Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. Εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος
  2. Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός,
κατὰ τὸν πάνσοφον Εὐριπίδην (fr. 899 N), ἑταῖρε Τιμόκρατες, οὐκ ἂν δυναίμην ἀπομνημονεύειν ἔτι σοι τῶν πολλάκις λεχθέντων ἐν τοῖς περισπουδάστοις τούτοις συμποσίοις διά τε τὴν ποικιλίαν καὶ τὴν ὁμοιότητα τῶν ἀεὶ καινῶς προσευρισκομένων. καὶ γὰρ καὶ περὶ τάξεως τῶν περιφορῶν πολλάκις ἐλέχθη καὶ περὶ τῶν μετὰ τὸ δεῖπνον ἐπιτελουμένων, ἅπερ καὶ μόλις ἀναπεμπάζομαι, εἰπόντος τινὸς τῶν ἑταίρων τὰ ἐκ τῶν Λακώνων Πλάτωνος ἰαμβεῖα (I 620 K)·
  1. ἅνδρες δεδειπνήκασιν ἤδη; Β. σχεδὸν ἅπαντες. Α. εὖ γε·
  2. τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ
    v.3.p.471
  3. λίτρον παραχέων ἔρχομαι. Β. κἀγὼ δὲ παρακορήσων.
  4. σπονδὰς δ’ ἔπειτα παραχέας τὸν κότταβον παροίσω·
  5. τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι
  6. καὶ προαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων
  7. Αἰγύπτιον κᾆτ’ ἴρινον· στέφανον δ’ ἔπειθ’ ἑκάστῳ
  8. δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω.
  9. Α. καὶ δὴ κέκραται. Β. τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε ...
  10. σπονδὴ μὲν ἤδη γέγονε καὶ πίνοντές εἰσι πόρρω·
  11. καὶ σκόλιον ᾖσται, κότταβος δ’ ἐξοίχεται θύραζε.
  12. αὐλοὺς δ’ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι
  13. μελίζεται τοῖς συμπόταις· κἄλλην τρίγωνον εἶδον
  14. ἔχουσαν, εἶτ’ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.

μετὰ ταῦτ᾽, οἶμαι, καὶ περὶ κοττάβων ζήτησις ἦν καὶ τῶν ἀποκοτταβιζόντων. οὓς οἰηθείς τις τῶν παρόντων ἰατρῶν εἶναι τούτων οἳ ἀπὸ βαλανείου καθάρσεως ἕνεκα τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζουσιν, ἔφη οὐκ εἶναι παλαιὰν ταύτην παράδοσιν οὐδ’ εἰδέναι τινὰ τῶν ἀρχαίων ταύτῃ τῇ καθάρσει χρησάμενον. δι’ ὃ καὶ Ἐρασίστρατον τὸν Ἰουλιήτην ἐν τῇ περὶ τῶν Καθόλου πραγματείᾳ ἐπιτιμᾶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων καὶ τῆς κάτω κοιλίας ἐπισχετικόν. πρὸς ὃν Οὐλπιανὸς ἔφη (Timon. fr. 27 W)·

  1. ὄρσ’ Ἀσκληπιάδη, καλέει κρείων σε Χαρωνεύς (Il. 4.204).
οὐ γὰρ κακῶς τινι τῶν ἑταίρων ἡμῶν ἐλέχθη τὸ ‘εἰ
v.3.p.472
μὴ ἰατροὶ ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον.’ τίς γὰρ ἡμῶν οὐκ οἶδεν ὅτι οὐκ ἦν οὗτος ὁ ἀποκοτταβισμὸς ἀρχαῖος; εἰ μή τι σὺ καὶ τοὺς Ἀμειψίου Ἀποκοτταβίζοντασ ἀποβλύζειν ὑπολαμβάνεις. ἐπεὶ οὖν ἄπειρος εἶ τῆς τοιαύτης θεωρίας, μάθε παρ’ ἐμοῦ ὅτι πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κριτίας φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων (fr. 1 B)·
  1. κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
  2. ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.
Δικαίαρχος ὁ Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου (FHG II 247) καὶ τὴν λατάγην φησὶν εἶναι Σικελικὸν ὄνομα. λατάγη δ’ ἐστὶν τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐρρίπτουν οἱ παίζοντες εἰς τὸ κοττάβιον. Κλείταρχος δ’ ἐν τῇ περὶ Γλωττῶν πραγματείᾳ λάταγα Θεσσαλοὺς καὶ Ῥοδίους τὸν ἀπὸ τῶν ποτηρίων κότταβον λέγειν.

κότταβος δ’ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ, ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως (fr. 562 N)·

  1. πυκνοῖς δ’ ἔβαλλον Βακχίου τοξεύμασιν
  2. κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν
  3. ἐγὼ ᾽τετάγμην, ἆθλα κότταβον διδούς.
    v.3.p.473
ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν (cf. p. 667f)· ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει (I 278 K)· ‘χαλκῷ περὶ κοττάβῳ.‘ Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. λέγει δ’ οὕτως (I 612 K)·
  1. πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ
  2. τὸ δεῖπνον ἔνδον σκευάσω. ΗΡ. πάνυ βούλομαι·
  3. ἀλλανεμος ἐστ᾽. Α. ἀλλ’ εἰς θυίαν παιστέον.
  4. ΗΡ. φέρε τὴν θυίαν, αἶρ’ ὕδωρ, ποτήρια
  5. παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων.
  6. Α. ........... ἀγεννῶς οὐκ ἐῶ
  7. παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ
  8. τασδί τε τὰς κρηπῖδας, ἃς αὕτη φορεῖ,
  9. καὶ τὸν κότυλον τὸν σόν. ΗΡ. βαβαιάξ· οὑτοσὶ
  10. μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.

ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα.

  1. Εὔβουλος Βελλεροφόντῃ (II 171 K)·
  2. τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μου;
  3. ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.
    v.3.p.474
Ἀντιφάνης δ’ ἐν Ἀφροδίτης Γοναῖς (ib. 33)·
  1. τονδὶ λέγω, σὺ δ’ οὐ συνιεῖς; κότταβος
  2. τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν
  3. ......... πέντε νικητήριον.
  4. Β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖτε τίνα τρόπον;
  5. Α. ἐγὼ διδάξω καθ’ ἕν· ὃς ἂν τὸν κότταβον
  6. ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν —
  7. Β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον
  8. ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
  9. Α. τοῦτ’ ἐστὶ πλάστιγξ — οὗτος ὁ κρατῶν γίγνεται.
  10. Β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; Α. ἐὰν θίγῃ μόνον
  11. αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
  12. ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ
  13. πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
καὶ μετ’ ὀλίγα·
  1. ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ.
  2. Α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους
  3. οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολύν·
  4. ἔπειτ’ ἀφήσεις. Β. τίνα τρόπον; Α. δεῦρο βλέπε;
  5. τοιουτονί. Β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα.
  6. Α. οὕτω ποιήσεις. Β. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ
  7. οὐκ ἂν ἐφικοίμην αὐτόσ᾽. Α. ἀλλὰ μάνθανε.

