Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Τὸν Διόνυσον, ἑταῖρε Τιμόκρατες, μαινόμενον οἱ πολλοὶ λέγουσιν ἀπὸ τοῦ τοὺς πλείονας ἀκράτου σπῶντας θορυβώδεις γίνεσθαι· Od. 22.293

  1. οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
  2. βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ’ αἴσιμα πίνῃ.
  3. οἶνος καὶ κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα
  4. ὤλεσ’ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
  5. ἐς Λαπίθας ἐλθόνθ᾽. ὃ δ’ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
  6. μαινόμενος κάκ’ ἔρεξε δόμοις ἐνὶ Πειριθόοιο.
‘κατιόντος γοῦν τοῦ οἴνου ἐς τὸ σῶμα, ὥς φησιν Ἡρόδοτος (I 212), ἐπαναπλέει κακὰ ἔπεα’ καὶ μαινόμενα. Κλέαρχός τε ὁ κωμῳδιοποιὸς ἐν Κορινθίοις φησίν (II 409 K)·
  1. εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας
  2. ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν
  3. τὸν ἄκρατον ἡμῶν, οὐδὲ εἷς ἔπινεν ἄν.
    v.3.p.353
  4. νῦν δὲ πρότερόν γε τοῦ πόνου τὴν ἡδονὴν
  5. προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ.
Ξενοφῶντος δὲ τὸν Ἀγησίλαον (V 1)... ‘μέθης μὲν ἀπέχεσθαι ὁμοίως ᾤετο χρῆναι καὶ μανίας, σίτων δὲ ὑπερκαίρων ὁμοίως καὶ ἀργίας.’ ἀλλ’ οὐχ ἡμεῖς γε οὔτε τῶν πλεῖον πινόντων ὄντες οὔτε τῶν ἐξοίνων γινομένων πληθούσης ἀγορᾶς ἐπὶ τὰ μουσικὰ ταῦτα ἐρχόμεθα συμπόσια. καὶ γὰρ ὁ φιλεπιτιμητὴς Οὐλπιανὸς πάλιν τινὸς ἐπείληπτο εἰπόντος ‘ἔξοινος οὔκ εἰμι’, λέγων ‘ὁ δ’ ἔξοινος ποῦ;’ καὶ ὃς ‘παρ’ Ἀλέξιδι ἐν Εἰσοικιζομένῳ (II 318 K)·
  1. ἔξοινος ἐποίει ταῦτά γε’
ἔφη.

  1. ‘ἐπεὶ δὲ ἑκάστης ἡμέρας μετὰ τοὺς παρ’ ἡμῶν
καινοὺς αἰεὶ λεγομένους λόγους καὶ ἀκροάματα ἑκάστοτε διάφορα ἐπεισάγει ὁ λαμπρὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος ἔτι τε καὶ γελωτοποιούς, φέρε λέγωμέν τι καὶ ἡμεῖς περὶ τούτων. καίτοι γε οἶδα καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐν συμποσίῳ γελωτοποιῶν εἰσαχθέντων ἀγέλαστον διαμείναντα, πιθήκου δ’ ἐπεισαχθέντος γελάσαντα φάναι, ὡς οὗτος μὲν φύσει γελοῖός ἐστιν, ὁ δ’ ἄνθρωπος ἐπιτηδεύσει. καὶ Εὐριπίδης δὲ ἐν τῇ Δεσμώτιδι Μελανίππῃ ἔφη (fr. 492 N)·
  1. ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα
  2. ἀσκοῦσι χάριτας κερτόμους. ἐγὼ δέ πως
  3. μισῶ γελοίους, οἵτινες τήτῃ σοφῶν
    v.3.p.354
  4. ἀχάλιν’ ἔχουσι στόματα· κἀς ἀνδρῶν μὲν οὐ
  5. τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δ’ εὐπρεπεῖς
  6. οἰκοῦσιν οἴκους καὶ τὰ ναυστολούμενα
  7. ἔσω δόμων σῴζουσι.
‘Παρμενίσκος δὲ ὁ Μεταποντῖνος, ὥς φησιν Σῆμος ἐν εʹ Δηλιάδος (FHG IV 493), καὶ γένει καὶ πλούτῳ πρωτεύων εἰς Τροφωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. καὶ χρηστηριαζομένῳ περὶ τούτου ἡ Πυθία ἔφη·
  1. εἴρῃ μ’ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο·
  2. δώσει σοι μήτηρ οἴκοι· τὴν ἔξοχα τῖε.
ἐλπίζων δ’ ἂν ἐπανέλθῃ εἰς τὴν πατρίδα γελάσειν, ὡς οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι ἔρχεταί ποτε κατὰ τύχην εἰς Δῆλον· καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθεν καὶ εἰς τὸ Λητῷον, νομίζων τῆς Ἀπόλλωνος μητρὸς ἄγαλμα τι θεωρήσειν ἀξιόλογον· ἰδὼν δ’ αὐτὸ ξύλον ὂν ἄμορφον παραδόξως ἐγέλασεν. καὶ τὸν τοῦ θεοῦ χρησμὸν συμβάλλων καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν.’

