Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ἐπεὶ δὲ Ἀλεξανδρείας ἐμνημόνευσα, οἶδά τινα ἐν τῇ καλῇ ταύτῃ πόλει καλούμενον στέφανον ΑΝΤΙΝΟΕΙΟΝ γινόμενον ἐκ τοῦ αὐτόθι καλουμένου λωτοῦ. φύεται δ’ οὗτος ἐν λίμναις θέρους ὥρᾳ, καὶ εἰσὶν αὐτοῦ χροιαὶ δύο, ἣ μὲν τῷ ῥόδῳ ἐοικυῖα· ἐκ τούτου δὲ ὁ πλεκόμενος στέφανος κυρίως Ἀντινόειος καλεῖται· ὁ δὲ ἕτερος λώτινος ὀνομάζεται, κυανέαν ἔχων τὴν χροιάν. καὶ Παγκράτης τις τῶν ἐπιχωρίων ποιητής, ὃν καὶ ἡμεῖς ἔγνωμεν, Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι τῇ Ἀλεξανδρείᾳ μετὰ πολλῆς τερατείας ἐπέδειξεν τὸν ῥοδίζοντα λωτόν, φάσκων αὐτὸν δεῖν καλεῖν Ἀντινόειον, ἀναπεμφθέντα ὑπὸ τῆς γῆς ὅτε τὸ αἷμα ἐδέξατο τοῦ
- οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδ’ ὑάκινθον
- πορφυρέην γλαυκοῦ τε χελιδονίοιο πέτηλα
- καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν·
- οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο.
ΠΥΛΕΩΝ. οὕτως καλεῖται ὁ στέφανος ὃν τῇ Ἥρᾳ περιτιθέασιν Λάκωνες, ὥς φησιν Πάμφιλος.
ἀλλὰ μὴν καὶ ΙΑΚΧΑΝ τινὰ καλούμενον οἶδα στέφανον ὑπὸ Σικυωνίων, ὥς φησι Τιμαχίδας ἐν ταῖς Γλώσσαις. Φιλητᾶς δ᾽ οὕτως γράφει (fr. 45 B)· ‘Ἰάκχα, ἐν τῇ Σικυωνίᾳ στεφάνωμα εὐῶδες·
Σέλευκος δ’ ἐν ταῖς Γλώσσαις ΕΛΛΩΤΙΔΑ καλεῖσθαί φησι τὸν ἐκ μυρρίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν κʹ, πομπεύειν τε ἐν τῇ τῶν
- ἕστηκ’ ἀμφὶ κόμας εὐώδεας ἀγχόθι πατρὸς
- καλὸν Ἰακχαῖον θηκαμένη στέφανον.’
ΘΥΡΕΑΤΙΚΟΙ. οὕτω καλοῦνταί τινες στέφανοι παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιος ἐν τοῖς περὶ Θυσιῶν (FHG II 626), ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνομάζεσθαι, ὄντας ἐκ φοινίκων. φέρειν δ’ αὐτοὺς ὑπόμνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσιν. χοροὶ δ’ εἰσὶν τὸ μὲν πρόσω παίδων ..... τὸ δ᾽ ἐξ ἀρίστου ἀνδρῶν, γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλητᾶ καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας.
ΜΕΛΙΛΩΤΙΝΩΝ δὲ στεφάνων μνημονεύει Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ οὕτως (II 337 K)·
ΕΠΙΘΥΜΙΣ. Σέλευκός φησι ‘τὰ πάντα στεφανώματα.’ Τιμαχίδας δέ φησιν τὰ παντοδαπὰ στεφανώματα ἃ τὰς γυναῖκας φορεῖν οὕτως καλεῖσθαι. ΥΠΟΘΥΜΙΣ δὲ καὶ ὑποθυμίδες στέφανοι παρ’ Αἰολεῦσιν καὶ Ἴωσιν, οὓς περὶ τοὺς τραχήλους περιετίθεντο, ὡς σαφῶς ἔστιν μαθεῖν ἐκ τῆς Ἀλκαίου καὶ Ἀνακρέοντος ποιήσεως (cf. cap. 16). Φιλητᾶς δ᾽ ἐν τοῖς Ἀτάκτοις (fr. 58 B) ὑποθυμίδα Λεσβίους φησὶν καλεῖν μυρσίνης κλῶνα, περὶ ὃν πλέκειν ἴα καὶ ἄλλα ἄνθη. καὶ ὑπογλωττὶς δὲ στεφάνου ἐστὶν εἶδος. Θεόδωρος δ᾽ ἐν
- στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους.
εὑρίσκω δὲ καὶ παρὰ τοῖς κωμικοῖς ΚΥΛΙΣΤΟΝ τινα καλούμενον στέφανον καὶ μνημονεύοντα αὐτοῦ Ἄρχιππον ἐν Ῥίνωνι διὰ τούτων (I 687 K)·
Ἄλεξις δ’ ἐν μὲν Ἀγωνίδι ἢ Ἱππίσκῳ (II 298 K)·
- ἀθῷος ἀποδοὺς θοἰμάτιον ἀπέρχεται,
- στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε.
ἐν δὲ τῷ Σκίρωνί φησι (ib. 373)·
- ὁ τρίτος οὗτος δ’ ἔχει
- σύκων κυλιστὸν στέφανον. ἀλλ’ ἔχαιρε καὶ
- ζῶν τοῖς τοιούτοις.
μνημονεύει δ’ αὐτοῦ καὶ Ἀντιφάνης ἐν Ἑαυτοῦ Ἐρῶντι (ib. 31), Εὔβουλος δ’ ἐν Οἰνομάῳ ἢ Πέλοπι (ib. 190)·
- ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.