ἀγκυλοῦντα γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον, ὡς Δικαίαρχός φησιν καὶ Πλάτων δ’ ἐν τῷ Διὶ τῷ Κακουμένῳ (I 613 K).

v.3.p.475
παρακελεύεται δέ τις τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δ᾽ ἀπ’ ἀγκύλης τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. οἳ δὲ ποτηρίου εἶδος τὴν ἀγκύλην φασί. Βακχυλίδης ἐν Ἐρωτικοῖς (fr. 24 B)·
  1. εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις,
  2. λευκὸν ἀντείνασα πῆχυν.
καὶ Αἰσχύλος δ’ ἐν Ὀστολόγοις ἀγκυλητοὺς λέγει κοττάβους διὰ τούτων (fr. 179 N)·
  1. Εὐρύμαχος, οὐ γὰρ ἄλλος, οὐδὲν ἧσσον ...
  2. ὕβριζ’ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί.
  3. ἦν μὲν γὰρ αὐτῷ κότταβος ἀεὶ τοὐμὸν κάρα,
  4. τοῦ δ’ ἀγκυλητοῦ κοσσάβιός ἐστι σκοπὸς
  5. ἐκτεμὼν ἡβῶσα χεὶρ ἐφίετο.
ὅτι δὲ ἆθλον προὔκειτο τῷ εὖ προεμένῳ τὸν κότταβον προείρηκε μὲν καὶ ὁ Ἀντιφάνης (cf. p. 666f)· ᾠὰ γάρ ἐστι καὶ πεμμάτια καὶ τραγήματα. ὁμοίως δὲ διεξέρχονται Κηφισόδωρος ἐν Τροφωνίῳ (I 801 K) καὶ Καλλίας ἢ Διοκλῆς ἐν Κύκλωψι (ib. 696) καὶ Εὔπολις (ib. 278) Ἕρμιππός τε ἐν τοῖς Ἰάμβοις (ib. 247). τὸ δὲ καλούμενον κατακτὸν κοττάβιον τοιοῦτόν ἐστιν· λυχνίον ἐστὶν ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφ’ ὃν τὴν καταβαλλομένην ἔδει πεσεῖν πλάστιγγα, ἐντεῦθεν δὲ πίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ·
v.3.p.476
‘καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς.’ μνημονεύει δὲ τοῦ μάνου Νικοχάρης ἐν Λάκωσιν (ib. 772).

ἕτερον δ’ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ. αὕτη δ’ ὕδατος πληροῦται ἐπινεῖ τε ἐπ’ αὐτῆς ὀξύβαφα κενά, ἐφ’ ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν· ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. Ἀμειψίας Ἀκοκοτταβίζουσιν (I 670 K)·

  1. ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους
  2. καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος.
Κρατῖνος ἐν Νεμέσει (ib. 50)· ‘τὸ δὲ κοττάβῳ προθέντας ἐν πατρικοῖσι νόμοις τὸ κεινεου ὀξυβάφοις βάλλειν μὲν τῶ πόντω δὲ βάλλοντι νέμω πλεῖστα τύχης τὸ δ᾽ ἆθλον. Ἀριστοφάνης Δαιταλεῦσιν (ib. 444) ‘ἔγνωκ᾽, ἐγὼ δὲ χαλκίον (τοῦτ’ ἐστὶν κοττάβειον) ἱστάναι καὶ μυρρίνας.’ Ἕρμιππος Μοίραις (ib. 237)·
  1. χλανίδες δ’ οὖλαι καταβέβληνται,
  2. θώρακα δ’ ἅπας ἐμπερονᾶται,
  3. κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται,
  4. βλαύτης δ’ οὐδεὶς ἔτ’ ἔρως λευκῆς,
  5. ῥάβδον δ’ ὄψει τὴν κοτταβικὴν
  6. ἐν τοῖς ἀχύροισι κυλινδομένην,
  7. μάνης δ’ οὐδὲν λατάγων ἀίει·
  8. τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις
    v.3.p.477
  9. παρὰ τὸν στροφέα τῆς κηπαίας
  10. ἐν τοῖσι κορήμασιν οὖσαν.
Ἀχαιὸς δ’ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησίν (fr. 26 N)·
  1. ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μου
  2. λέγοντες· ‘ὦ κάλλιστον Ἡρακλεῖ λάταξ’
τοῦτο δὲ λέγοντες παρ’ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο, ἀφιέντες ἐπ’ αὐτοῖς τοὺς λεγομένους κοσσάβους. διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα (fr. 255 N)·
  1. ξανθὴ δ’ Ἀφροδισία λάταξ
  2. πᾶσιν ἐπεκτύπει δόμοις.
καὶ Εὐριπίδης ἐν Πλεισθένει (fr. 631)·
  1. πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος
  2. προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
καὶ Καλλίμαχος δέ φησι (fr. 102)·
  1. πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε
  2. οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας.

ἦν δέ τι καὶ ἄλλο κοτταβίων εἶδος προτιθέμενον ἐν ταῖς παννυχίσιν, οὗ μνημονεύει Κάλλιππος ἐν Παννυχίδι διὰ τούτων (III 378 K)·

  1. ὁ διαγρυπνήσας τὸν πυραμοῦντα λήψεται
  2. τὰ κοττάβια καὶ τῶν παρουσῶν ἣν θέλει φιλήσει.
ἐγίνετο δὲ καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες·
v.3.p.478
καὶ διωνομάζετο τὰ πεμμάτια τότε χαρίσιοι ἀπὸ τῆς τῶν ἀναιρουμένων χαρᾶς. μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι λέγων οὑτωσί (II 165 K)·
  1. καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια.
εἶθ’ ἑξῆς φησιν·
  1. ἐξεπήδησ’ ἀρτίως πέττουσα τὸν χαρίσιον.
ὅτι δὲ καὶ φίλημα ἦν ἆθλον ἑξῆς λέγει ὁ Εὔβουλος·
  1. εἶεν γυναῖκες· νῦν ὅπως τὴν νύχθ’ ὅλην
  2. ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε
  3. θήσω δὲ νικητήριον τρεῖς ταινίας
  4. καὶ μῆλα πέντε καὶ φιλήματ’ ἐννέα.
ὅτι δὲ ἐσπούδαστο παρὰ τοῖς Σικελιώταις ὁ κότταβος δῆλον ἐκ τοῦ καὶ οἰκήματα ἐπιτήδεια τῇ παιδιᾷ κατασκευάζεσθαι, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τῷ περὶ Ἀλκαίου (FHG II 246). οὐκ ἀπεικότως οὖν οὐδ’ ὁ Καλλίμαχος Σικελὴν τὴν λάταγα προσηγόρευσεν. μνημονεύει τῶν λατάγων καὶ τῶν κοττάβων καὶ ὁ Χαλκοῦς καλούμενος Διονύσιος ἐν τοῖς Ἐλεγείοις διὰ τούτων (fr. 3 B)·
  1. κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες
  2. ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου
  3. κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες
  4. ἐς σφαίρας κυλίκων· καὶ πρὶν ἐκεῖνον ἰδεῖν,
  5. ὄμματι βηματίσαισθε τὸν αἰθέρα τὸν κατὰ κλίνην,
  6. εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτέταται.

ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ᾔτει πιεῖν μεγάλῃ κύλικι, ἐπιλέγων ἐκ τῶν αὐτῶν ἐλεγείων καὶ τόδε (fr. 4)·