Ἀναξανδρίδης δ’ ἐν Γεροντομανίᾳ καὶ εὑρετὰς τῶν γελοίων φησὶ γενέσθαι Ῥαδάμανθυν καὶ Παλαμήδην, λέγων οὕτως (II 139 K)·

  1. καίτοι πολλοί γε πονοῦμεν.
  2. τὸ δ’ ἀσύμβολον εὗρε γελοῖα λέγειν Ῥαδάμανθυς
  3. καὶ Παλαμήδης.
γελωτοποιῶν δὲ μέμνηται Ξενοφῶν ἐν τῷ Συμποσίῳ
v.3.p.355
Φιλίππου μέν, περὶ οὗ καὶ οὑτωσὶ λέγει (I 11)· ‘Φίλιππος δ’ ὁ γελωτοποιὸς κρούσας τὴν θύραν εἶπε τῷ ὑπακούσαντι εἰσαγγεῖλαι ὅστις τε εἴη καὶ διότι κατάγεσθαι βούλεται· συνεσκευασμένος δὲ ἔφη παρεῖναι πάντα τἀπιτήδεια ὥστε δειπνεῖν τἀλλότρια. καὶ τὸν παῖδα δ᾽ ἔφη πάνυ πιέζεσθαι διά τε τὸ φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶναι.’ Ἱππόλοχος δ’ ὁ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα Ἐπιστολῇ γελωτοποιῶν μέμνηται Μανδρογένους καὶ Στράτωνος τοῦ Ἀττικοῦ. πλῆθος δ’ ἦν Ἀθήνησι τῆς σοφίας ταύτης. ἐν γοῦν τῷ Διομέων Ἡρακλείῳ συνελέγοντο ξʹ ὄντες τὸν ἀριθμὸν καὶ ἐν τῇ πόλει διωνομάζοντο ὡς ‘οἱ ξʹ τοῦτ’ εἶπον’ καὶ ‘ἀπὸ τῶν ξʹ ἔρχομαι.’ ἐν δὲ τούτοις ἦσαν Καλλιμέδων τε ὁ Κάραβος καὶ Δεινίας, ἔτι τε Μνασιγείτων καὶ Μέναιχμος, ὥς φησι Τηλεφάνης ἐν τῷ περὶ τοῦ Ἄστεος (FHG IV 507). τοσαύτη δ’ αὐτῶν δόξα τῆς ῥᾳθυμίας ἐγένετο ὡς καὶ Φίλιππον ἀκούσαντα τὸν Μακεδόνα πέμψαι αὐτοῖς τάλαντον, ἵν᾽ ἐκγραφόμενοι τὰ γελοῖα πέμπωσιν αὐτῷ. ὅτι δὲ ἦν περὶ τὰ γελοῖα ἐσπουδακὼς ὁ βασιλεὺς οὗτος μαρτυρεῖ Δημοσθένης ὁ ῥήτωρ ἐν τοῖς Φιλιππικοῖς (Olynth. 2, 19). φιλόγελως δὲ ἦν καὶ Δημήτριος ὁ Πολιορκητής, ὥς φησι Φύλαρχος ἐν τῇ Ϛʹ τῶν Ἱστοριῶν (FHG I 335), ὅς γε καὶ τὴν Λυσιμάχου αὐλὴν κωμικῆς σκηνῆς οὐδὲν διαφέρειν ἔλεγεν· ἐξιέναι γὰρ ἀπ’ αὐτῆς πάντας δισυλλάβους· τόν τε Βῖθυν χλευάζων καὶ τὸν Πάριν, μεγίστους ὄντας
v.3.p.356
παρὰ τῷ Λυσιμάχῳ, καί τινας ἑτέρους τῶν φίλων· παρὰ δ’ αὑτοῦ Πευκέστας καὶ Μενελάους, ἔτι δὲ Ὀξυθέμιδας. ταῦτα δ’ ἀκούων ὁ Λυσίμαχος ‘ἐγὼ τοίνυν, ἔφη, πόρνην ἐκ τραγικῆς σκηνῆς οὐχ ἑώρακα ἐξιοῦσαν,’ τὴν αὐλητρίδα Λάμιαν λέγων. ἀπαγγελθέντος δὲ καὶ τούτου πάλιν ὑπολαβὼν ὁ Δημήτριος ἔφη· ‘ἀλλ’ ἡ παρ’ ἐμοὶ πόρνη σωφρονέστερον τῆς παρ’ ἐκείνῳ Πηνελόπης ζῇ.’