τίς οὖν οὗτος ὁ κυλιστός; οἶδα γὰρ τὸν Θυατειρηνὸν Νίκανδρον ἐν τοῖς Ἀττικοῖς Ὀνόμασι λέγοντα τάδε· ‘ἐκκύλιστοι στέφανοι καὶ μάλιστα οἱ ἐκ ῥόδων.’ καὶ τὸ εἶδος ὁποῖον ζητῶ, ὦ Κύνουλκε. καὶ μή μοι εἴπῃς ὅτι δεῖ τοὺς ἁδροὺς ἀκούειν. σὺ γὰρ εἶ ὁ τὰ ἐν τοῖς βιβλίοις ἀπόρρητα οὐ μόνον ἐκλέγων ἀλλὰ καὶ ἐξορύττων, καθάπερ οἱ παρὰ Βάτωνι τῷ κωμῳδιοποιῷ ἐν Συνεξαπατῶντι φιλόσοφοι (III 329 K), περὶ ὧν καὶ Σοφοκλῆς Συνδείπνῳ φησίν, οὖσί σοι παραπλησίοις (fr. 139 N)·
- περιφοραῖς κυκλούμενος
- ὥσπερ κυλιστὸς στέφανος.
ἐπειδὴ οὖν ἤδη καὶ σὺ πεπλήρωσαι οὐ μόνον τῶν τοῦ γλαύκου κρανίων ἀλλὰ καὶ τῆς ἀειζώου βοτάνης, ἧς ὁ Ἀνθηδόνιος ἐκεῖνος δαίμων ἐμφορηθεὶς ἀθάνατος πάλιν ητις γέγονε, λέγε ἡμῖν περὶ τοῦ προκειμένου, ἵνα μὴ κατὰ τὸν θεῖον Πλάτωνα (Phaed. p. 81e) ὑπολάβωμέν σε ἀποθανόντα μεταμορφωθῆναι ἐν τῷ περὶ Ψυχῆς· τοὺς μὲν γὰρ τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.’
- οὔτοι γένειον ὧδε χρὴ διηλιφὲς
- φοροῦντα κἀντίπαιδα καὶ γένει μέγαν
- γαστρὸς καλεῖσθαι παῖδα, τοῦ πατρὸς παρόν.
ἀποροῦντος δ’ αὐτοῦ ‘ἐπὶ ἕτερον, φησί, στέφανον μεταβήσομαι,’ ὁ Οὐλπιανός, ‘τὸν ΣΤΡΟΥΘΙΝΟΝ καλούμενον, οὗ μέμνηται μὲν ὁ Ἀσκληπιάδης παρατιθέμενος τὰ ἐκ τῶν Εὐβούλου Στεφανοπωλίδων ταῦτα (II 199 K)·
πλέκεται δ’ οὗτος ἐκ τοῦ στρουθίου καλουμένου ἄνθους,
- ὦ μάκαρ, ἥτις ἔχουσ’ ἐνὶ δωματίῳ στρουθίον ἀεροφόρητον
- λεπτότατον περὶ σῶμα συνίλλεται τε
- ἡδυπότατον περὶ νυμφίον εὔτριχα,
- Κισσὸς ὅπως Καλάμῳ περιφύεται
- αὐξόμενος ἔαρος ὀλολυγόνος
- ἔρωτι κατατετηκώς.
ΠΟΘΟΣ. οὕτως τις στέφανος ὀνομάζεται, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γλώσσαις (fr. 144 Schn)· καὶ ἴσως ὁ ἀπὸ τοῦ οὕτω καλουμένου πόθου ἄνθους πλεκόμενος, οὗ μνημονεύει ὁ αὐτὸς Θεόφραστος ἐν τῷ ἕκτῳ τῶν Φυτικῶν γράφων ὧδε (l. s)· ‘τὰ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθοσ καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος. οὗτος δέ ἐστι διττός, ὃ μὲν ἔχων τὸ ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δ’ ἕτερος ἄχρως, ἔκλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους.’
καταλέγει δὲ Εὔβουλος καὶ ἄλλους στεφάνους (II 200 K)·
κἀν τοῖς ἑξῆς τάδε φησί (ib. 198)·
- Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις
- στέφανον πολυποίκιλον ἀνθέων,
- γρυπότατον, χαριέστατον, ὦ Ζεῦ·
- τίς γὰρ αὐτὸν ἔχουσα φιλήσει.
- στεφάνους ἴσως βούλεσθε· πότερ’ ἑρπυλλίνους
- ἢ μυρτίνους ἢ τῶν διηνθημένων;
v.3.p.503- Β. τῶν μυρτίνων βουλόμεθα τουτωνί· σὺ δὲ
- τά γ’ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.
παρὰ Ἀλεξανδρεῦσι μέχρι καὶ νῦν. μνημονεύει δ᾽ αὐτῶν Χαιρήμων ὁ τραγῳδιοποιὸς ἐν Διονύσῳ διὰ τούτων (fr. 7 N)·
- ΦΙΛΥΡΙΝΟΣ. Ξέναρχος Στρατιώτῃ (ib. 473)·
- φιλύρας εἶχε γὰρ
- ὁ παῖς ἀφύλλου στέφανον ἀμφικείμενον.
- καλοῦνται δέ τινες καὶ ΕΛΙΚΤΟΙ στέφανοι, ὥσπερ
Ἑλλάνικος ἐν τοῖς Αἰγυπτιακοῖς οὕτως γράφει (FHG I 66)· ‘πόλις ἐπιποταμίη, Τίνδιον ὄνομα αὐτῇ, θεῶν ὁμήγυρις, καὶ ἱερὸν μέγα καὶ ἁγνὸν ἐν μέσῃ τῇ πόλει λίθινον καὶ θύρετρα λίθινα. ἔσω τοῦ ἱεροῦ ἄκανθαι πεφύκασι λευκαὶ καὶ μέλαιναι. ἐπ’ αὐτῇσι στέφανοι ἐπιβέβληνται ἄνω τῆς ἀκάνθου τοῦ ἄνθεος καὶ ῥοιῆς ἄνθους καὶ ἀμπέλου πεπλεγμένοι· καὶ οὗτοι αἰεὶ ἀνθέουσι· τοὺς στεφάνους ἀπέθεντο οἱ θεοὶ ἐν Αἰγύπτῳ πυθόμενοι βασιλεύειν τὸν Βάβυν, ὅς ἐστι Τυφών.’ Δημήτριος δ’ ἐν τῷ Περὶ τῶν κατ’ Αἴγυπτον (FHG IV 383) περὶ Ἄβυδον πόλιν τὰς ἀκάνθας ταύτας εἶναί φησιν γράφων οὕτως· ‘ἔχει δὲ ὁ κάτω τόπος καὶ ἄκανθάν τινα δένδρον, ὃ τὸν καρπὸν
- κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ
- στεφάνων ἑλικτῶν ...