v.3.p.479
  1. ‘ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν
  2. τόνδε τὸν ἀρχαῖον τηλεδαπόν τε φίλον
  3. εἰρεσίῃ γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον
  4. τοῦδ’ ἐπὶ συμποσίου· δεξιότης δὲ λόγου
Φαίακος Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει. κατὰ γὰρ τὸν νεώτερον Κρατῖνον, ὃς ἐν Ὀμφάλῃ φησίν (II 290 K)·
  1. πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα
  2. κρεῖττον· μάχαι δ’ ἄλλοισι καὶ πόνος μέλοι.’
πρὸς ὃν ὁ Κύνουλκος ἀεὶ τῷ Σύρῳ ἀντικορυσσόμενος καὶ οὐδέποτε τῆς φιλονεικίας παυόμενος ἧς εἶχε πρὸς αὐτόν, ἐπεὶ θόρυβος κατεῖχεν τὸ συμπόσιον, ἔφη· ‘τίς οὗτος ὁ τῶν συρβηνέων χορός; καὶ αὐτὸς δὲ τούτων τῶν ἐπῶν μεμνημένος τινῶν ἐρῶ, ἵνα μὴ ὁ Οὐλπιανὸς βρενθύηται ὡς ἐκ τῶν ἀποθέτων τοῖς Ὁμηρίδαις (Plat. Phaedr. 252b) μόνος ἀνασπάσας λήψεται τὰ κοττάβεια (fr. 2)·
  1. ἀγγελίας ἀγαθῆς δεῦρ’ ἴτε πευσόμενοι
  2. καὶ κυλίκων ἔριδας διαλύσατε καὶ κατάθεσθε
  3. τὴν ξύνεσιν παρ’ ἐμοὶ καὶ τάδε μανθάνετε,
εἰς τὴν παροῦσαν ζήτησιν ἐπιτήδεια ὄντα. ὁρῶ γὰρ καὶ τοὺς παῖδας ἤδη φέροντας ἡμῖν στεφάνους καὶ μύρα. διὰ τί δὲ λέγονται, τῶν ἐστεφανωμένων ἐὰν λύωνται οἱ στέφανοι, ὅτι ἐρῶσιν; τοῦτο γὰρ ἐν παισὶ τὰ Καλλιμάχου ἀναγινώσκων ἐπιγράμματα, ὧν ἐστι καὶ τοῦτο, ἐπεζήτουν μαθεῖν, εἰπόντος τοῦ Κυρηναίου (ep. 43 W)·
  1. τὰ δὲ ῥόδα φυλλοβολεῦντα
  2. τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ ἐγένοντο χαμαί.
    v.3.p.480
σὸν οὖν ἐστιν, ὦ μουσικώτατε, τὴν χιλιέτη μου ταύτην ζήτησιν ἀπολύσασθαι, Δημόκριτε, καὶ διὰ τί οἱ ἐρῶντες στεφανοῦσι τὰς τῶν ἐρωμένων θύρας.’

καὶ ὁ Δημόκριτος ‘ἀλλ’ ἵνα κἀγώ, φησίν, μνημονεύσω τῶν τοῦ Χαλκοῦ ποιητοῦ καὶ ῥήτορος Διονυσίου — Χαλκοῦς δὲ προσηγορεύθη διὰ τὸ συμβουλεῦσαι Ἀθηναίοις χαλκῷ νομίσματι χρήσασθαι, καὶ τὸν λόγον τοῦτον ἀνέγραψε Καλλίμαχος ἐν τῇ τῶν Ῥητορικῶν Ἀναγραφῇ (fr. 100 24) — λέξω τι καὶ αὐτὸς ἐκ τῶν Ἐλεγείων (fr. 1 B). σὺ δέ, ὦ Θεόδωρε (τοῦτο γάρ σου τὸ κύριον ὄνομα),

  1. δέχου τήνδε προπινομένην
  2. τὴν ἀπ’ ἐμοῦ ποίησιν. ἐγὼ δ’ ἐπιδέξια πέμπω
  3. σοὶ πρώτῳ Χαρίτων ἐγκεράσας χάριτας.
  4. καὶ σὺ λαβὼν τόδε δῶρον ἀοιδὰς ἀντιπρόπιθι,
  5. συμπόσιον κοσμῶν καὶ τὸ σὸν εὖ θέμενος.
φὴς οὖν ‘διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν λύηται ὁ στέφανος, ἐρᾶν λέγονται.’ ‘πότερον ὅτι ὁ ἔρως τοῦ τῶν ἐρώντων ἤθους περιαιρεῖται τὸν κόσμον, διὰ τοῦτο τὴν τοῦ ἐπιφανοῦς κόσμου περιαίρεσιν φρυκτόν τινα,’ φησὶ Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν (FHG II 315), ‘καὶ σημεῖον νομίζουσιν τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους. ἢ καθάπερ ἐπὶ τῆς μαντικῆς ἄλλα πολλά, καὶ τοῦτο σημειοῦνταί τινες; ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέ. τοιοῦτος δ’ ἐστὶν ὁ ἔρως· οὐδένες γὰρ μᾶλλον τῶν ἐν τῷ
v.3.p.481
ἐρᾶν ὄντων καλλωπίζονται. εἰ μὴ ἄρα ἡ φύσις οἱονεί τι δαιμόνιον δικαίως βραβεύουσα τῶν πραγμάτων ἕκαστον οἴεται δεῖν τοὺς ἐρῶντας μὴ στεφανοῦσθαι πρὶν κρατήσωσιν τοῦ ἔρωτος· τοῦτο δ’ ἔστιν ὅταν κατεργασάμενοι τὸν ἐρώμενον ἀπαλλαγῶσιν τῆς ἐπιθυμίας. τὴν ἀφαίρεσιν οὖν τοῦ στεφάνου σημεῖον τοῦ ἔτι ἐν τῷ διαγωνίζεσθαι εἶναι ποιούμεθα. ἢ ὁ Ἔρως αὐτὸς οὐκ ἐῶν καθ᾽ αὑτοῦ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι τῶν μὲν τὸν στέφανον περιαιρεῖ, τοῖς δὲ λοιποῖς ἐνδίδωσιν αἴσθησιν μηνύων ὅτι ἡττῶνται ὑπὸ αὐτοῦ· δι’ ὃ ἐρᾶν οἱ λοιποὶ τοὺς τοιούτους φασίν. ἢ ὅτι λύεται μὲν πᾶν τὸ δεδεμένον, ὁ δὲ ἔρως στεφανουμένων τινῶν δεσμός ἐστιν (οὐθένες γὰρ ἄλλοι τῶν δεδεμένων περὶ τὸ στεφανοῦσθαι σπουδάζουσιν πλὴν οἱ ἐρῶντες), τὴν τοῦ στεφάνου δὴ λύσιν σημεῖον τοῦ περὶ τὸν ἔρωτα δεσμοῦ νομίζοντες ἐρᾶν φασιν τοὺς τοιούτους; ἢ διὰ τὸ πολλάκις τοὺς ἐρῶντας διὰ τὴν πτοίησιν, ὡς ἔοικεν, στεφανουμένους περιαιρεῖν αὑτῶν τὸν στέφανον ἀντιστρέφομεν τῇ ὑπονοίᾳ τὸ πάθος, ὡς οὐκ ἄν ποτε τοῦ στεφάνου περιρέοντος, εἰ μὴ ἤρων; ἢ ὅτι ἀναλύσεις περὶ μόνους μάλιστα τοὺς ἐρῶντας καὶ καταδεδεμένους γίνονται, τὴν δὲ τοῦ στεφάνου ἀνάλυσιν καταδεδεμένων τινῶν εἶναι νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους· καταδέδενται γὰρ οἱ ἐρῶντες. εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται· χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ
v.3.p.482
στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα μεῖναι. στεφανοῦσιν δὲ τὰς τῶν ἐρωμένων θύρας ἤτοι τιμῆς χάριν καθαπερεί τινος θεοῦ τὰ πρόθυρα στεφανοῦσιν αὐτῶν, ἢ οὐ τοῖς ἐρωμένοις ἀλλὰ τῷ Ἔρωτι ποιούμενοι τὴν τῶν στεφάνων ἀνάθεσιν τοῦ μὲν Ἔρωτος τὸν ἐρώμενον ἄγαλμα, τούτου δὲ ναὸν ὄντα τὴν οἴκησιν στεφανοῦσι τὰ τῶν ἐρωμένων πρόθυρα· διὰ ταῦτα δὲ καὶ θύουσιν ἔνιοι ἐπὶ ταῖς τῶν ἐρωμένων θύραις. ἢ μᾶλλον ὑφ’ ὧν οἴονταί τε καὶ πρὸς ἀλήθειαν τὸν τῆς ψυχῆς κόσμον ἐσκύλευνται, καὶ τούτοις καὶ τὸν τοῦ σώματος κόσμον ὑπὸ τοῦ πάθους ἐξαγόμενοι καὶ σκυλεύοντες ἑαυτοὺς ἀνατιθέασιν. πᾶς δ’ ὁ ἐρῶν τοῦτο δρᾷ μὲν παρόντος, μὴ παρόντος δὲ τοῦ ἐρωμένου τοῦ ἐμποδὼν ποιεῖται τὴν ἀνάθεσιν. ὅθεν Λυκοφρονίδης τὸν ἐρῶντα ἐκεῖνον αἰπόλον ἐποίησε λέγοντα (III 634 B4)·
  1. τόδ’ ἀνατίθημί σοι ῥόδον,
  2. καλὸν ἄνθημα καὶ πέδιλα καὶ κυνέαν
  3. καὶ τὰν θηροφόνον λογχίδ᾽, ἐπεί μοι νόος ἄλλᾳ
  4. κέχυται
  5. ἐπὶ τὰν Χάρισι φίλαν παῖδα καὶ καλάν.’