ὅτι δὲ καὶ Σύλλας ὁ Ῥωμαίων στρατηγὸς φιλόγελως ἦν προείρηται (VI 261 c). Λεύκιος δὲ Ἀνίκιος, καὶ αὐτὸς Ῥωμαίων στρατηγήσας, Ἰλλυριοὺς καταπολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένθιον τὸν τῶν Ἰλλυριῶν βασιλέα σὺν τοῖς τέκνοις, ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια πράγματα ἐποίησεν, ὡς Πολύβιος ἱστορεῖ ἐν τῇ τριακοστῇ (c. 14 Hu). ‘μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος ἐπιφανεστάτους τεχνίτας καὶ σκηνὴν κατασκευάσας μεγίστην ἐν τῷ κίρκῳ πρώτους εἰσῆγεν αὐλητὰς ἅμα πάντας. οὗτοι δ’ ἦσαν Θεόδωρος ὁ Βοιώτιος, Θεόπομπος, Ἕρμιππος, ὁ Λυσίμαχος, οἵτινες ἐπιφανέστατοι ἦσαν. τούτους οὖν στήσας ἐπὶ τὸ προσκήνιον μετὰ τοῦ χοροῦ αὐλεῖν ἐκέλευσεν ἅμα πάντας. τῶν δὲ διαπορευομένων τὰς κρούσεις μετὰ τῆς ἁρμοζούσης κινήσεως προσπέμψας οὐκ ἔφη καλῶς αὐτοὺς αὐλεῖν, ἀλλ’ ἀγωνίζεσθαι μᾶλλον ἐκέλευσεν. τῶν δὲ διαπορούντων ὑπέδειξέν

v.3.p.357
τις τῶν ῥαβδούχων, ἐπιστρέψαντας ἐπαγαγεῖν ἐπ’ αὐτοὺς καὶ ποιεῖν ὡσανεὶ μάχην. ταχὺ δὲ συννοήσαντες οἱ αὐληταὶ καὶ λαβόντες ... οἰκείαν ταῖς ἑαυτῶν ἀσελγείαις μεγάλην ἐποίησαν σύγχυσιν. συνεπιστρέψαντες δὲ τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ διαφέροντες τοὺς αὐλοὺς ἐπῆγον ἀνὰ μέρος ἐπ’ ἀλλήλους, ἅμα δὲ τούτοις ἐπικτυποῦντες οἱ χοροὶ καὶ συνεπισείοντες τὴν σκευὴν ἐπεφέροντο τοῖς ἐναντίοις καὶ πάλιν ἀνεχώρουν ἐκ μεταβολῆς. ὡς δὲ καὶ περιζωσάμενός τις τῶν χορευτῶν ἐκ τοῦ καιροῦ στραφεὶς ἦρε τὰς χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν ἐπιφερόμενον αὐλητήν, τότ’ ἤδη κρότος ἐξαίσιος ἐγένετο καὶ κραυγὴ τῶν θεωμένων. ἔτι δὲ τούτων ἐκ παρατάξεως ἀγωνιζομένων ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς τὴν ὀρχήστραν, καὶ πύκται τέσσαρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν. ὁμοῦ δὲ τούτων πάντων ἀγωνιζομένων ἄλεκτον ἦν τὸ συμβαῖνον. περὶ δὲ τῶν τραγῳδῶν, φησὶν ὁ Πολύβιος, ὅ τι ἂν ἐπιβάλωμαι λέγειν, δόξω τισὶν διαχλευάζειν."

ταῦτα τοῦ Οὐλπιανοῦ διεξελθόντος καὶ πάντων ἀνακακχασάντων ἐπὶ ταῖς Ἀνικίοις ταύταις θέαις ἐγένοντό τινες λόγοι καὶ περὶ τῶν καλουμένων πλάνων· καὶ ἐζητεῖτο εἰ μνήμη τις καὶ περὶ τούτων ἐγένετο παρὰ τοῖς παλαιοτέροις· περὶ γὰρ θαυματοποιῶν ἤδη