- περὶ δὲ τῶν ἐν Αἰγύπτῳ αἰεὶ ἀνθούντων στεφάνων
ΣΥΝΘΗΜΑΤΙΑΙΟΙ στέφανοι, ἠργολαβημένοι καὶ ἐκδόσιμοι. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις (458)·
ΧΟΡΩΝΟΝ. Ἀπίων ἐν τῷ περὶ τῆς Ῥωμαικῆς Διαλέκτου φησὶν τὸν στέφανον πάλαι χορωνὸν καλούμενον ἀπὸ τοῦ τοὺς χορευτὰς ἐν τοῖς θεάτροις αὐτῷ χρῆσθαι, αὐτούς τε περικειμένους καὶ ἐπὶ τὸν στέφανον ἀγωνιζομένους, καθὼς ἐν τοῖς Σιμωνίδου Ἐπιγράμμασιν ἰδεῖν ἔστιν οὕτως καλουμένου (fr. 174 B4)·
- πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.
τῆς ἀκίνου τοῦ φυτοῦ πλεκόμενοι, ὥς φησιν Ἄνδρων ὁ ἱατρός. παρέθετο δ’ αὐτοῦ τὴν λέξιν Παρθένιος ὁ τοῦ Διονυσίου ἐν τῷ πρώτῳ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων (Mein. anal. Al. 293).
- Φοῖβον, ὃς ἁγεῖται τοῖσ Τυνδαρίδῃσιν ἀοιδᾶς,
- ἁμέτεροι τέττιγες ἐπεστέψαντο χορωνῷ.
- ΑΚΙΝΙΝΟΙ. στέφανοί τινες καλοῦνται οὕτως οἱ ἐκ
στεφανωματικὰ δὲ ἄνθη καταλέγει Θεόφραστος τάδε (h. pl. 6, 6, 11)· ‘ἴον, Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές. πρῶτόν τε τῶν ἀνθέων ἐκφαίνεσθαί φησιν (ib. c. 8, 1) τὸ λευκόιον, ἅμα δὲ αὐτῷ καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον, ἔπειτα νάρκισσον καὶ λείριον καὶ τῶν ἀγρίων ἀνεμώνης γένος τὸ καλούμενον ὄρειον καὶ τὸ τοῦ βολβοῦ κώδυον. συμπλέκουσι γὰρ καὶ τοῦτ’ ἔνιοι εἰς τοὺς στεφάνους. ἐπὶ τούτοις ἥ τε οἰνάνθη καὶ τὸ μέλαν ἴον καὶ τῶν ἀγρίων ὅ τε ἑλίχρυσος καὶ τῆς ἀνεμώνης ἡ λειμωνία καλουμένη καὶ ξίφιον καὶ ὑάκινθος. τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δὲ παύεται. τὰ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος.’ ἐν δὲ τῷ θʹ ὁ αὐτὸς Θεόφραστός φησιν (c. 19, 3)· ‘ἐάν τις τοῦ ΕΛΙΧΡΥΣΟΥ τῷ ἄνθει
καὶ Ἴβυκος (fr. 6)·
- καὶ τὶν εὔχομαι φέροισα
- τόνδ’ ἑλιχρύσω πυλεῶνα
- κἠράτω κυπαίρω.
Κρατῖνος δὲ ἐν Μαλθακοῖς φησιν (I 43 K)·
- μύρτα τε καὶ ἴα καὶ ἑλίχρυσος,
- μᾶλά τε καὶ ῥόδα καὶ τέρεινα δάφνα.
ἐστὶ δὲ τὸ ἄνθος ὅμοιον λωτῷ. Θεμισταγόρας δ’ ὁ Ἐφέσιος ἐν τῇ ἐπιγραφομένῃ Χρυσέῃ Βύβλῳ ἀπὸ τῆς πρώτης δρεψαμένης νύμφης Ἑλιχρύσης ὄνομα τὸ ἄνθος ὀνομασθῆναι. τὰ δὲ κρίνα φησὶν ὁ Θεόφραστος (h. pl. 6, 6, 3) εἶναι καὶ πορφυρανθῆ.
- ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις.
ὧν δὲ ἴον καλεῖσθαι. Κορίνθιοι δ’ αὐτὸ ἀμβροσίαν καλοῦσιν, ὥς φησι Νίκανδρος ἐν Γλώσσαις (fr. 126 Schn).
- Φιλῖνος δὲ τὸ ΚΡΙΝΟΝ ὑφ’ ὧν μὲν λείριον, ὑφ᾽
‘ΑΜΑΡΑΚΟΝ, φησίν, ὃν σάμψουχόν τινες καλοῦσιν.’
- Διοκλῆς δ’ ἐν τῷ περὶ Θανασίμων Φαρμάκων
ΚΟΣΜΟΣΑΝΔΑΛΩΝ δὲ μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς διὰ τούτων (I 43 K)·
Κλέαρχος δ’ ἐν βʹ Βίων (FHG II 303) ‘ὅρα, φησίν, τοὺς τὸ κοσμοσάνδαλον ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτικῆς κόσμον συμπατήσαντες
- κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
- λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις.
Ἱκέσιος δ’ ἐν δευτέρῳ περὶ Ὕλης τὸ ΛΕΥΚΟΙΟΝ φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, πολὺ δ’ ἀρίστην εὐωδίαν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον. ‘τὸ δὲ μέλαν, φησί, τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δ’ ἐστὶ πολὺ μᾶλλον.’ Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ Θηρίων (fr. 10 Schn. Nic. p. 195) φησί· ‘χαμαίπιτυν, οἳ δὲ ὁλόκυρον, οἱ δὲ Ἀθήνησιν ἰωνιάν, οἱ δὲ κατ’ Εὔβοιαν σιδηρῖτιν.’ Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν — τὰ δὲ ἔπη ὀλίγον ὕστερον (p. 683a) παραθήσομαι, ὅταν περὶ πάντων τῶν στεφανωματικῶν ἀνθῶν διεξέρχωμαι — τὸ ἴον, φησίν, Ἰωνιάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ. τὸν δὲ ΝΑΡΚΙΣΣΟΝ ἐν τῷ Ϛʹ περὶ Φυτῶν Ἱστορίας (c. 6, 9) ὁ Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον. εἶθ’ ὑποβὰς ὡς διαλλάσσοντα τίθησιν νάρκισσον καὶ λείριον. Εὔμαχος δ’ ὁ Κορκυραῖος ἐν Ῥιζοτομικῷ καὶ ἀκακαλλίδα φησὶ καλεῖσθαι τὸν νάρκισσον καὶ κρόταλον. τοῦ δὲ ἡμεροκαλλοῦς καλουμένου ἄνθους, ὃ τὴν μὲν νύκτα μαραίνεται, ἅμα δὲ τῷ ἡλίῳ ἀνατέλλοντι θάλλει, μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς λέγων οὕτως (I 43)·
- οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε;
- νῦν δ’ ὁμηρεύουσ’ ἔχοντες πορφυροῦς κεκρυφάλους;’
τῆς δ’ ΕΡΠΥΛΛΟΥ, φησὶ Θεόφραστος (h. pl. 6, 7, 2), τὴν ἄγριον κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσιν ἐν Σικυῶνι καὶ Ἀθήνησιν ἐκ τοῦ Ὑμηττοῦ. παρ᾽ ἄλλοις
- ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ.
μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ (p. 219 L).
- χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν. —
ἕκτῳ (h. pl. 6, 6, 4), πολλαί εἰσι διαφοραί. τὰ μὲν γὰρ πλεῖστα αὐτῶν εἰσὶν πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα, ἔνια δ’ ἐστὶ καὶ ἑκατοντάφυλλα περὶ Φιλίππους. λαμβάνοντες γὰρ ἐκ τοῦ Παγγαίου φυτεύουσιν· ἐκεῖ γὰρ
- ‘τῶν δὲ ΡΟΔΩΝ, φησὶ Θεόφραστος ἐν τῷ
ἀνθῶν δὲ στεφανωτικῶν μέμνηται ὁ μὲν τὰ Κύπρια Ἔπη πεποιηκὼς Ἡγησίας ἢ Στασῖνος· Δημοδάμας γὰρ ὁ Ἁλικαρνασσεὺς ἢ Μιλήσιος ἐν τῷ περὶ Ἁλικαρνασσοῦ (FHG II 444) Κυπρία Ἁλικαρνασσέως δ᾽
οὗτος ὁ ποιητὴς καὶ τὴν τῶν στεφάνων χρῆσιν εἰδὼς φαίνεται δι’ ὧν λέγει (fr. 4)·
- εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι
- ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν,
- οἷα φοροῦσ’ ὧραι, ἔν τε κρόκῳ ἔν θ’ ὑακίνθῳ
- ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ’ ἐνὶ ἄνθει καλῷ,
- ἡδέι νεκταρέῳ, ἔν τ’ ἀμβροσίαις καλύκεσσιν
- ἄνθεσι ναρκίσσου καλλιρρόου δ’ οια Ἀφροδίτη
- ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.
- ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομειδὴς Ἀφροδίτη ....
- πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης
- ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι,
- Νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη,
- καλὸν ἀείδουσαι κατ’ ὄρος πολυπιδάκου Ἴδης.
Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν καταλέγων καὶ αὐτὸς στεφανωτικὰ ἄνθη καὶ περὶ Ἰωνιάδων Νυμφῶν καὶ περὶ ῥόδων τάδε λέγει (fr. 74 Schn)·
ἤνυσε γὰρ χλούνηνδε μετεσσύμενος σκυλάκεσσιν, Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων, ἑσπέριος Νύμφαισιν Ἰαονίδεσσι νυχεύσων. αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας τάφροις τ’ ἐμπήξειας, ὅσον διπάλαιστα τελέσκων. πρῶτα μὲν Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχὴν λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν, αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα πετήλοις· δεύτερα Νισαίης Μεγαρηίδος, οὐδὲ Φάσηλις οὐδ’ αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής, Ληθαίου Μάγνητος ἐφ’ ὕδασιν εὐθαλέουσα. κισσοῦ δ’ ἄλλοτε κλῶνας ἐυρρίζου καπέτοισιν, πολλάκι δὲ στέφος αὐτὸ κορυμβηλοῖο φυτεύσαις θράσκιον ἢ ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην· βλαστοδρεπιδεχυτοιο καὶ εἰς μίαν ὄρσεο κόρσην, σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοισι καθάπτων, ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κορύμβοι μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου, χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν. σπέρματι μὴν κάλυκες κεφαλήγονοι ἀντελέουσιν, ἀργήεις πετάλοισι, κρόκῳ μέσα χροιισθεῖσαι· ἃ κρίνα, λείρια δ’ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἳ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ’ Ἀφροδίτης·
- ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὡς ὡραῖα φυτεύοις,
- ἄνθε’ Ἰαονίηθε· γένη γε μὲν ἰάσι δισσά,
- ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσεικές,
- ἅσσα τ’ Ἰωνιάδες Νύμφαι στέφος ἁγνὸν Ἴωνι
- Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν.
v.3.p.511
(ἐν ἐνίοις δὲ γράφεται ‘ἐφελκόμεναι φιλοχροιαῖς.ʼ)
- οὔτε τι παι βρώμην ποτιδεγμένα· πολλάκι δ’ ἴχνη
- στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντε καρείοις·
- ἁδρύνει δὲ βλάστα βαθεῖ’ ἐν τεύχεϊ κόπρος,
- σαμψύχου λιβάνου τε νέας κλάδας ἠδ’ ὅσα κῆποι
- ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν.
- ἦ γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες
- λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων
- κύπρος τ’ ὀσμηρόν τε σισύμβριον ὅσσα τε κοίλοις
- ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμὼν
- κάλλεα, βουφθαλμόν τε καὶ εὐειδὲς Διὸς ἄνθος,
- χάλκας, σὺν δ’ ὑάκινθον ἰωνιάδας τε χαμηλὰς
- ὀρφνοτέρας, ἃς στύξε μετ’ ἄνθεσι Περσεφόνεια.
- σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον ὅσσα τε τύμβοι
- φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται,
- αὐταί τ’ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι
- τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσιν.