ἀλλὰ μὴν καὶ ὁ ἱερώτατος Πλάτων ἐν ἑβδόμῳ Νόμων πρόβλημά τι προβάλλει στεφανωτικόν, ὅπερ ἄξιόν ἐστιν ἐπιλύσασθαι, οὕτως λέγοντος τοῦ φιλοσόφου (p. 819b)· ‘μήλων τέ τινων διανομαὶ καὶ στεφάνων

v.3.p.483
πλείοσιν ἅμα καὶ ἐλάττοσιν ἁρμοττόντων τῶν ἀριθμῶν τῶν αὐτῶν.’ ὁ μὲν Πλάτων οὕτως εἶπεν. ἐστὶν δ’ ὃ λέγει τοιοῦτον· ἕνα βούλεσθαι ἀριθμὸν εὑρεῖν, ᾧ ἕως τοῦ τελευταίου εἰσελθόντος ἐξ ἴσου πάντες ἕξουσιν ἤτοι μῆλα ἢ στεφάνους. φημὶ οὖν τὸν τῶν ἑξήκοντα ἀριθμὸν εἰς ἓξ συμπότας δύνασθαι τὴν ἰσότητα πληροῦν. οἶδα γὰρ ὅτι κατ’ ἀρχὰς ἐλέγομεν (I p. 4e) μὴ συνδειπνεῖν τῶν πέντε γε πλείους· ὅτι δ᾽ ἡμεῖς ψαμμακόσιοι ἐσμὲν δῆλον. ὁ οὖν τῶν ἑξήκοντα ἀριθμὸς εἰς ἓξ συμπληρωθέντος τοῦ συμποσίου ἀρκέσει οὕτως. εἰσῆλθεν εἰς τὸ συμπόσιον ὁ πρῶτος καὶ ἔλαβεν στεφάνους ἑξήκοντα· ἐπεισελθόντι τῷ δευτέρῳ δίδωσιν τοὺς ἡμίσεις καὶ ἑκατέρῳ γίνονται τριάκοντα· καὶ τρίτῳ ἐπεισελθόντι συνδιαιρούμενοι τοὺς πάντας ἐξ εἴκοσιν ἔχουσι, τετάρτῳ πάλιν ὁμοίως κοινωνήσαντες ἐκ δεκαπέντε γίνονται, πέμπτῳ δὲ ἐκ δώδεκα καὶ τῷ ἕκτῳ ἐκ δέκα. καὶ οὕτως ἰσότης ἀναπληροῦται τῶν στεφάνων.’

ταῦτ’ εἰπόντος τοῦ Δημοκρίτου ὁ Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν Κύνουλκον

  1. ‘οἵῳ μ’ ὁ δαίμων, ἔφη, φιλοσόφῳ συνῴκισεν·
— κατὰ τὸ Θεογνήτου τοῦ κωμῳδιοποιοῦ Φάσμα (III 364 K) —
  1. ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα·
  2. ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία·
  3. πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
  4. οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.
    v.3.p.484
πόθεν γάρ σοι καὶ ὁ τῶν συρβηνέων ἐπῆλθεν χορός; τίς τῶν ἀξίων λόγου μέμνηται τοῦ μουσικοῦ τούτου χοροῦ;’ καὶ ὃς ‘οὐ πρότερον, ἔφη, ὦ οὗτος, διδάξω σε, πρὶν ἂν τὸν ἄξιον παρὰ σοῦ λάβω μισθόν. οὐ γὰρ ἐγὼ τὰς ἐκ τῶν βιβλίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα καὶ ἀκοῆς ἄξια.’ ἐπὶ τούτοις ὁ Οὐλπιανὸς δυσχεράνας ἀνεβόησεν τὰ ἐξ Ὕπνου Ἀλέξιδος (II 385 K)·
  1. ‘οὐδ’ ἐν Τριβαλλοῖς ταῦτά γ’ ἐστὶν ἔννομα·
  2. οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις
  3. δείξαντα δεῖν τὸ δεῖπνον εἰς τὴν αὔριον
  4. πωλεῖν ἀδείπνοις ἃ παρέθηκ’ αὐτοῖς ἰδεῖν.
τὰ αὐτὰ ἰαμβεῖα φέρεται καὶ παρὰ Ἀντιφάνει ἐν Ὕπνῳ (ib. 104).’ καὶ ὁ Κύνουλκος· ‘ἐπεὶ περὶ στεφάνων ζητήσεις ἤδη γεγόνασιν, εἰπὲ ἡμῖν τίς ἐστιν ὁ παρὰ τῷ χαρίεντι Ἀνακρέοντι Ναυκρατίτης στέφανος, ὦ Οὐλπιανέ. φησὶν γὰρ οὕτως ὁ μελιχρὸς ποιητής (fr. 83 B)·
  1. στεφάνους δ’ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν,
  2. τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην.
καὶ διὰ τί παρὰ τῷ αὐτῷ ποιητῇ λύγῳ τινὲς στεφανοῦνται; φησὶν γὰρ ἐν τῷ δευτέρῳ τῶν Μελῶν (fr. 41)·
  1. Μεγίστης δ’ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπείτε
στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα. ὁ γὰρ τῆς λύγου στέφανος ἄτοπος· πρὸς δεσμοὺς γὰρ καὶ πλέγματα ἡ λύγος ἐπιτήδειος. εἰπὲ οὖν ἡμῖν τι
v.3.p.485
περὶ τούτων ζητήσεως ἀξίων ὄντων καὶ μὴ ὀνόματα θήρα, φιλότης.’

σιωπῶντος δ’ αὐτοῦ καὶ ἀναζητεῖν προσποιουμένου ὁ Δημόκριτος ἔφη· ‘Ἀρίσταρχος ὁ γραμματικώτατος, ἑταῖρε, ἐξηγούμενος τὸ χωρίον ἔφη ὅτι καὶ λύγοις ἐστεφανοῦντο οἱ ἀρχαῖοι. Τεναρος δὲ ἀγροίκων εἶναι λέγει στεφάνωμα τὴν λύγον. καὶ οἱ ἄλλοι δὲ ἐξηγηταὶ ἀπροσδιόνυσά τινα εἰρήκασιν περὶ τοῦ προκειμένου. ἐγὼ δ’ ἐντυχὼν τῷ Μηνοδότου τοῦ Σαμίου συγγράμματι, ὅπερ ἐπιγράφεται Τῶν κατὰ τὴν Σάμον ἐνδόξων ἀναγραφή, εὗρον τὸ ζητούμενον (FHG III 103). Ἀδμήτην γάρ φησιν τὴν Εὐρυσθέως ἐξ Ἄργους φυγοῦσαν ἐλθεῖν εἰς Σάμον, θεασαμένην δὲ τὴν τῆς Ἥρας ἐπιφάνειαν καὶ τῆς οἴκοθεν σωτηρίας χαριστήριον βουλομένην ἀποδοῦναι ἐπιμεληθῆναι τοῦ ἱεροῦ τοῦ καὶ νῦν ὑπάρχοντος, πρότερον δὲ ὑπὸ Λελέγων καὶ Νυμφῶν καθιδρυμένου· τοὺς δ᾽ Ἀργείους πυθομένους καὶ χαλεπαίνοντας πεῖσαι χρημάτων ὑποσχέσει Τυρρηνοὺς λῃστρικῷ τε βίῳ χρωμένους ἁρπάσαι τὸ βρέτας, πεπεισμένους τοὺς Ἀργείους ὡς, εἰ τοῦτο γένοιτο, πάντως τι κακὸν πρὸς τῶν τὴν Σάμον κατοικούντων ἡ Ἀδμήτη πείσεται. τοὺς δὲ Τυρρηνοὺς ἐλθόντας εἰς τὸν Ἡραίτην ὅρμον καὶ ἀποβάντας εὐθέως ἔχεσθαι τῆς πράξεως. ἀθύρου δὲ ὄντος τότε τοῦ νεὼ ταχέως ἀνελέσθαι τὸ βρέτας καὶ διακομίσαντας ἐπὶ θάλασσαν εἰς τὸ σκάφος ἐμβαλέσθαι· λυσαμένους δ’ αὐτοὺς τὰ πρυμνήσια καὶ τὰς ἀγκύρας ἀνελομένους