v.3.p.358
προειρήκαμεν (I p. 20). καὶ ὁ Μάγνος ἔφη· ‘Διονύσιος μὲν ὁ Σινωπεὺς ὁ τῆς κωμῳδίας ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ Ὁμώνυμοι μνημονεύει Κηφισοδώρου τοῦ πλάνου διὰ τούτων (II 426 K)·
  1. Κηφισόδωρόν φασιν ἐπικαλούμενον
  2. Πλάνον τιν’ ἐν Ἀθήναις γενέσθαι, τὴν σχολὴν
  3. εἰς τοῦτο τὸ μέρος τοῦ βίου καταχρώμενον.
  4. τοῦτον ἐντυχόντα πρὸς τὸ σιμὸν ἀνατρέχειν,
  5. ἢ συγκαθεῖναι τηπι τῇ βακτηρίᾳ.
μνημονεύει δ’ αὐτοῦ καὶ Νικόστρατος ἐν Σύρῳ (II 226 K)·
  1. Κηφισόδωρον οὐ κακῶς μὰ τὸν Δία
  2. τὸν πλάνον φασὶ στενωπὸν εἰς μέσον στῆσαί τινας
  3. ἀγκαλίδας ἔχοντας, ὥστε μὴ παρελθεῖν μηδένα.
Πανταλέοντος δὲ μνημονεύει Θεόγνητος ἐν Φιλοδεσπότῳ (III 365 K)·
  1. ὁ Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους
  2. τούς τ’ ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδὸν
  3. ἀπεκραιπάλα τὰ πλεῖστα, τοῦ γελάσαι χάριν
  4. ἰδίαν τιν’ αὑτῷ θέμενος ἀδολεσχίαν.
καὶ Χρύσιππος δ’ ὁ φιλόσοφος ἐν εʹ περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς περὶ τοῦ Πανταλέοντος τάδε γράφει· ‘ὁ δὲ πλάνος Πανταλέων τελευτᾶν μέλλων ἑκάτερον τῶν υἱῶν κατ’ ἰδίαν ἐξηπάτησε, φήσας μόνῳ αὐτῷ λέγειν ὅπου κατωρύχοι τὸ χρυσίον· ὥστε μάτην ὕστερον κοινῇ σκάπτοντας αἰσθέσθαι ἐξηπατημένους."

οὐκ ἠπόρει δ’ ἡμῶν τὸ συμπόσιον οὐδὲ τῶν φιλοσκωπτούντων. περὶ δὲ τοιούτου τινὸς πάλιν ὁ

v.3.p.359
Χρύσιππος ἐν τῷ αὐτῷ γράφει· ‘φιλοσκώπτης τις μέλλων ὑπὸ τοῦ δημίου σφάττεσθαι ἔτι ἕν τι ἔφη θέλειν ὥσπερ τὸ κύκνειον ᾄσας ἀποθανεῖν. ἐπιτρέψαντος δ’ ἐκείνου ἔσκωψεν.’ ὑπὸ δὴ τῶν τοιούτων πολλάκις ὁ Μυρτίλος σκωφθέντα καὶ ἀγανακτήσαντα εἶπεν καλῶς Λυσίμαχον τὸν βασιλέα πεποιηκέναι. ‘Τελέσφορον γὰρ ἕνα τῶν ὑπάρχων αὐτοῦ, ἐπειδὴ ἔσκωψέ ποτε ἐν συμποσίῳ τὴν Ἀρσινόην (γυνὴ δ’ ἦν τοῦ Λυσιμάχου) ὡς ἐμετικὴν οὖσαν, εἰπών
  1. κακῶν κατάρχεις τήνδ’ ἐμοῦσαν εἰσάγων.
ὁ Λυσίμαχος ἀκούσας ἐμβληθῆναι αὐτὸν ἐκέλευσεν εἰς γαλεάγραν καὶ δίκην θηρίου περιφερόμενον καὶ τρεφόμενον, κολαζόμενον οὕτως ἐποίησεν ἀποθανεῖν. σὺ δέ, ὦ Οὐλπιανέ, εἰ τὴν γαλεάγραν ζητεῖς, ἔχεις παρ’ Ὑπερείδῃ τῷ ῥήτορι (fr. 37 Bl)· ὅπου δέ, σὺ ζήτει. καὶ Ταχὼς δ’ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας τὸν Λακεδαιμονίων βασιλέα, ὅτ’ ἦλθεν αὐτῷ συμμαχήσων, (ἦν γὰρ βραχὺς τὸ σῶμα) ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς συμμαχίας. τὸ δὲ σκῶμμα τοῦτ’ ἦν·
  1. ὤδινεν ὄρος, Ζεὺς δ’ ἐφοβεῖτο, τὸ δ’ ἔτεκεν μῦν.
ὅπερ ἀκούσας ὁ Ἀγησίλαος καὶ ὀργισθεὶς ἔφη ‘φανήσομαί σοί ποτε καὶ λέων.’ ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος (FHG I 297) καὶ Λυκέας ὁ Ναυκρατίτης (ib. IV 441) ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας.’
v.3.p.360

