃς.
ΕΓΚΕΦΑΛΟΙ ΧΟΙΡΕΙΟΙ. τούτων ἡμᾶς ἐσθίειν οὐκ εἴων οἱ φιλόσοφοι φάσκοντες τοὺς αὐτῶν μεταλαμβάνοντας ‘ἶσον καὶ κυάμων τρώγειν κεφαλῶν τε’ οὐ ‘τοκήων’ μόνον, ἀλλὰ καὶ τῶν ἄλλων βεβήλων. οὐδένα γοῦν τῶν ἀρχαίων βεβρωκέναι διὰ τὸ τὰς αἰσθήσεις ἁπάσας σχεδὸν ἐν αὐτῷ εἶναι. Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος οὐδ’ ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον· καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν Λίχαν ἐς θάλασσαν οὐκ ὀνομάσαι ἐγκέφαλον, ἀλλὰ λευκὸν μυελόν, ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον (781)·
καίτοι τἄλλα διαρρήδην ὀνομάσαντα. καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφέντα φησί (Tro. 1173)·
- κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει μέσου
- κρατὸς διασπαρέντος αἵματός θ’ ὁμοῦ,
ἔχει δὲ ἐπίστασιν ἡ τῶν ποιημάτων τούτων ἐκδοχή. καὶ γὰρ Φιλοκλῆς τε ἐγκέφαλόν φησιν (p. 589 N)·
- δύστηνε, κρατὸς ὥς σ’ ἔκειρεν ἀθλίως
- τείχη πατρῷα, Λοξίου πυργώματα,
- ὃν πόλλ’ ἐκήπευσ’ ἡ τεκοῦσα βόστρυχον
- φιλήμασίν τ’ ἔδωκεν· ἔνθεν ἐκγελᾷ
- ὀστέων ῥαγέντων φόνος, ἵν’ αἰσχρὰ μὴ λέγω.
καὶ Ἀριστοφάνης (ran. 134)·
- οὐδ’ ἂν ἐγκέφαλον ἔσθων λίποι,
καὶ ἄλλοι. λευκὸν οὖν ἂν εἴη μυελὸν εἰρηκὼς Σοφοκλῆς ποιητικῶς, Εὐριπίδης δὲ τὸ τῆς προσόψεως εἰδεχθὲς καὶ αἰσχρὸν οὐχ αἱρούμενος ἐναργῶς ἐμφανίσαι ἐδήλωσεν ὡς ἐβούλετο. ὅτι δ’ ἱερὸν ἐνόμιζον τὴν κεφαλὴν δῆλον ἐκ τοῦ καὶ κατ’ αὐτῆς ὀμνύειν καὶ τοὺς γινομένους ἀπ’ αὐτῆς πταρμοὺς προσκυνεῖν ὡς ἱερούς. ἀλλὰ μὴν καὶ τὰς συγκαταθέσεις βεβαιοῦμεν τῇ ταύτης ἐπινεύσει, ὡς καὶ ὁ Ὁμηρικὸς Ζεύς φησιν (A 524)·
- ἀπολέσαιμ’ ἂν ἐγκεφάλου θρίω δύο,
- εἰ δ’ ἄγε τοι κεφαλῇ ἐπινεύσομαι.
ὅτι εἰς τὸ πρόπομα καὶ ταῦτα ἐνεβάλλοντο, πέπερι, φυλλίς, σμύρνα, κύπειρον, μύρον Αἰγύπτιον. Ἀντιφάνης (II 125 K)·
πάλιν (ibid)·
- ἂν μὲν ἄρα πέπερι πριάμενός τις εἰσφέρῃ,
- στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον.
Εὔβουλος (II 210 K)·
- νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου
- ζητεῖν.
Ὠφελίων (II 294 K)·
- κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος
- τρίψασ’ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν.
Νίκανδρος Θηριακοῖς (875)·
- Λιβυκὸν πέπερι θυμίαμα καὶ βιβλίον
- Πλάτωνος ἐμβρόντητον.
Θεόφραστος ἐν φυτῶν ἱστορίᾳ (9, 20, 1)· ‘τὸ πέπερι καρπὸς μέν ἐστι, διττὸν δὲ αὐτοῦ τὸ γένος· τὸ μὲν στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον ὑπέρυθρον, τὸ δὲ πρόμηκες, μέλαν, σπερμάτια μηκωνικὰ ἔχον. ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου, θερμαντικὰ δὲ ἄμφω· διὸ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτα.’ ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει (fr. 166)· ‘ἡ δὲ τούτων ἀνάκτησις ὄξους ἐγχύσει καὶ πεπέριδος ἢ κνίδης καρπῷ τριφθείσης.’ τοῦτο δ’ ἡμᾶς τηρῆσαι δεῖ ὅτι οὐδέτερον ὄνομα οὐδέν ἐστι παρὰ τοῖς Ἕλλησιν εἰς ῑ λῆγον, εἰ
- ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης,
- πολλάκι δ’ ἢ πέπερι κόψας νέον ἢ ἀπὸ Μήδων
- κάρδαμον.