v.3.p.486
εἰρεσίᾳ τε πάσῃ χρωμένους ἀπαίρειν οὐ δύνασθαι. ἡγησαμένους οὖν θεῖόν τι τοῦτ’ εἶναι πάλιν ἐξενεγκαμένους τῆς νεὼς τὸ βρέτας ἀποθέσθαι παρὰ τὸν αἰγιαλόν· καὶ ψαιστὰ αὐτῷ ποιήσαντας περιδεεῖς ἀπαλλάττεσθαι. τῆς δὲ Ἀδμήτης ἕωθεν δηλωσάσης ὅτι τὸ βρέτας ἠφανίσθη καὶ ζητήσεως γενομένης εὑρεῖν μὲν αὐτὸ τοὺς ζητοῦντας ἐπὶ τῆς ᾐόνος, ὡς δὲ δὴ βαρβάρους Κᾶρας ὑπονοήσαντας αὐτόματον ἀποδεδρακέναι πρός τι λύγου θωράκιον ἀπερείσασθαι καὶ τοὺς εὐμηκεστάτους τῶν κλάδων ἑκατέρωθεν ἐπισπασαμένους περιειλῆσαι πάντοθεν. τὴν δὲ Ἀδμήτην λύσασαν αὐτὸ ἁγνίσαι καὶ στῆσαι πάλιν ἐπὶ τοῦ βάθρου, καθάπερ πρότερον ἵδρυτο. διόπερ ἐξ ἐκείνου καθ’ ἕκαστον ἔτος ἀποκομίζεσθαι τὸ βρέτας εἰς τὴν ᾐόνα καὶ ἀφαγνίζεσθαι ψαιστά τε αὐτῷ παρατίθεσθαι· καὶ καλεῖσθαι Τόναια τὴν ἑορτήν, ὅτι συντόνως συνέβη περιειληθῆναι τὸ βρέτας ὑπὸ τῶν τὴν πρώτην αὐτοῦ ζήτησιν ποιησαμένων.

ἱστορεῖται δ’ ὑπ’ αὐτὸν ἐκεῖνον τὸν χρόνον τῶν Καρῶν δεισιδαιμονίᾳ περισχεθέντων ἐπὶ τὸ μαντεῖον τοῦ θεοῦ παραγενομένων εἰς Ὕβλαν καὶ πυνθανομένων περὶ τῶν ἀπηντημένων, θεσπίσαι τὸν Ἀπόλλωνα ποινὴν αὐτοὺς ἀποδοῦναι τῇ θεῷ δι’ ἑαυτῶν ἑκούσιον καὶ χωρὶς δυσχεροῦς συμφορᾶς, ἣν ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀφώρισεν ὁ Ζεὺς τῷ Προμηθεῖ χάριν τῆς κλοπῆς τοῦ πυρός, λύσας αὐτὸν ἐκ τῶν χαλεπωτάτων δεσμῶν· καὶ τίσιν ἑκούσιον ἐν ἀλυπίᾳ κειμένην δοῦναι

v.3.p.487
θελήσαντος, ταύτην ἐκείνῳ ἐπιτάξαι τὸν καθηγούμενον τῶν θεῶν. ὅθεν αὐτίκα τὸν δεδηλωμένον στέφανον τῷ Προμηθεῖ περιγενέσθαι καὶ μετ’ οὐ πολὺ τοῖς εὐεργετηθεῖσιν ἀνθρώποις ὑπ’ αὐτοῦ κατὰ τὴν τοῦ πυρὸς δωρεάν. διόπερ καὶ τοῖς Καρσὶ κατὰ τὸ παραπλήσιον ὁ θεὸς παρεκελεύσατο στεφανώματι χρωμένοις τῇ λύγῳ καταδεῖν τὴν ἑαυτῶν κεφαλὴν τοῖς κλάδοις οἷς αὐτοὶ κατέλαβον τὴν θεόν. καταλῦσαι δὲ καὶ τἄλλα γένη τῶν στεφάνων ἐπέταξε χωρὶς τῆς δάφνης· τὴν δ’ αὐτὸς ἔφη τοῖς τὴν θεὸν θεραπεύουσι μόνοις ἀπονέμειν δῶρον. τοῖς τε χρησθεῖσιν ἐκ τῆς μαντείας κατακολουθήσαντας αὐτοὺς ἀβλαβεῖς ἔσεσθαι καὶ δίκην ἐν εὐωχίαις ἀποδιδόντας τῇ θεῷ τὴν προσήκουσαν. ὅθεν τοὺς Κᾶρας ὑπακοῦσαι βουλομένους τοῖς ἐκ τοῦ χρηστηρίου καταλῦσαι τὰς ἔμπροσθεν εἰθισμένας στεφανώσεις αὐτούς τε κατὰ πλῆθος χρῆσθαι μὲν τῇ λύγῳ, τοῖς δὲ θεραπεύουσιν τὴν θεὸν ἐπιτρέψαι φορεῖν τὸν καὶ νῦν ἔτι διαμένοντα τῆς δάφνης στέφανον.

μνημονεύειν δ’ ἔοικεν ἐπὶ ποσόν τι τῆς κατὰ τὴν λύγον στεφανώσεως καὶ Νικαίνετος ὁ ἐποποιὸς ἐν τοῖς Ἐπιγράμμασιν, ποιητὴς ὑπάρχων ἐπιχώριος καὶ τὴν ἐπιχώριον ἱστορίαν ἠγαπηκὼς ἐν πλείοσιν. λέγει δ’ οὕτως·

  1. οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρ’ Ἥρῃ
  2. δαίνυσθαι ζεφύρου πνεύμασι τερπόμενος.
  3. ἀρκεῖ μοι λιτὴ μὲν ὑπὸ πλευροῖσι χαμευνάς,
  4. ἐγγύθι πὰρ προμάλου δέμνιον ἐνδαπίης,
    v.3.p.488
  5. καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. ἀλλὰ φερέσθω
  6. οἶνος καὶ Μουσῶν ἡ χαρίεσσα λύρη,
  7. θυμῆρες πίνοντες ὅπως Διὸς εὐκλέα νύμφην
  8. μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης.
ἐν τούτοις γὰρ ἀμφιβόλως εἰρηκὼς ὁ Νικαίνετος πότερον στρωμνῆς ἕνεκεν ἢ στεφανώσεως ἀρκεῖται τῇ λύγῳ, τῷ δὲ λέγειν αὐτὴν τῶν Καρῶν ἀρχαῖον στέφος πρόδηλον καθίστησι τὸ ζητούμενον. συνέβη δὲ τὴν τῆς λύγου στεφάνωσιν καὶ μέχρι τῶν κατὰ Πολυκράτην χρόνων, ὡς ἄν τις εἰκάσειε, τῇ νήσῳ συνηθεστέραν ὑπάρχειν. ὁ γοῦν Ἀνακρέων φησίν (cf. p. 671f)·
  1. Μεγίστης ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπειδὴ
  2. στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα.’