- πᾶς δέ τις ἢ ἑλένειον ἢ ἀστέρα φωτίζοντα
- δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς
- ἢ αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται·
- πολλάκι θελμια καλά, τοτὲ χρυσανθὲς ἀμέργων
- λείριά τε στήλαισιν ἐπιφθίνοντα καμόντων
v.3.p.514- καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους
- σαύρην θ᾽, ἣ χθονίου πέφαται στέφος Ἡγεσιλάου.
ἐκ τούτων τῶν ἐπῶν δῆλον γίνεται ὅτι ἕτερόν ἐστιν τὸ χελιδόνιον τῆς ἀνεμώνης· τινὲς γὰρ ταὐτὸ εἶναί φασι. Θεόφραστος δέ φησι (h. pl. 7, 15, 1)· ‘τὰς δ᾽ ἀνθήσεις λαμβάνειν δεῖ συνακολουθοῦντα τοῖς ἄστροις τὸ ἡλιοτρόπιον καλούμενον καὶ τὸ χελιδόνιον· καὶ γὰρ τοῦτο ἅμα τῇ χελιδόνι ἀνθεῖ.’ καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει ὁ Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι λέγων οὕτως (FHG IV 357)· ‘Νίκανδρός φησιν (fr. 127 Schn) ἐξ ἀνδριάντος τῆς κεφαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι ἐν Κῷ.’ προείρηται δ’ ἄνω (p. 681b) περὶ αὐτῆς ὅτι τὸ κρίνον οὕτω λέγουσι. Τιμαχίδας δ’ ἐν τετάρτῳ Δείπνου καὶ θήσειόν τι ἀναγράφει καλούμενον ἄνθος·
ἀπὸ τούτου δέ φησι τοῦ ἄνθους καὶ τὸν τῆς Ἀριάδνης καλούμενον στέφανον πεπλέχθαι. καὶ ὁ Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τὸ δρᾶμα τοὺς Πέρσας μνημονεύων καὶ αὐτὸς ἀνθῶν τινων στεφανωτικῶν φησιν (I 183 K)·
- θήσειόν θ’ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος,
- Λευκερέης ἱερὸν περικαλλέος, ὅ ῥα μάλιστα
- φίλατο.
ὁ δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Μεταλλεῖς φησιν (ib. 177)·
- ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ’ ὑάκινθον,
- καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς·
- ὦ φιλῶν μὲν ἀμάρακον, προσκυνῶν δὲ σέλινα,
- γελῶν δ’ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
- ἔγχει κἀπιβόα τρίτον παιῶν᾽, ὡς νόμος ἐστίν.
v.3.p.515
ἐν τούτοις ζητῶ τί τὸ τρίφυλλον. καὶ γὰρ εἰς Δημαρέτην ἀναφέρεταί τι ποιημάτιον ὃ ἐπιγράφεται Τρίφυλλον. κἀν τοῖς ἐπιγραφομένοις δὲ Ἀγαθοῖς ὁ Φερεκράτης ἢ Στράττις φησίν (ib. 145)·
- ὑπ’ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες
- ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη
- κἀνθρύσκου μαλακῶν τ’ ἴων λείμακα καὶ τριφύλλου.
καὶ Κρατῖνος ἐν Μαλθακοῖς (ib. 43)·
- λουσάμενοι δὲ πρὸ λαμπρᾶς
- ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἳ δ’ ἐν τῷ μύρῳ
- λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.
- παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
- λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἴοις
- καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξί τ’ ἠριναῖς
- ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις
- οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,
- ἀνθρύσκου ........ ναρκίσσου φόβῃ
- τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι·
- καὶ .. κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.
ἡ δὲ τῶν στεφάνων καὶ μύρων πρότερον εἴσοδος εἰς τὰ συμπόσια ἡγεῖτο τῆς δευτέρας τραπέζης, ὡς παρίστησι Νικόστρατος ἐν Ψευδοστιγματίᾳ διὰ τούτων (II 227 K)·
Φιλόξενος δ’ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ ἀρχὴν ποιεῖται τὸν στέφανον τῆς εὐωχίας οὑτωσὶ λέγων (fr. 1 B)·
- καὶ σὺ μὲν
- τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει,
v.3.p.516- κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,
- μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.
Εὔβουλος Τιτθαῖς (II 204 K)·
- κατὰ χειρὸς δ᾽
- ἤλυθ’ ὕδωρ· ἁπαλὸς παιδίσκος ἐν ἀργυρέᾳ φέρων
- προχόῳ ἐπέχευεν.
- εἶτ’ ἔφερεν στέφανον λεπτᾶς ἀπὸ μυρτίδος εὐγνήτων
- κλαδέων δισύναπτον.
τοῦτο δ’ ἦν ἔθος καὶ παρ’ Αἰγυπτίοις, ὡς Νικόστρατός φησιν ἐν Τοκιστῇ. Αἰγύπτιον γὰρ ὑποστησάμενος τὸν τοκιστήν φησιν (ib. 226)·
- ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότ’ εἰς δόμους,
- εὐθὺς ἀνεκλίνετο· παρῆν στέφανος ἐν τάχει,
- ᾔρετο τράπεζα, παρέκειθ’ ἅμα τετριμμένη
- μᾶζα χαριτοβλέφαρος.
σὺ δὲ γαστρίζου, Κύνουλκε· καὶ μετὰ ταῦτα ἡμῖν εἰπὲ διὰ τί Κρατῖνος εἴρηκε (Litt. c) τὸν μελίλωτον ‘τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ.’ ἐπεὶ δέ σε ὁρῶ ἔξοινον ἤδη γεγενημένον — οὕτως δ’ εἴρηκε τὸν μεθύσην Ἄλεξις ἐν Εἰσοικιζομένῳ (II 318 K) — παύσομαί σε ἐρεσχηλῶν καὶ
- καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο
- ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας
- καὶ στέφανον. εἶεν· καλὸς ὁ καιρός, Χαιρεφῶν.
καὶ κατὰ τὸν Φλιάσιον δὲ Ἀριστίαν· καὶ γὰρ οὗτος ἐν ταῖς ἐπιγραφομέναις Κηρσὶν ἔφη (fr. 3 N)·
- φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν
- κρατῆρ᾽· ὅδ’ ἁνὴρ οὐ πρὶν ἂν φάγῃ καλῶς
- ὅμοια καὶ βοῦς ἐργάτης ἐργάζεται.