  1. πολλῶν οὖν πολλάκις ὄντων τῶν ἀκροαμάτων
καὶ τῶν αὐτῶν οὐκ αἰεί, ἐπειδὴ πολλοὶ περὶ αὐτῶν ἐγίνοντο λόγοι, τὰ ὀνόματα τῶν εἰπόντων παραλιπὼν τῶν πραγμάτων μνησθήσομαι. περὶ μὲν γὰρ αὐλῶν ὃ μέν τις ἔφη τὸν Μελανιππίδην καλῶς ἐν τῷ Μαρσύᾳ διασύροντα τὴν αὐλητικὴν εἰρηκέναι περὶ τῆς Ἀθηνᾶς (fr. 2 B)·
  1. ἁ μὲν Ἀθάνα
  2. τὤργαν’ ἔρριψέν θ’ ἱερᾶς ἀπὸ χειρὸς
  3. εἶπέ τ’ ‘ἔρρετ’ αἴσχεα, σώματι λύμα,
  4. ἐμὲ δ’ ἐγὼ κακότατι δίδωμι.
πρὸς ὃν ἀντιλέγων ἄλλος ἔφη· ‘ἀλλ’ ὅ γε Σελινούντιος Τελέστης τῷ Μελανιππίδῃ ἀντικορυσσόμενος ἐν Ἀργοῖ ἔφη — ὁ δὲ λόγος ἐστὶ περὶ τῆς Ἀθηνᾶσ — (fr. 1 B)·
  1. ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόῳ δρυμοῖς ὀρείοις ὄργανον
  2. δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν
  3. αὖθις ἐκ χερῶν βαλεῖν,
  4. νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος.
  5. τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν,
  6. ᾇ παρθενίαν ἄγαμον καὶ ἄπαιδ’ ἀπένειμε Κλωθώ;
ὡς οὐκ ἂν εὐλαβηθείσης τὴν αἰσχρότητα τοῦ εἴδους διὰ τὴν παρθενίαν. ἑξῆς τέ φησι·
v.3.p.361
  1. ἀλλὰ μάταν ἀχόρευτος
  2. ἅδε ματαιολόγων φάμα προσέπταθ’ Ἑλλάδα μουσοπόλων σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος.
μετὰ ταῦτα δὲ ἐγκωμιάζων τὴν αὐλητικὴν λέγει·
  1. ἃν συνεριθοτάτον Βρομίῳ παρέδωκε, σεμνᾶς
  2. δαίμονος ἀερόεν πνεῦμ’ αἰολοπτερύγων σὺν ἀγλαᾶν
  3. ὠκύτατι χειρῶν.
κομψῶς δὲ κἀν τῷ Ἀσκληπιῷ ὁ Τελέστης ἐδήλωσε τὴν τῶν αὐλῶν χρείαν ἐν τούτοις (fr. 2)·
  1. ἢ Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα,
  2. Λυδὸν ὃς ἥρμοσε πρῶτος
  3. Δωρίδος ἀντίπαλον μούσης νόμον, αἰολον ὀρφναι
  4. πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.

Πρατίνας δὲ ὁ Φλιάσιος αὐλητῶν καὶ χορευτῶν μισθοφόρων κατεχόντων τὰς ὀρχήστρας ἀγανακτεῖν τινας ἐπὶ τῷ τοὺς αὐλητὰς μὴ συναυλεῖν τοῖς χοροῖς, καθάπερ ἦν πάτριον, ἀλλὰ τοὺς χοροὺς συνᾴδειν τοῖς αὐληταῖς· ὃν οὖν εἶχεν κατὰ τῶν ταῦτα ποιούντων θυμὸν ὁ Πρατίνας ἐμφανίζει διὰ τοῦδε τοῦ Ὑπορχήματος (fr. 1 B)·

  1. τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις
  2. ἔμολεν ἐπὶ
  3. Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς ὁ Βρόμιος·
    v.3.p.362
  4. ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀν’ ὄρεα σύμενον
  5. μετὰ Ναιάδων
  6. οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος.
  7. τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· ὁ δ’ αὐλὸς
  8. ὕστερον χορευέτω, καὶ γάρ ἐσθ’ ὑπηρέτας.
  9. κώμοις μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι
  10. παροίνων
  11. ἔμμεναι στρατηλάτας.
  12. παῖε τὸν φρυνίου ποικίλου πνοὰν ἔχοντα,
  13. φλέγε τὸν ὀλεσισιαλοκάλαμον, λαλοβαρύοπα .. μελορυθμοβάταν
  14. θῶπα τρυπάνῳ δέμας πεπλασμένον.
  15. ἢν ἰδού· ἅδε σοι δεξιὰ καὶ ποδὸς διαρριφά, θριαμβοδιθύραμβε,
  16. κισσόχαιτ’ ἄναξ, ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.