ταῦτα ἴσασιν οἱ θεοὶ ὡς πρῶτος αὐτὸς ἐν τῇ καλῇ Ἀλεξανδρείᾳ εὗρον κτησάμενος τὸ τοῦ Μηνοδότου συγγραμμάτιον καὶ ἐπιδείξας πολλοῖς ἐξ αὐτοῦ τὸ παρὰ τῷ Ἀνακρέοντι ζητούμενον. λαβὼν δὲ παρ’ ἐμοῦ ὁ πᾶσιν κλοπὴν ὀνειδίζων Ἡφαιστίων ἐξιδιοποιήσατο τὴν λύσιν καὶ σύγγραμμα ἐξέδωκεν ἐπιγράψας Περὶ τοῦ παρ’ Ἀνακρέοντι λυγίνου στεφάνου· ὅπερ νῦν ἐν τῇ Ῥώμῃ εὕρομεν παρὰ τῇ ἀντικοττυραι Δημητρίῳ. τοιοῦτος δέ τις καὶ ὁ Ἡφαιστίων συγγραφεὺς καὶ περὶ τὸν καλὸν ἡμῶν Ἄδραστον ἐγένετο. ἐκδόντος γὰρ τούτου πέντε μὲν βιβλία Περὶ τῶν παρὰ Θεοφράστῳ ἐν τοῖς περὶ Ἠθῶν καθ’ ἱστορίαν καὶ λέξιν ζητουμένων, ἕκτον δὲ περὶ τῶν ἐν τοῖς Ἠθικοῖς Νικομαχείοις

v.3.p.489
Ἀριστοτέλους, ἐννοίας ἀμφιλαφεῖς παραθεμένου περὶ τοῦ παρὰ Ἀντιφῶντι τῷ τραγῳδιοποιῷ Πληξίππου καὶ πλεῖστα ὅσα καὶ περὶ αὐτοῦ τοῦ Ἀντιφῶντος εἰπόντος, σφετερισάμενος καὶ ταῦτα ἐπέγραψέν τι βιβλίον Περὶ τοῦ παρὰ Ξενοφῶντι ἐν τοῖς Ἀπομνημονεύμασιν (1, 6) Ἀντιφῶντος, οὐδὲν ἴδιον προσεξευρών, ὥσπερ κἀν τῷ Περὶ τοῦ λυγίνου στεφάνου. μόνον γὰρ τοῦτ᾽ ἴδιον εἴρηκεν ὅτι Φύλαρχος ἐν τῇ ἑβδόμῃ τῶν Ἱστοριῶν (FHG I 337) οἶδεν τὴν κατὰ τὴν λύγον ἱστορίαν καὶ ὅτι οὔτε τὰ Νικαινέτου οἶδεν οὔτε τὰ Ἀνακρέοντος ὁ συγγραφεύς· ἀπέδειξε δὲ καὶ διαφωνοῦντα αὐτὸν κατ’ ἔνια τῶν ἱστορηθέντων παρὰ τῷ Μηνοδότῳ. δύναται δέ τις λέγειν περὶ τῆς λύγου ἁπλούστερον, ὅτι ὁ Μεγίστης τῇ λύγῳ ἐστεφανοῦτο, ὡς παρακειμένης ἐκ τοῦ δαψιλοῦς ἐν ᾧ εὐωχεῖτο τόπῳ, συνδέσεως ἕνεκα τῶν κροτάφων. καὶ γὰρ καὶ Λακεδαιμόνιοι καλάμῳ στεφανοῦνται ἐν τῇ τῶν Προμαχείων ἑορτῇ, ὥς φησι Σωσίβιος ἐν τοῖς περὶ τῶν ἐν Λακεδαίμονι Θυσιῶν (FHG II 626) γράφων οὕτως· ‘ἐν ταύτῃ συμβαίνει τοὺς μὲν ἀπὸ τῆς χώρας καλάμοις στεφανοῦσθαι ἢ στλεγγίδι, τοὺς δ’ ἐκ τῆς ἀγωγῆς παῖδας ἀστεφανώτους ἀκολουθεῖν.’

Ἀριστοτέλης δ’ ἐν δευτέρῳ Ἐρωτικῶν (fr. 80 R) καὶ Ἀρίστων ὁ περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν βʹ Ἐρωτικῶν Ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς

v.3.p.490
τυχόντας, τῆς τῶν κροτάφων συνδέσεως ὠφελεῖν δοκούσης· οἱ δ’ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον.’ ἐστεφανοῦντο δὲ καὶ τὸ μέτωπον, ὡς ὁ καλὸς Ἀνακρέων ἔφη (fr. 54 B4)·
  1. ἐπὶ δ’ ὀφρύσιν σελίνων στεφανίσκους
  2. θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσῳ.
ἐστεφανοῦντο δὲ καὶ τὰ στήθη καὶ ἐμύρουν ταῦτα, ἐπεὶ αὐτόθι ἡ καρδία. ἐκάλουν δὲ καὶ οἷς περιεδέοντο τὸν τράχηλον στεφάνους ὑποθυμίδας, ὡς Ἀλκαῖος ἐν τούτοις (fr. 36 B)·
  1. ἀλλ’ ἀνήτω μὲν περὶ ταῖς δέραισι
  2. περθέτω πλεκτὰς ὑποθυμίδας τίς.
καὶ Σαπφώ (fr. 46)·
  1. καὶ πολλαὶς ὑποθυμίδας
  2. πλεκταὶς ἀμπ’ ἀπαλᾷ δέρᾳ.
καὶ Ἀνακρέων (fr. 39)·
  1. πλεκτὰς δ’ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο.
Αἰσχύλος δ’ ἐν τῷ Λυομένῳ Προμηθεῖ σαφῶς φησιν (fr. 202 N) ὅτι ἐπὶ τε τιμῇ τοῦ Προμηθέως τὸν στέφανον περιτίθεμεν τῇ κεφαλῇ, ἀντίποινα τοῦ ἐκείνου δεσμοῦ, καίτοι ἐν τῇ ἐπιγραφομένῃ Σφιγγὶ εἰπών (fr. 235)·
v.3.p.491
  1. τῷ δὲ ξένῳ γε στέφανον, ἀρχαῖον στέφος,
  2. δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου.
Σαπφὼ δ’ ἁπλούστερον τὴν αἰτίαν ἀποδίδωσιν τοῦ στεφανοῦσθαι ἡμᾶς, λέγουσα τάδε (fr. 78 B4)·
  1. σὺ δὲ στεφάνοις, ὦ Δίκα, περθέσθ’ ἐραταῖς φόβαισιν
  2. ὅρπακας ἀνήτοιο συνερραις ἁπαλαῖσι χερσίν.
  3. εὐανθέα γὰρ πέλεται καὶ Χάριτες μάκαιρα
  4. μᾶλλον προσόρην, ἀστεφανώτοισι δ’ ἀπυστρέφονται.
ὡς εὐανθέστερον γὰρ καὶ κεχαρισμένον μᾶλλον τοῖς θεοῖς παραγγέλλει στεφανοῦσθαι τοὺς θύοντας. Ἀριστοτέλης δ᾽ ἐν τῷ Συμποσίῳ φησὶν (fr. 98 R) ὅτι οὐδὲν κολοβὸν προσφέρομεν πρὸς τοὺς θεούς, ἀλλὰ τέλεια καὶ ὅλα. τὸ δὲ πλῆρες τέλειόν ἐστιν. τὸ δὲ στέφειν πλήρωσίν τινα σημαίνει. Ὅμηρος· Il. 1.470
  1. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
καί· Od. 8.170
  1. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει.
‘τοὺς γὰρ αὖ τὴν ὄψιν ἀμόρφους, φησίν, ἀναπληροῖ ἡ τοῦ λέγειν πιθανότης ἔοικεν οὖν ὁ στέφανος τοῦτο ποιεῖν βούλεσθαι. διὸ καὶ περὶ τὰ πένθη τοὐναντίον παρασκευάζομεν. ὁμοπαθείᾳ γὰρ τοῦ κεκμηκότος κολοβοῦμεν ἡμᾶς αὐτοὺς τῇ τε κουρᾷ τῶν τριχῶν καὶ τῇ τῶν στεφάνων ἀφαιρέσει.’