ΕΛΑΙΟΝ. Σαμιακοῦ ἐλαίου μνημονεύει Ἀντιφάνης ἢ Ἄλεξις (II 134 K)·
Καρικοῦ δὲ Ὠφελίων (II 294 K)·
- οὑτοσὶ δέ σοι
- τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ
- ἐστιν μετρητής.
Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι (fr. 3 M)· ‘φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφ’ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ.’ Κτησίας δ’ ἐν Καρμανίᾳ φησὶ (fr. 96 M) γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾧ χρῆσθαι βασιλέα· ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τούτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, ‘ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.’ ἀλλὰ μὴν οὐδὲ Δίνων ἐν τῇ Περσικῇ πραγματείᾳ (FHG II 92)· ὅς γέ φησι καὶ ἅλας Ἀμμωνιακὸν ἀπ’ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ καὶ ὕδωρ ἐκ τοῦ Νείλου. ἐλαίου δὲ τοῦ ὠμοτριβοῦς καλουμένου μέμνηται Θεόφραστος ἐν τῷ περὶ ὀδμῶν φάσκων (c. 4, 14. 15) αὐτὸ γίνεσθαι ἐκ τῶν φαυλιῶν ἐλαιῶν καὶ ἐξ ἀμυγδάλων. τοῦ δὲ ἐν Θουρίοις γινομένου ἐλαίου ὡς διαφόρου μνημονεύει Ἄμφις (II 248 K)·
- ἐλαίῳ Καρικῷ
- ἀλείφεται.
- ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ.
v.1.p.158
Φερεκράτης (I 197 K)·
- ΓΑΡΟΣ. Κρατῖνος (I 95 K)·
- ὁ τάλαρος ὑμῶν διάπλεως ἔσται γάρου.
Σοφοκλῆς Τριπτολέμῳ (fr. 545 N)·
- ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.
Πλάτων (I 656 K)·
- τοῦ ταριχηροῦ γάρου.
ὅτι δ’ ἀρσενικόν ἐστι τοὔνομα Αἰσχύλος δηλοῖ εἰπών (fr. 55 N)·
- ἐν σαπρῷ γάρῳ
- βάπτοντες ἀποπνίξουσί με.
- καὶ τὸν ἰχθύων γάρον.
ΟΞΟΣ. τοῦτο μόνον Ἀττικοὶ τῶν ἡδυσμάτων ἦδος καλοῦσι. κάλλιστον δ’ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον. Ἀριστοφάνης δὲ ἐν Πλούτῳ φησίν (720)·
Δίδυμος δ’ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησιν· ‘ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς.’ μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου (I 561 K)·
- ὄξει διέμενος Σφηττίῳ.
καὶ Δίφιλος (II 572 K)·
- ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.
Φιλωνίδης (I 256 K)·
- δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς,
- ὄξους δὲ κοτύλην — Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον
- χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
ὁ δὲ Ταραντῖνος Ἡρακλείδης ἐν τῷ Συμποσίῳ φησί· ‘τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ δ᾽ ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς.’ ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις (II 400 K)·
- τὰ καταχύσματα
- αὐτοῖσιν ὄξος οὐκ ἔχει.
v.1.p.159
λεκτέον δὲ ὀξύγαρον διὰ τοῦ ῡ καὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον· ἐπεὶ καὶ Λυσίας ἐν τῷ κατὰ Θεοπόμπου αἰκίας εἴρηκεν (fr. 111 Tur)· ‘ἐγὼ δ’ ὀξύμελι πίνω.’ οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον.
- κοτύλας τέτταρας
- ἀναγκάσας με μεστὰς αὐτοῦ σπάσαι
- ὄξους Δεκελεικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις.
καὶ παρ’ Αἰσχύλῳ (fr. 299)·
- ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ (fr. 609 N)·
- καὶ βορᾶς ἀρτύματα.
καὶ Θεόπομπος δέ φησι (FHG I 298 fr. 125)· ‘πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον.’ τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ (fr. 1014 N)·
- διαβρέχεις τἀρτύματα.
Κρατῖνος (I 101 K)·
- ἐγὼ μάγειρος ἀρτύσω σοφῶς.
Εὔπολις (I 347 K)·
- γλαῦκον οὐ πρὸς παντὸς ἀνδρόσ ἐστιν ἀρτῦσαι
- καλῶς.
v.1.p.160
(II 69 K)·
- ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ.
- ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης
κύμινον (cf. Plin. 19, 161. 20, 161).
- ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου,
- σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου,
- βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,
- καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.