περὶ δὲ τῆς αὐλῶν πρὸς λύραν κοινωνίας, ἐπεὶ πολλάκις καὶ αὐτὴ ἡμᾶς ‘ἡ συναυλία ἔθελγεν’, Ἔφιππος ἐν Ἐμπολῇ φησιν (II 254)·

  1. κοινωνεῖ γὰρ, ὦ μειρακίδιον,
  2. ἡ ᾽ν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ
  3. τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ
  4. συναρμόσωσι τοῖς συνοῦσι τὸν τρόπον,
  5. τόθ’ ἡ μεγίστη τέρψις ἐξευρίσκεται.
    v.3.p.363
τὴν δὲ συναυλίαν τί ποτ’ ἐστὶν ἐμφανίζει. Σῆμος ὁ Δήλιος ἐν εʹ Δηλιάδος γράφων οὕτως (FHG IV 494)· ‘ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος.’ ἀστείως δὲ αὐτὴν Ἀντιφάνης φανερὰν ποιεῖ ἐν τῷ Αὐλητῇ λέγων (II 29 K)·
  1. ποίαν, φράσον γάρ, ηδε τὴν συναυλίαν
  2. ταύτην ἐπίσταται γὰρ ἀλλ’ ηὔλουν ἔτι
  3. μαθόντες ὥστε τοὺς αὐλοὺς σύ τε
  4. αυτητελετηψεθειθαμεν συντυγχάνεις
  5. αὐλῶν πέραινε. δέξεται δὲ τἄλλα σοι
  6. ἡδύ τι κοινόν ἐστιν οὗ χωρὶς πάλιν
  7. συννεύματ᾽, οὐ προβλήμαθοις σημαίνεται
  8. ἕκαστα.
‘Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταί,’ φησὶ Δοῦρις ἐν βʹ τῶν περὶ Ἀγαθοκλέα (FHG II 478), ‘ἐπειδὴ Σειρίτης δοκεῖ πρῶτος εὑρεῖν τὴν αὐλητικήν, Λίβυς ὢν τῶν Νομάδων, ὃς καὶ κατηύλησεν τὰ μητρῷα πρῶτος.’ ‘αὐλήσεων δ’ εἰσὶν ὀνομασίαι, ὥς φησι Τρύφων ἐν δευτέρῳ Ὀνομασιῶν (fr. 109 V), αἵδε· κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν (τὸ δ’ αὐτὸ καὶ κρουσίθυρον), κνισμός, μόθων. ταῦτα δὲ πάντα μετ’ ὀρχήσεως ηὐλεῖτο.’