Φιλωνίδης δ’ ὁ ἰατρὸς ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων ‘ἐκ τῆς Ἐρυθρᾶς, φησίν, θαλάσσης ὑπὸ Διονύσου μετενεχθείσης εἰς τὴν

v.3.p.492
Ἑλλάδα τῆς ἀμπέλου καὶ πρὸς ἄμετρον ἀπόλαυσιν τῶν πολλῶν ἐκτρεπομένων ἄκρατόν τε προσφερομένων αὐτῶν, οἳ μὲν μανιωδῶς ἐκτρεπόμενοι παρέπαιον, οἳ δὲ νεκροῖς ἐῴκεσαν ἀπὸ τῆς καρώσεως. ἐπ’ ἀκτῆς δέ τινων πινόντων ἐπιπεσὼν ὄμβρος τὸ μὲν συμπόσιον διέλυσεν, τὸν δὲ κρατῆρα, ὃς εἶχεν ὀλίγον οἶνον ὑπολελειμμένον, ἐπλήρωσεν ὕδατος. γενομένης δ’ αἰθρίας εἰς τὸν αὐτὸν ὑποστρέψαντες τόπον, γευσάμενοι τοῦ μίγματος προσηνῆ καὶ ἄλυπον ἔσχον ἀπόλαυσιν. καὶ διὰ τοῦθ’ οἱ Ἕλληνες τῷ μὲν παρὰ δεῖπνον ἀκράτῳ προσδιδομένῳ τὸν Ἀγαθὸν ἐπιφωνοῦσι Δαίμονα, τιμῶντες τὸν εὑρόντα δαίμονα· ἦν δ’ οὗτος ὁ Διόνυσος. τῷ δὲ μετὰ δεῖπνον κεκραμένῳ πρώτῳ διδομένῳ ποτηρίῳ Δία Σωτῆρα ἐπιλέγουσι, τῆς ἐκ τοῦ μίγματος ἀλύπου κράσεως τὸν καὶ τῶν ὄμβρων ἀρχηγὸν αἴτιον ὑπολαβόντες. ἔδει μὲν οὖν βοηθημάτων τοῖς ἐν τῷ πότῳ κεφαλὴν ἐπιθλιβεῖσιν, ἦν δὲ δεσμὸς ἐξ αὐτῶν προχειρότατος καὶ τῆς φύσεως ἐπὶ τοῦτο ὁδηγούσης. ἀλγήσας γάρ τις κεφαλήν, ὥς φησιν Ἀνδρέας, εἶτα πιέσας καὶ κουφισθεὶς εὗρεν κεφαλαλγίας δεσμὸν φάρμακον. τούτῳ οὖν βοηθήματι πρὸς πότους χρώμενοι τοῖς παραπίπτουσι τὴν κεφαλὴν ἐδέσμευον· καὶ ἐπὶ τὸν κίσσινον στέφανον ἦλθον αὐτόματόν τε καὶ πολὺν ὄντα καὶ κατὰ πάντα τόπον γεννώμενον, ἔχοντα καὶ πρόσοψιν οὐκ ἀτερπῆ, χλωροῖς πετάλοις καὶ κορύμβοις
v.3.p.493
σκιάζοντα τὸ μέτωπον καὶ τοὺς ἐν τῷ σφίγγειν τόνους ὑπομένοντα, προσέτι δὲ ψύχοντα χωρὶς ὀδμῆς καρούσης. καὶ ταύτῃ μοι δοκεῖ Διονύσῳ ὁ βίος ἀνεῖναι τὸ στέφος, τὸν εὑρετὴν τοῦ πώματος καὶ τῶν δι’ αὐτὸ ἐλασσωμάτων ἀλεξητῆρα βουλόμενος εἶναι. ἐντεῦθεν δὲ εἰς ἡδονὴν τραπέντες τὸ μὲν εἰς ... συμφέρον καὶ τοῖς ἐκ μέθης παραβοηθοῦν ἐλαττώμασιν ὁ στέφανος τοῦ πρὸς ὄψιν ἢ πρὸς ὀσμὴν ἐπιτερποῦς ἐφρόντισαν. διὸ μυρσίνης μὲν στέφανον στύφοντα καὶ τὴν οἴνων ἀναθυμίασιν ἀποκρουόμενον, ἔτι δὲ ῥόδινον ἔχοντά τι καὶ κεφαλαλγίας παρηγορικὸν σὺν τῷ καὶ κατὰ ποσὸν ψύχειν, πρὸς δὲ τοῖς δάφνινον οὐκ ἀλλότριον πότου ἡγητέον. λευκόινον δὲ κινητικὸν ὄντα κεφαλῆς καὶ ἀμαράκινον καὶ ἅπαντας τοὺς καροῦν δυναμένους ἢ βαρύνειν ἄλλως κεφαλὴν περιστατέον.’ τὰ αὐτὰ εἴρηκεν καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων ταῖσ αὐταῖς λέξεσι. καὶ περὶ μὲν τούτων, ὦ ἑταῖροι, ταῦτα.

περὶ δὲ τοῦ Ναυκρατίτου στεφάνου τίς ἐστι τὴν ἄνθην πολλὰ ἀναζητήσας καὶ πολλῶν πυθόμενος, ὡς οὐδὲν ἐμάνθανον, ἐνέτυχον ὀψέ ποτε Πολυχάρμου Ναυκρατίτου ἐπιγραφομένῳ βιβλίῳ Περὶ Ἀφροδίτης, ἐν ᾧ ταυτὶ γέγραπται (FHG IV 480)· ‘κατὰ δὲ τὴν τρίτην πρὸς ταῖς εἴκοσιν Ὀλυμπιάδα ὁ Ἡρόστρατος, πολίτης ἡμέτερος ἐμπορίᾳ χρώμενος καὶ χώραν

