Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

τὸ πολὺ τῆς ἡμέρας προσεπιμετρεῖ τῷ ὕπνῳ.

  1. οὐκ εἴων με οἱ λόγοι, οὓς ἀπεμνημόνευσας, ὄντες
ποικίλοι ὕπνῳ διδόναι σχολήν.
  1. οὐκ ἀπὸ σκοποῦ τοξεύειν.
    v.1.p.81
ὅτι τὸν οἶνον ὁ Κολοφώνιος Νίκανδρος ὠνομάσθαι φησὶν ἀπὸ Οἰνέως (fr. 86 Sch)·
  1. Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν
  2. οἶνον ἔκλησε.
φησὶ δὲ καὶ Μελανιππίδης ὁ Μήλιος (III 591 B4)·
  1. ἐπώνυμον, δέσποτ᾽, οἶνον Οἰνέως.
Ἑκαταῖος δ’ ὁ Μιλήσιος τὴν ἄμπελον ἐν Αἰτωλίᾳ λέγων εὑρεθῆναί φησι καὶ τάδε (FHG I 26)· ‘Ὀρεσθεὺς ὁ Δευκαλίωνος ἦλθεν εἰς Αἰτωλίαν ἐπὶ βασιλείᾳ, καὶ κύων αὐτοῦ στέλεχος ἔτεκε· καὶ ὃς ἐκέλευσεν αὐτὸ κατορυχθῆναι, καὶ ἐξ αὐτοῦ ἔφυ ἄμπελος πολυστάφυλος, διὸ καὶ τὸν αὑτοῦ παῖδα Φύτιον ἐκάλεσε. τούτου δ’ Οἰνεὺς ἐγένετο κληθεὶς ἀπὸ τῶν ἀμπέλων.’ οἱ γὰρ παλαιοί, φησίν, Ἕλληνες οἴνας ἐκάλουν τὰς ἀμπέλους. ‘Οἰνέως δ’ ἐγένετο Αἰτωλός.’ Πλάτων δ’ ἐν Κρατύλῳ (p. 406 c) ἐτυμολογῶν τὸν οἶνον οἰόνουν αὐτόν φησιν εἶναι διὰ τὸ οἰήσεως ἡμῶν τὸν νοῦν ἐμπιπλᾶν. ἢ τάχα ἀπὸ τῆς ὀνήσεως κέκληται· παρετυμολογῶν γὰρ Ὅμηρος τὴν φωνὴν ὧδέ πώς φησιν (Z 260)·
  1. ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.
καὶ γὰρ τὰ βρώματα ὀνείατα καλεῖν εἴωθεν ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς.

  1. οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον
  2. θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.
ὁ τῶν Κυπρίων τοῦτό φησι ποιητής (fr. 10 Ki), ὅστις ἂν εἴη. Δίφιλος δ’ ὁ κωμικός φησιν (II 569 K)·
v.1.p.82
  1. ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε
  2. Διόνυσε καὶ σοφώταθ᾽, ὡς ἡδύς τις εἶ·
  3. ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος,
  4. τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν
  5. τόν τ’ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν ...
ὁ δὲ Κυθήριος Φιλόξενος λέγει (fr. 16 B4)· ‘εὐρείτας οἶνος πάμφωνος.’ Χαιρήμων δὲ ὁ τραγῳδὸς (p. 611 N) παρασκευάζειν φησὶ τὸν οἶνον τοῖς χρωμένοις
  1. γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν.
Ἴων δ’ ὁ Χῖός φησιν (II 255 B4)·
  1. ἄδαμνον
  2. παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον
  3. βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον,
  4. — — ἀνθρώπων πρύτανιν. —
  5. ὁ Μνησίθεος δ’ ἔφη τὸν οἶνον τοὺς θεοὺς
  6. θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις
  7. ἀγαθὸν μέγιστον, τοῖς δ’ ἀτάκτως τοὔμπαλιν,
  8. (τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις
  9. ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν)
  10. εἰς τὴν ἰατρικήν τε χρησιμώτατον·
  11. καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται
  12. καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει.
  13. ἐν ταῖς συνουσίαις τε ταῖς καθ’ ἡμέραν
  14. τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον
    v.1.p.83
  15. εὐθυμίαν· ἐὰν δ’ ὑπερβάλῃς, ὕβριν·
  16. ἐὰν δ’ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ·
  17. ἐὰν δ’ ἄκρατον, παράλυσιν τῶν σωμάτων.
  18. διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ
  19. ἰατρόν.
ἡ δὲ Πυθία εἴρηκέ τισι Διόνυσον ὑγιάτην καλεῖν.