καὶ ᾠδῆς

v.3.p.364
δὲ ὀνομασίας καταλέγει ὁ Τρύφων τάσδε (fr. 113)· ‘ἱμαῖος ἡ ἐπιμύλιος καλουμένη, ἣν παρὰ τοὺς ἀλέτους ᾖδον, ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δ’ ἐστὶν παρὰ Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλεύρων. ἡ δὲ τῶν ἱστουργῶν ᾠδὴ αἴλινος, ὡς Ἐπίχαρμος ἐν Ἀταλάνταις ἱστορεῖ (p. 294 L). ἡ δὲ τῶν ταλασιουργῶν ἴουλος.’ Σῆμος δ’ ὁ Δήλιος ἐν τῷ περὶ Παιάνων φησί (FHG IV 495)· ‘τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθ’ αὑτὰ προσηγόρευον ἀμάλας· συναθροισθέντα δὲ καὶ ἐκ πολλῶν μίαν γενόμενα δέσμην οὔλους καὶ ἰούλους· καὶ τὴν Δήμητρα ὁτὲ μὲν Χλόην, ὁτὲ δὲ Ἰουλώ. ἀπὸ τῶν οὖν τῆς Δήμητρος εὑρημάτων τούς τε καρποὺς καὶ τοὺς ὕμνους τοὺς εἰς τὴν θεὸν οὔλους καλοῦσι καὶ ἰούλους.’ δημήτρουλοι καὶ καλλίουλοι. καὶ
  1. πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει (c. pop. 1 B)
ἄλλοι δέ φασιν ἐριουργῶν εἶναι τὴν ᾠδήν. αἱ δὲ τῶν τιτθευουσῶν ᾠδαὶ καταβαυκαλήσεις ὀνομάζονται. ἦν δὲ καὶ ἐπὶ ταῖς ἐώραις τις ἐπ’ Ἠριγόνῃ, ἣν καὶ ἀλῆτιν λέγουσιν, ᾠδή. Ἀριστοτέλης γοῦν ἐν τῇ Κολοφωνίων Πολιτείᾳ φησίν (fr. 467 R)· ‘ἀπέθανεν δὲ καὶ αὐτὸς ὁ Θεόδωρος ὕστερον βιαίῳ θανάτῳ. λέγεται δὲ γενέσθαι τρυφῶν τις, ὡς ἐκ τῆς ποιήσεως δῆλόν ἐστιν. ἔτι γὰρ καὶ νῦν αἱ γυναῖκες ᾄδουσιν αὐτοῦ μέλη περὶ τὰς ἐώρας.’ ἡ δὲ τῶν θεριστῶν ᾠδὴ Λιτυέρσης καλεῖται.
v.3.p.365
καὶ τῶν μισθωτῶν δέ τις ἦν ᾠδὴ τῶν ἐς τοὺς ἀγροὺς φοιτώντων, ὡς Τηλεκλείδης φησὶν ἐν Ἀμφικτύοσιν (I 212 K)· καὶ βαλανέων ἄλλαι, ὡς Κράτης ἐν Τόλμαις (ibid. 141)· καὶ τῶν πτισσουσῶν ἄλλη τις, ὡς Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις (ib. 481) καὶ Νικοχάρης ἐν Ἡρακλεῖ Χορηγῷ (ib. 771). ἦν δὲ καὶ τοῖς ἡγουμένοις τῶν βοσκημάτων ὁ βουκολιασμὸς καλούμενος. Δίομος δ’ ἦν βουκόλος Σικελιώτης ὁ πρῶτος εὑρὼν τὸ εἶδος· μνημονεύει δ’ αὐτοῦ Ἐπίχαρμος ἐν Ἁλκυόνι (p. 220 L) καὶ ἐν Ὀδυσσεῖ Ναυαγῷ (p. 248). ἡ δ’ ἐπὶ τοῖς θανάτοις καὶ λύπαις ᾠδὴ ὀλοφυρμὸς καλεῖται. αἱ δὲ ἴουλοι καλούμεναι ᾠδαὶ Δήμητρι καὶ Φερσεφόνῃ πρέπουσι. ἡ δὲ εἰς Ἀπόλλωνα ᾠδὴ φιληλιάς, ὡς Τελέσιλλα παρίστησιν (fr. 2 B)· οὔπιγγοι δὲ αἱ εἰς Ἄρτεμιν. ᾔδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παρ’ οἶνον, ὡς Ἕρμιππός φησιν ἐν ἕκτῳ περὶ Νομοθετῶν (FHG III 37). Ἀριστοφάνης δ’ ἐν Ἀττικαῖς φησιν Λέξεσιν (p. 184 N)· ‘ἱμαῖος ᾠδὴ μυλωθρῶν· ἐν δὲ γάμοις ὑμέναιος· ἐν δὲ πένθεσιν ἰάλεμος. λίνος δὲ καὶ αἴλινος οὐ μόνον ἐν πένθεσιν, ἀλλὰ καὶ ‘ἐπ᾽ εὐτυχεῖ μολπᾷ’ κατὰ τὸν Εὐριπίδην (Herc. 348).’

Κλέαρχος δ’ ἐν πρώτῳ Ἐρωτικῶν (FHG II 315) νόμιον καλεῖσθαί τινά φησιν ᾠδὴν ἀπ’ Ἠριφανίδος, γράφων οὕτως· ‘Ἠριφανὶς ἡ μελοποιὸς Μενάλκου κυνηγετοῦντος ἐρασθεῖσα ἐθήρευεν μεταθέουσα ταῖς ἐπιθυμίαις. φοιτῶσα γὰρ καὶ πλανωμένη πάντας τοὺς ὀρείους ἐπεξῄει δρυμούς, ὡς μῦθον εἶναι τοὺς λεγομένους Ἰοῦς δρόμους· ὥστε