- ὅτι οἴδασιν οἱ παλαοὶ τὸ Αἰθιοπικὸν καλούμενον
ὅτι εἴρηται ἀρσενικῶς ὁ θύμος καὶ ὁ ὀρίγανος. Ἀναξανδρίδης (II 157 K)·
Ἴων (fr. 5 B4)·
- ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ
- σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.
θηλυκῶς δὲ Πλάτων ἢ Κάνθαρος (I 641 K)·
- αὐτὰρ ὅ γ’ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.
οὐδετέρως δ’ Ἐπίχαρμος καὶ Ἀμειψίας (I 678 K). τὸν δὲ θύμον ἀρσενικῶς Νίκανδρος ἐν Μελισσουργικοῖς (fr. 92 Schn).
- ἢ ᾽ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον.
ὅτι τοὺς πέπονας Κρατῖνος μὲν ΣΙΚΥΟΥΣ σπερματίας κέκληκεν ἐν Ὀδυσσεῦσι (I 56 K)·
Πλάτων Λαίῳ (I 618 K)·
- ποῦ ποτ’ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα
- φίλον;
- Β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.
v.1.p.161
Ἀναξίλας (II 274 K)·
- οὐχ ὁρᾷς ὅτι
- ὁ μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους,
- ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται
- σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων.
Θεόπομπος (I 752 K)·
- τὰ δὲ σφύρ’ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.
Φαινίας (FHG II 300)· ‘βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον. κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή.’ Διοκλῆς δ’ ὁ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα (ταύτης κρατίστην τὴν μέλαιναν), κάρδαμον, κορίαννον, σίναπυ, κρόμμυον (τούτου εἶδος ἀσκαλώνιον καὶ γήτειον), σκόροδον, φύσιγγες, σικυός, πέπων, μήκων. καὶ μετ’ ὀλίγα· ‘ὁ πέπων δ᾽ ἐστὶν εὐκαρδιώτερος καὶ εὐπεπτότερος. ἑφθὸς δ’ ὁ σικυὸς ἁπαλὸς ἄλυπος, οὐρητικός. ὁ δὲ πέπων ἑψηθεὶς ἐν μελικράτῳ διαχωρητικώτερος.’ Σπεύσιππος δ’ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν· Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν· καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει. Δίφιλος δέ φησιν· ‘ὁ πέπων εὐχυλότερός ἐστι
- μαλθακωτέρα
- πέπονος σικυοῦ μοι γέγονε.
ΘΡΙΔΑΞ. ταύτην Ἀττικοὶ θριδακίνην καλοῦσιν. Ἐπίχαρμος (p. 281 L)·
θριδακινίδας δ’ εἴρηκε Στράττις (I 730 K)·
- θρίδακος ἀπολελεμμένας τὸν καυλόν.
Θεόφραστος δέ φησι (h. pl. 7, 4, 5)· ‘τῆς θριδακίνης ἡ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δ᾽ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δ’ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς γίνονται πλατύκαυλοι ὥστ’ ἐνίους καὶ θύραις χρῆσθαι κηπουρικαῖς.’ τῶν δὲ καυλῶν φησι (7, 2, 4) κολουσθέντων ἡδίους τοὺς παλιμβλαστεῖς εἶναι.
- πρασοκουρίδες, αἳ καταφύλλους
- ἀνὰ κήπους πεντήκοντα ποδῶν
- ἴχνεσι βαίνετ᾽, ἐφαπτόμεναι
- ποδοῖν σατυριδίων
- μακροκέρκων, χοροὺς
- ἑλίσσουσαι παρ’ ὠκίμων
- πέταλα καὶ θριδακινίδων
- εὐόσμων τε σελίνων.
Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν βʹ Γλωσσῶν (fr. 120 Schn) βρένθιν λέγεσθαί φησι παρὰ Κυπρίοις θρίδακα, οὗ ὁ Ἄδωνις καταφυγὼν ὑπὸ τοῦ
καὶ Καλλίμαχος δέ φησιν (fr. 371 Schn.) ὅτι ἡ Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ’ ἐν Ἀστύτοις φησί (II 169 K)·
- ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις,
- ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ’ ἐτῶν,
- ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,
- στρέφοιθ’ ὅλην τὴν νύκτ’ ἂν οὐδὲ ἓν πλέον
- ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
- τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.
Κρατῖνος δέ φησι (I 110 K) Φάωνος ἐρασθεῖσαν τὴν Ἀφροδίτην ἐν ‘καλαῖς θριδακίναις’ αὐτὸν ἀποκρύψαι, Μαρσύας δ’ ὁ νεώτερος (scr. Al. M. p. 46) ἐν χλόῃ κριθῶν. Ἱππώνακτα δὲ (fr. 135) τετρακίνην τὴν θρίδακα καλεῖν Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας οὕτω καλεῖν. Λύκος δ’ ὁ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι
- μὴ παρατίθει σύ μοι θριδακίνας, ὦ γύναι,
- ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ.
- ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ
- τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις·
- ὥστ’ ἐστὶ νεκύων βρῶμα.