v.3.p.494
πολλὴν περιπλέων, προσσχών ποτε καὶ Πάφῳ τῆς Κύπρου ἀγαλμάτιον Ἀφροδίτης σπιθαμιαῖον, ἀρχαῖον τῇ τέχνῃ, ὠνησάμενος ᾔει φέρων εἰς τὴν Ναύκρατιν. καὶ αὐτῷ πλησίον φερομένῳ τῆς Αἰγύπτου ἐπεὶ χειμὼν αἰφνίδιον ἐπέπεσεν καὶ οὐ συνιδεῖν οὐκ ἦν ὅπου γῆς ἦσαν, κατέφυγον ἅπαντες ἐπὶ τὸ τῆς Ἀφροδίτης ἄγαλμα σῴζειν αὑτοὺς αὐτὴν δεόμενοι. ἡ δὲ θεὸς (προσφιλὴς γὰρ τοῖς Ναυκρατίταις ἦν) αἰφνίδιον ἐποίησε πάντα τὰ παρακείμενα αὐτῇ μυρρίνης χλωρᾶς πλήρη ὀδμῆς τε ἡδίστης ἐπλήρωσεν τὴν ναῦν ἤδη ἀπειρηκόσι τοῖς ἐμπλέουσιν τὴν σωτηρίαν διὰ τὴν πολλὴν ναυτίαν γενομένου τε ἐμέτου πολλοῦ, καὶ ἡλίου ἐκλάμψαντος κατιδόντες τοὺς ὅρμους ἧκον εἰς τὴν Ναύκρατιν. καὶ ὁ Ἡρόστρατος ἐξορμήσας τῆς νεὼς μετὰ τοῦ ἀγάλματος, ἔχων καὶ τὰς αἰφνίδιον αὐτῷ ἀναφανείσας χλωρὰς μυρρίνας, ἀνέθηκεν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ, θύσας δὲ τῇ θεῷ καὶ ἀναθεὶς τῇ Ἀφροδίτῃ τἄγαλμα, καλέσας δὲ καὶ ἐφ᾽ ἑστίασιν ἐν αὐτῷ τῷ ἱερῷ τοὺς προσήκοντας καὶ τοὺς οἰκειοτάτους ἔδωκεν ἑκάστῳ καὶ στέφανον ἐκ τῆς μυρρίνης, ὃν καὶ τότε ἐκάλεσε Ναυκρατίτην.’ ὁ μὲν οὖν Πολύχαρμος ταῦτα. οἷς κἀγὼ πείθομαι, ἡγούμενος οὐκ ἄλλον τινὰ εἶναι Ναυκρατίτην στέφανον ἢ τὸν ἐκ τῆς μυρρίνης, τῷ καὶ μετὰ τῶν ῥόδων ὑπὸ τοῦ Ἀνακρέοντος φορεῖσθαι (cf. p. 671 e). καὶ ὁ Φιλωνίδης δὲ εἴρηκεν ὡς ὁ τῆς μυρρίνης
v.3.p.495
στέφανος τὴν ἐκ τῶν οἴνων ἀναθυμίασιν ἀποκρούεται καὶ ὁ τῶν ῥόδων ἔχει τι κεφαλαλγίας παρηγορικὸν πρὸς τῷ καὶ ἐμψύχειν. γελοῖοι οὖν εἰσιν καὶ οἱ λέγοντες Ναυκρατίτην εἶναι στέφανον τὸν ἐκ τῆς βύβλου τῆς στεφανωτρίδος καλουμένης παρ’ Αἰγυπτίοις στεφόμενον, παρατιθέμενοι Θεοπόμπου ἐκ τῆς τρίτης τῶν Ἑλληνικῶν (FHG I 279), ὅς φησιν Ἀγησιλάῳ τῷ Λάκωνι παραγενομένῳ εἰς Αἴγυπτον δῶρα πέμψαι τοὺς Αἰγυπτίους ἄλλα τέ τινα καὶ δὴ καὶ τὴν στεφανωτρίδα βύβλον. ἐγὼ δὲ οὐκ οἶδα τίνα ὠφέλειαν ἢ ἡδονὴν ἔχει τὸ βύβλῳ στεφανοῦσθαι μετὰ ῥόδων, πλὴν εἰ μή τι οἱ τούτοις χαίροντες στέψονται ὁμοῦ ῥόδοις καὶ σκόροδα. παμπόλλους δὲ οἶδα λέγοντας τὸν ἐκ τῆς σαμψύχου στέφανον εἶναι τὸν Ναυκρατίτην· πολὺ δὲ τὸ ἄνθος τοῦτο κατὰ τὴν Αἴγυπτον. διάφορος δὲ γίνεται κατὰ τὴν ὀδμὴν ἡ ἐν Αἰγύπτῳ μυρρίνη παρὰ τὰς ἐν ἄλλαις χώραις, ὡς καὶ Θεόφραστος ἱστορεῖ (h. pl. 6, 8, 5).’

ἔτι τούτων λεγομένων ἐπεισῆλθον παῖδες στεφάνους φέροντες τῶν ἀκμαζόντων κατὰ τοὺς καιρούς. καὶ ὁ Μυρτίλος ‘λέγε, καλέ, εἶπεν, Οὐλπιανέ, στεφάνων ὀνόματα. οἱ γὰρ παῖδες κατὰ τὸν Χαιρήμονος Κένταυρον (fr. 11 N)·

  1. στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας
  2. κήρυκας εὐχαῖς προὐβάλοντο δαιμόνων.
καὶ ἐν τῷ Διονύσῳ δὲ ὁ αὐτὸς ἔφη ποιητής (fr. 6)·
  1. στεφάνους τεμόντες, ἀγγέλους εὐφημίας.
    v.3.p.496
σὺ δὲ μὴ τὰ ἐκ τῶν ἐπιγραφομένων Αἰλίου Ἀσκληπιάδου Στεφάνων φέρε ἡμῖν ὡς ἀνηκόοις αὐτῶν, ἀλλ’ ἄλλο τι παρ’ ἐκεῖνα λέγε. δεῖξαι γὰρ οὐκ ἔχεις ὅτι διαλελυμένως τις εἴρηκε ῥόδων στέφανον καὶ ἴων στέφανον· τὸ γὰρ παρὰ Κρατίνῳ κατὰ παιδιὰν εἴρηται (I 113)· ‘ναρκισσίνους ὀλίσβους.‘’ καὶ ὃς γελάσας ‘πρῶτον ἐν τοῖς Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος ὁ Δήλιος ἐν δʹ Δηλιάδος (FHG IV 493), τὸ παρὰ μὲν ἡμῖν στέφος, παρὰ δέ τισι στέμμα προσαγορευόμενον, διὸ καὶ τούτῳ πρώτῳ στεφανωσάμενοι δεύτερον περιτιθέμεθα τὸν δάφνινον. κέκληται δὲ στέφανος ἀπὸ τοῦ στέφειν. σὺ δὲ οἴει με, ἔφη, Θετταλὲ ποικιλόμυθε, τῶν κοινῶν τούτων καὶ κατημαξευμένων ἐρεῖν τι; διὰ δὲ τὴν σὴν γλῶσσαν τῆς ΥΠΟΓΛΩΤΤΙΔΟΣ μνησθήσομαι, ἧς Πλάτων ἐμνήσθη ἐν Διὶ Κακουμένῳ (I 614 K)·
  1. καίτοι φορεῖτε γλῶσσαν ἐν ὑποδήμασι,
  2. στεφανοῦσθ’ ὑπογλωττίσιν, ὅταν πίνητέ που·
  3. κἂν καλλιερῆτε, γλῶτταν ἀγαθὴν πέμπετε.
Θεόδωρος δ’ ἐν ταῖς Ἀττικαῖς Φωναῖς, ὥς φησιν Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων, πλοκῆς στεφάνων γένος τι τὴν ὑπογλωττίδα ἀποδίδωσιν. λαβὲ οὖν καὶ παρ’ ἐμοῦ κατὰ τὸν Εὐριπίδην (fr. 189 N)·
  1. ἐκ παντὸς (γὰρ) ἄν τις πράγματος δισσῶν λόγων
  2. ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.
    v.3.p.497

ΙΣΘΜΙΑΚΟΝ. οὕτως τοῦτον καλούμενον στέφανον Ἀριστοφάνης μνήμης ἠξίωσεν ἐν Ταγηνισταῖς λέγων οὕτως (I 518 K)·

  1. τί οὖν ποιῶμεν; χλανίδ’ ἐχρῆν λευκὴν λαβεῖν·
  2. εἶτ’ ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
  3. ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.
Σιληνὸς δ’ ἐν ταῖς Γλώσσαις φησίν· ‘Ἴσθμιον στέφανον.’ Φιλητᾶς δέ φησι (fr. 46 B)· ‘Ἴσθμιοσ στέφανος ἤγουν ὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ πρώτου κόσμου. λέγω δὲ τὸ ἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον.’ Τιμαχίδας δὲ καὶ Σιμμίας οἱ Ῥόδιοι ἀποδιδόασιν ἓν ἀνθ’ ἑνὸς ‘Ἴσθμιον, στέφανον.’ οὗ μνημονεύει καὶ Καλλίξεινος ὁ Ῥόδιος καὶ αὐτὸς γένος ἐν τοῖς περὶ Ἀλεξανδρείας γράφων οὕτως (FHG III 64) ....