ἐπεὶ δὲ τοσούτων λεχθέντων μηδὲν ἀποκρίνεται, κελεύω αὐτὸν κατὰ τοὺς Ἀλέξιδος Διδύμους ΧΥΔΑΙΟΙΣ στεφανωθέντα στεφάνοις ἐξάγεσθαι τοῦ συμποσίου. τῶν δὲ χυδαίων στεφάνων μνημονεύων ὁ κωμῳδιοποιός φησιν (II 315 K)·
- σύνδειπνος ἢ ᾽πίκωμος ἢ μαζαγρέτας,
- Ἅιδου τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων.
κἀγὼ δ’ ἐπὶ τούτοις τοῦ λέγειν ἤδη παύσομαι τὸ τήμερον, παραχωρῶν τε τὸν περὶ τῶν μύρων λόγον τοῖς βουλομένοις διεξέρχεσθαι τῷ τε παιδὶ προστάττων ἐπὶ τῇ στεφανηφόρῳ ταύτῃ μου διαλέξει κατὰ τὸν Ἀντιφάνη (ib. 123)
- στεφάνων τε τούτων τῶν χύδην πεπλεγμένων.
οὕτω γὰρ τὴν τῶν λόγων ἔξοδον ὥσπερ δράματος ποιήσομαι.’ καὶ μετ’ οὐ πολλὰς ἡμέρας ὥσπερ αὐτὸσ αὑτοῦ σιωπὴν καταμαντευσάμενος ἀπέθανεν εὐτυχῶς, οὐδένα καιρὸν νόσῳ παραδούς, πολλὰ δὲ λυπήσας ἡμᾶς τοὺς ἑταίρους.
- στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο
- καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί.
καὶ ἄλλοις χρυσοῖς σκεύεσιν μύρα, νυστάζοντα τὸν Κύνουλκον θεασάμενός τις πολλῷ τῷ μύρῳ τὸ πρόσωπον ἐπέχρισεν. ὃ δὲ διεγερθεὶς καὶ μόλις ἑαυτὸν ἀναλαβὼν ‘τί τοῦτ᾽, εἶπεν, Ἡράκλεις; οὐ σπογγιᾷ τίς μου παρελθὼν τὸ πρόσωπον ἐκκαθαρίσει μεμολυσμένον μαγγανείαις πολλαῖς; ἢ οὐκ οἴδατε καὶ τὸν καλὸν Ξενοφῶντα ἐν τῷ Συμποσίῳ ποιοῦντα τὸν Σωκράτην τοιαυτὶ λέγοντα (c. 2, 2)· ‘νὴ Δί᾽, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς· οὐ γὰρ μόνον δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ ἀκροάματα καὶ θεάματα ἥδιστα παρέχεις. — τί οὖν εἰ καὶ μύρον ἐνέγκαι τις ἡμῖν, ἵνα καὶ εὐωδίᾳ ἑστιῴμεθα; — μηδαμῶς, ἔφη ὁ Σωκράτης· ὥσπερ γάρ τοι ἐσθὴς ἄλλη μὲν γυναικεία, ἄλλη δὲ ἀνδρεία κάλλη, οὕτω καὶ ὀσμὴ ἄλλη μὲν γυναικί, ἄλλη δὲ ἀνδρὶ πρέπει. καὶ γὰρ ἀνδρὸς μὲν δή που ἕνεκεν ἀνδρῶν οὐδεὶς μύρῳ χρίεται. αἵ γε μὴν γυναῖκες ἄλλως τε καὶ ἂν νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τε τούτου καὶ ἡ Κριτοβούλου, μύρου μέν τι καὶ προσδέονται· αὐταὶ γὰρ τούτου ὄζουσιν. ἐλαίου δὲ τοῦ ἐν γυμνασίοις ὀσμὴ καὶ παροῦσα ἡδίων ἢ μύρου γυναιξὶν ἡδίων καὶ ἀποῦσα ποθεινοτέρα. καὶ γὰρ δὴ μύρῳ μὲν ἀλειψάμενος δοῦλος καὶ ἐλεύθερος εὐθὺς ἅπας ὅμοιον ὄζει· αἱ δ’ ἀπὸ τῶν ἐλευθερίων μόχθων ὀσμαὶ ἐπιτηδευμάτων τε πρῶτον χρηστῶν καὶ χρόνου
- περιενεγκόντων δὲ τῶν παίδων ἐν ἀλαβάστοις
‘νῦν δὲ τῶν ἀνθρώπων οὐχ αἱ ὀσμαὶ μόνον, ὥς φησιν Κλέαρχος ἐν γʹ περὶ Βίων (FHG II 304), ἀλλὰ καὶ αἱ χροιαὶ τρυφερὸν ἔχουσαί τι συνεκθηλύνουσι τοὺς μεταχειριζομένους. ὑμεῖς δὲ οἴεσθε τὴν ἁβρότητα χωρὶς ἀρετῆς ἔχειν τι τρυφερόν; καίτοι Σαπφώ, γυνὴ μὲν πρὸς ἀλήθειαν οὖσα καὶ ποιήτρια, ὅμως ᾐδέσθη τὸ καλὸν τῆς ἁβρότητος ἀφελεῖν λέγουσα ὧδε (fr. 79 B4)·
φανερὸν ποιοῦσα πᾶσιν ὡς ἡ τοῦ ζῆν ἐπιθυμία τὸ λαμπρὸν καὶ τὸ καλὸν εἶχεν αὐτῇ· ταῦτα δ’ ἐστὶν οἰκεῖα τῆς ἀρετῆς. Παρράσιος δὲ ὁ ζωγράφος, καίπερ παρὰ μέλος ὑπὲρ τὴν ἑαυτοῦ τέχνην τρυφήσας καὶ τὸ λεγόμενον ἐλευθέριον ἐκ ῥαβδίων ἔκ τινων ποτηρίων ἑλκύσας, λόγῳ γοῦν ἀντελάβετο τῆς ἀρετῆς, ἐπιγραψάμενος τοῖς ἐν Λίνδῳ πᾶσιν αὑτοῦ ἔργοις (fr. 1 B)·
- ἐγὼ δὲ φίλημ’ ἁβροσύναν,
- καί μοι τὸ λαμπρὸν ἔρος ἀελίω καὶ τὸ καλὸν λέλογχε,
ᾧ κομψός τις, ὡς ἐμοὶ δοκεῖ, ὑπεραλγήσας ῥυπαίνοντι τὸ τῆς ἀρετῆς ἁβρὸν καὶ καλόν, ἅτε φορτικῶς μετακαλεσαμένῳ εἰς τρυφὴν τὴν δοθεῖσαν ὑπὸ τῆς τύχης χορηγίαν, παρέγραψε τὸ ‘ῥαβδοδίαιτος ἀνήρ.’ ἀλλ’ ὅμως διὰ τὸ τὴν ἀρετὴν φῆσαι τιμᾶν ἀνεκτέον.’ ταῦτα μὲν ὁ Κλέαρχος. Σοφοκλῆς δ’ ὁ ποιητὴς ἐν Κρίσει τῷ δράματι (fr. 334 N) τὴν μὲν Ἀφροδίτην Ἡδονήν τινα οὖσαν δαίμονα μύρῳ τε ἀλειφομένην παράγει καὶ κατοπτριζομένην, τὴν δὲ Ἀθηνᾶν Φρόνησιν οὖσαν καὶ Νοῦν, ἔτι δ’ Ἀρετὴν ἐλαίῳ χριομένην καὶ γυμναζομένην.’
- ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν
- Παρράσιος.
v.3.p.520
τούτοις ἀπαντήσας ὁ Μασσούριος ἔφη· ‘ὦ δαιμόνιε ἀνδρῶν, οὐκ οἶδας ὅτι αἱ ἐν τῷ ἐγκεφάλῳ ἡμῶν αἰσθήσεις ὀδμαῖς ἡδείαις παρηγοροῦνται προσέτι τε θεραπεύονται, καθὰ καὶ Ἄλεξίς φησιν ἐν Πονήρᾳ οὕτως (II 368 K)·
καὶ ὁ ἀνδρειότατος δέ, προσέτι δὲ καὶ πολεμικὸς ποιητὴς Ἀλκαῖος ἔφη (fr. 36 B)·
- ὑγιείας μέρος
- μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
καὶ ὁ σοφὸς δὲ Ἀνακρέων λέγει που (fr. 9)·
- κὰδ δὲ χευάτω μύρον ἁδὺ καττῶ
- στήθεος ἄμμι.
τὰ στήθη παρακελευόμενος μυροῦν, ἐν οἷς ἐστιν ἡ καρδία, ὡς καὶ ταύτης δηλονότι παρηγορουμένης τοῖς
- τί μὴν πέτεαι
- συρίγγων κοιλώτερα
- στήθεα χρισάμενος μύρῳ;
καί· Od. 20.13
- στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.
καί· Il. 7.216
- κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
ὃ δὴ καὶ σημεῖον φέρουσι τοῦ τὸ κυριώτερον τῆς ψυχῆς ἐνταῦθα κεῖσθαι· κατὰ γὰρ τὰς ἐν τοῖς φόβοις γινομένας ἀγωνίας πάλλεσθαι τὴν καρδίαν ἐπιδηλότατα συμβαίνει. καὶ ὁ Ἀγαμέμνων δέ φησιν ὁ Ὁμηρικός · Il. 10.93
- Ἕκτορι δ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.
καὶ ὁ Σοφοκλῆς δὲ τὰς ἀπολελυμένας τοῦ φόβου πεποίηκε λεγούσας (fr. 699 N)·
- αἰνῶς γὰρ Δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ
- ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξω
- στηθέων ἐκθρώσκει, τρομέει δ’ ὕπο φαίδιμα γυῖα.
Ἀναξανδρίδης δὲ τὸν ἀγωνιῶντα παράγει λέγοντα (II 160 K)·
- θυμῷ δ’ οὔ τις φαιδρὰ χορεύει
- τάρβους θυγάτηρ.
Πλάτων δέ φησι (Tim. p. 70c) τὸν τῶν ὅλων δημιουργὸν καὶ τὴν τοῦ πλευμόνος αὐτῇ φύσιν περιθεῖναι,
- ὦ πονηρὰ καρδία,
- ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος·
- ὀρχῇ γὰρ εὐθύς, ἄν μ᾽ ἴδῃς δεδοικότα.
τῷ δὲ τοῦ μύρου ὀνόματι πρῶτος Ἀρχίλοχος κέχρηται λέγων (fr. 31 B)·
καὶ ἀλλαχοῦ δ’ ἔφη (fr. 30)·
- οὐκ ἂν μύροισι γραῦς ἐοῦσ’ ἠλείφετο.
μύρρα γὰρ ἡ σμύρνα παρ’ Αἰολεῦσιν, ἐπειδὴ τὰ πολλὰ τῶν μύρων διὰ σμύρνης ἐσκευάζετο καὶ ἥ γε στακτὴ καλουμένη διὰ μόνης ταύτης. ὁ δὲ Ὅμηρος τὴν μὲν χρῆσιν οἶδε τῶν μύρων, ἔλαιον δ’ αὐτὰ καλεῖ μετ’ ἐπιθέτου· Il. 21.186
- ἐσμυρισμένας κόμας
- καὶ στῆθος, ὡς ἂν καὶ γέρων ἠράσσατο.
καὶ ἀλλαχοῦ δὲ (Il. 14.172) λέγει τι τεθυωμένον. καὶ ἡ Ἀφροδίτη δὲ παρ’ αὐτῷ (Il. 21.186) τὸν Ἕκτορος νεκρὸν ῥοδόεντι ἔχριεν ἐλαίῳ ἀμβροσίῳ. καὶ τοῦτο μὲν ἐξ ἀνθέων. περὶ δὲ τοῦ ἐκ τῶν ἀρωμάτων σκευαζομένου, ἃ δὴ θυώματα ἐκάλουν, ἐπὶ τῆς Ἥρας λέγει· Il. 14.170
- ῥοδόεντι δ’ ἔχριεν ἐλαίῳ.
- ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
- λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ χρόα λευκὸν
- ἀμβροσίῳ ἑανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·
v.3.p.523- τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
- ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή.
