Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. Εὔβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα (II 196 K)·
  2. τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω
  3. τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ἕνα,
  4. ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον
  5. ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ’ ὕπνου,
  6. ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι
  7. οἴκαδε βαδίζουσ᾽. ὁ δὲ τέταρτος οὐκ ἔτι
  8. ἡμέτερός ἐστ᾽, ἀλλ’ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς·
  9. ἕκτος δὲ κώμων· ἕβδομος δ’ ὑπωπίων·
  10. ὁ δ᾽ ὄγδοος κλητῆρος· ὁ δ’ ἔνατος χολῆς·
  11. δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ.
  12. πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς
  13. ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.
Ἐπίχαρμος δέ φησιν (p. 271 L)·
  1. ἐκ μὲν θυσίας θοίνα ...,
ἐκ δὲ θοίνας πόσις ἐγένετο. Β. χάριεν, ὥς γ’ ἐμοὶ
  1. δοκεῖ.
    v.1.p.84
  2. Α. ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δ’ ἐγένεθ’ ὑανία·
  3. ἐκ δ’ ὑανίας δίκα ..., ἐκ δίκας δὲ καταδίκα,
  4. ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία.
Πανύασις δ’ ὁ ἐποποιὸς τὴν μὲν πρώτην πόσιν ἀπονέμει Χάρισιν, Ὥραις καὶ Διονύσῳ, τὴν δὲ δευτέραν Ἀφροδίτῃ καὶ πάλιν Διονύσῳ, Ὕβρει δὲ καὶ Ἄτῃ τὴν τρίτην. Πανύασίς φησι (fr. 13 Ki)·
  1. πρῶται μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι
  2. μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν.
  3. τοῖς δ’ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος.
  4. ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου·
  5. εἴ τις τόν γε πίοι καὶ ἀπότροπος οἴκαδ᾽ ἀπέλθοι
  6. δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι·
  7. ἀλλ’ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι
  8. πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης
  9. γίνεται ἀργαλέα, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει.
  10. ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο,
  11. στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους·
  12. δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου
  13. πινομένης, μή σ’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ,
  14. ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν.
  15. ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.
    v.1.p.85
καὶ ἑξῆς περὶ ἀμέτρου οἴνου (fr. 14, 6 Ki)·
  1. ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσ’ ἅμ᾽ ὀπηδεῖ.
κατὰ γὰρ τὸν Εὐριπίδην (Cycl. 534)·
  1. πληγὰς ὁ κῶμος λοίδορόν θ’ ὕβριν φέρει.
ὅθεν τινὲς τὴν Διονύσου γένεσιν καὶ τὴν τῆς Ὕβρεως κατὰ ταὐτὰ γενέσθαι φασίν.

Ἄλεξις δέ πού φησιν (II 313 K) ὡς

  1. ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν
  2. τρόπον τιν’ ἐστί. τὸν γὰρ οἶνον τὸν νέον
  3. πολλή ᾽στ’ ἀνάγκη καὶ τὸν ἄνδρ’ ἀποζέσαι
  4. πρώτιστον ἀφυβρίσαι τ᾽, ἀπανθήσαντα δὲ
  5. σκληρὸν γενέσθαι, παρακμάσαντα δ’ ὧν λέγω
  6. τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω
  7. ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε
  8. πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν
  9. ἡδύν θ’ ἅπασι τοὐπίλοιπον διατελεῖν.
κατὰ δὲ τὸν Κυρηναῖον ποιητὴν (Eratosth. fr. 34 Hi)·
  1. οἶνός θ’ ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ’ ἂν ἐς ἄνδρας
  2. ἔλθῃ· κυμαίνει δ’ οἷα Λίβυσσαν ἅλα
  3. βορρῆς ἠὲ νότος· τὰ δὲ καὶ κεκρυμμένα φαίνει
  4. βυσσόθεν· ἐκ δ’ ἀνδρῶν πάντ’ ἐτίναξε νόον.
ἀλλαχοῦ δὲ τοὐναντίον φησὶν Ἄλεξις (II 399 K)·
  1. οὐδέν .. ἔοικ’ ἄνθρωπος οἴνῳ τὴν φύσιν.
  2. ὃ μὲν γὰρ ἀπογηρὰς ἀηδὴς γίνεται,
    v.1.p.86
  3. οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν.
  4. ὃ μὲν δάκνει γάρ, ὃ δ’ ἱλαροὺς ἡμᾶς ποιεῖ.
Πανύασις δὲ λέγει (fr. 12, 12 Ki)·
  1. οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ,
  2. ἐσθλόν, ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ.
  3. ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαίης τε,
  4. ἐν δὲ χοροιτυπίης, ἐν δ’ ἱμερτῆς φιλότητος.
  5. τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ
  6. πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε παῖδα
  7. ἧσθαι πλημμύροντα, λελησμένον εὐφροσυνάων.
καὶ πάλιν (fr. 14)·
  1. .. οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον,
  2. ἀγλαός· ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί,
  3. πάντες δ’ ὀρχησμοί, πᾶσαι δ’ ἐραταὶ φιλότητες.
  4. πάσας δ’ ἐκ κραδίας ἀνίας ἀνδρῶν ἀλαπάζει
  5. πινόμενος κατὰ μέτρον· ὑπὲρ μέτρον δὲ χερείων.