γίνεται δὲ μύρα κάλλιστα κατὰ τόπους, ὡς Ἀπολλώνιός φησιν ὁ Ἡροφίλειος ἐν τῷ περὶ Μύρων γράφων οὕτως· ‘ἶρις μὲν ἐν Ἤλιδι χρηστοτάτη καὶ ἐν Κυζίκῳ· ῥόδινον δὲ κράτιστον ἐν Φασήλιδι, καὶ τὸ ἐκ Νέας δὲ πόλεως καὶ Καπύης· κρόκινον δ᾽ ἐν Σόλοις τῆς Κιλικίας καὶ ἐν Ῥόδῳ· νάρδινον δὲ τὸ ἐν Τάρσῳ· οἰνάνθη δὲ ἡ Κυπρία καὶ Ἀδραμυττηνή· ἀμαράκινον Κῷον καὶ μήλινον. κύπρινον δὲ προκέκριται τὸ ἐν Αἰγύπτῳ, δευτερεῦον δ’ ἐστὶ τὸ Κυπριακὸν καὶ τὸ ἐν Φοινίκῃ καὶ ταύτης τὸ ἀπὸ Σιδῶνος. τὸ δὲ παναθηναικὸν λεγόμενον ἐν Ἀθήναις· τὸ δὲ μετώπιον καὶ Μενδήσιον κάλλιστα ἐν Αἰγύπτῳ σκευάζεται· σκευάζεται δὲ τὸ μετώπιον ἐξ ἐλαίου τοῦ ἀπὸ τῶν πικρῶν καρύων. οἱ δὲ χορηγοῦντες, φησί, καὶ ἡ ὕλη καὶ οἱ τεχνῖται τὸ χρηστότατον ποιοῦσι μύρον, ἀλλ’ οὐχ οἱ τόποι. Ἔφεσός γέ τοι πρότερον, φησί, τοῖς μύροις διέφερεν καὶ μάλιστα ἐν τῷ μεγαλλείῳ, νῦν δὲ οὔ. ἤκμαζε δὲ καὶ τὰ ἐν Ἀλεξανδρείᾳ διὰ πλοῦτον καὶ διὰ τὴν Ἀρσινόης καὶ Βερενίκης σπουδήν. ἐγίνετο δὲ καὶ ἐν Κυρήνῃ ῥόδινον χρηστότατον καθ’ ὃν χρόνον ἔζη Βερενίκη ἡ μεγάλη. οἰνάνθινον δὲ ἐν Ἀδραμυττίῳ πάλαι μὲν μέτριον, ὕστερον δὲ πρῶτον διὰ Στρατονίκην τὴν
τοῦ δὲ Αἰγυπτίου μύρου μνημονεύων Ἀχαιὸς ἐν Ἄθλοις φησιν (fr. 5 N)·
μήποτε, φησὶν ὁ Δίδυμος (p. 305 Schm), τὴν καλουμένην στακτὴν λέγει, διὰ τὴν σμύρναν ἣν εἰς Αἴγυπτον καταγομένην κομίζεσθαι πρὸς τοὺς Ἕλληνας. Ἱκέσιος δ’ ἐν βʹ περὶ Ὕλης ‘τῶν μύρων, φησίν, ἃ μέν ἐστιν χρίματα, ἃ δ’ ἀλείμματα. καὶ ῥόδινον μὲν πρὸς πότον ἐπιτήδειον, ἔτι δὲ μύρσινον, μήλινον· τοῦτο δ’ ἐστὶν καὶ εὐστόμαχον καὶ ληθαργικοῖς χρήσιμον. τὸ δ’ οἰνάνθινον εὐστόμαχον ὂν καὶ τὴν διάνοιαν ἀπαραπόδιστον φυλάσσει. καὶ τὸ σαμψούχινον δὲ καὶ ἑρπύλλινον ἐπιτήδεια πρὸς πότον καὶ κρόκινον τὸ χωρὶς σμύρνης πολλῆς. καὶ ἡ στακτὴ δὲ ἐπιτήδειος πρὸς πότον, ἔτι δὲ νάρδος. τὸ δὲ τήλινον καὶ γλυκύ ἐστι καὶ ἁπαλόν. τὸ δὲ λευκόινον καὶ εὐῶδες καὶ σφόδρα πεπτικόν.’ Θεόφραστος δὲ ἐν τῷ περὶ Ὀδμῶν (6, 27) συντίθεσθαί φησι μύρα ἀπ’ ἀνθέων μὲν ῥόδινον καὶ
- ἰσάργυρόν τ’ εἰς χεῖρα Κυπρίου λίθου
- δώσουσι κόσμον χριμάτων τ’ Αἰγυπτίων ...
ὅτι δὲ διὰ σπουδῆς ἦν τοῖς παλαιοτέροις ἡ τῶν μύρων χρῆσις δῆλον ἐκ τοῦ καὶ ἐπίστασθαι ποῖόν τι ἑκάστῳ τῶν μελῶν ἡμῶν ἐστιν ἐπιτήδειον. Ἀντιφάνης γοῦν ἐν Θορικίοις ἢ Διορύττοντί φησιν (II 53 K)·
καὶ Κηφισόδωρος ἐν Τροφωνίῳ (I 800 K)·
- λοῦται δ’ ἀληθῶς· ἀλλὰ τί;
- Β. ἐκ χρυσοκολλήτου δὲ κάλπιδος μύρῳ
- Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη,
- φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία,
- σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα,
- ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην,
- ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα ...
Ἀναξανδρίδης Πρωτεσιλάῳ (II 151 K)·
- ἔπειτ’ ἀλείφεσθαι πρίω τὸ σῶμά μοι
- μύρον ἴρινον καὶ ῥόδινον, ἄγαμαι, Ξανθία·
- καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκχαριν.
- Β. ὦ λακκόπρωκτε, βάκχαριν τοῖς σοῖς ποσὶν
- ἐγὼ πρίωμαι; λαικάσομἄρα βάκχαριν;
v.3.p.526
μνημονεύει τοῦ μυροπώλου τούτου τοῦ Πέρωνος καὶ Θεόπομπος ἐν Ἀδμήτῳ καὶ Ἡδυχάρει (I 733. 737 K). Ἀντιφάνης δ’ ἐν Ἀντείᾳ (II 24)·
- μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο
- ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου,
- ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.
- πρὸς τῷ μυροπώλῃ γευόμενον κατελίμπανον
- αὐτὸν περὶ μύρον ..... μέλλει τε συνθείς σοι φέρειν
- τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.