v.3.p.366
μὴ μόνον τῶν ἀνθρώπων τοὺς ἀστοργίᾳ διαφέροντας, ἀλλὰ καὶ τῶν θηρῶν τοὺς ἀνημερωτάτους συνδακρῦσαι τῷ πάθει, λαβόντας αἴσθησιν ἐρωτικῆς ἐλπίδος. ὅθεν ἐποίησέ τε καὶ ποιήσασα περιῄει κατὰ τὴν ἐρημίαν, ὥς φασιν, ἀναβοῶσα καὶ ᾄδουσα τὸ καλούμενον νόμιον, ἐν ᾧ ἐστιν (c. pop. 24 B) ‘μακραὶ δρύες, ὦ Μέναλκα.’ Ἀριστόξενος δὲ ἐν τετάρτῳ περὶ Μουσικῆς (FHG II 287) ‘ᾖδον, φησίν, αἱ ἀρχαῖαι γυναῖκες Καλύκην τινὰ ᾠδήν. Στησιχόρου δ᾽ ἦν ποίημα (fr. 43), ἐν ᾧ Καλύκη τις ὄνομα ἐρῶσα Εὐάθλου νεανίσκου εὔχεται τῇ Ἀφροδίτῃ γαμηθῆναι αὐτῷ. ἐπεὶ δὲ ὑπερεῖδεν ὁ νεανίσκος, κατεκρήμνισεν ἑαυτήν. ἐγένετο δὲ τὸ πάθος περὶ Λευκάδα. σωφρονικὸν δὲ πάνυ κατεσκεύασεν ὁ ποιητὴς τὸ τῆς παρθένου ἦθος, οὐκ ἐκ παντὸς τρόπου θελούσης συγγενέσθαι τῷ νεανίσκῳ, ἀλλ’ εὐχομένης εἰ δύναιτο γυνὴ τοῦ Εὐάθλου γενέσθαι κουριδία ἢ εἰ τοῦτο μὴ δυνατόν, ἀπαλλαγῆναι τοῦ βίου.’ ἐν δὲ τοῖς κατὰ βραχὺ Ὑπομνήμασιν (ibid.) ὁ Ἀριστόξενος ‘Ἴφικλος, φησίν, Ἁρπαλύκην ἐρασθεῖσαν ὑπερεῖδεν. ἣ δὲ ἀπέθανεν καὶ γίνεται ἐπ’ αὐτῇ παρθένοις ἀγὼν ᾠδῆς, ἥτις Ἁρπαλύκη, φησί, καλεῖται.’ Νύμφις δ’ ἐν πρώτῳ περὶ Ἡρακλείας περὶ Μαριανδυνῶν διηγούμενός φησιν (FHG III 13)· ‘ὁμοίως δὲ καὶ τῶν ᾠδῶν ἐνίας κατανοήσειεν ἄν τις, ἃς ἐκεῖνοι κατά τινα ἐπιχωριαζομένην παρ’ αὐτοῖς .... ᾄδοντες ἀνακαλοῦνταί τινα τῶν ἀρχαίων, προσαγορεύοντες Βῶρμον. τοῦτον δὲ λέγουσιν υἱὸν γενέσθαι ἀνδρὸς ἐπιφανοῦς καὶ πλουσίου, τῷ δὲ κάλλει καὶ τῇ κατὰ τὴν
v.3.p.367
ἀκμὴν ὥρᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ὃν ἐφεστῶτα ἔργοις ἰδίοις καὶ βουλόμενον τοῖς θερίζουσιν δοῦναι πιεῖν βαδίζοντα ἐφ’ ὕδωρ ἀφανισθῆναι. ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου καὶ ἀνακλήσεως, ᾧ καὶ νῦν ἔτι πάντες χρώμενοι διατελοῦσι. τοιοῦτος δ’ ἐστὶ καὶ ὁ παρ’ Αἰγυπτίοις καλούμενος Μάνερως.’

οὐκ ἀπελείποντο δὲ ἡμῶν τῶν συμποσίων οὐδὲ ῥαψῳδοί. ἔχαιρε γὰρ τοῖς Ὁμήρου ὁ Λαρήνσιος ὡς ἄλλος οὐδὲ εἷς, ὡς λῆρον ἀποφαίνειν Κάσανδρον τὸν Μακεδονίας βασιλεύσαντα, περὶ οὗ φησι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν (FHG IV 358) ὅτι οὕτως ἦν φιλόμηρος ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά· καὶ Ἰλιὰς ἦν αὐτῷ καὶ Ὀδυσσεία ἰδίως γεγραμμέναι. ὅτι δ’ ἐκαλοῦντο οἱ ῥαψῳδοὶ καὶ Ὁμηρισταὶ Ἀριστοκλῆς εἴρηκεν ἐν τῷ περὶ Χορῶν (ibid. 331). τοὺς δὲ νῦν Ὁμηριστὰς ὀνομαζομένους πρῶτος εἰς τὰ θέατρα παρήγαγε Δημήτριος ὁ Φαληρεύς. Χαμαιλέων δὲ ἐν τῷ περὶ Στησιχόρου (fr. 9 Koepke) καὶ μελῳδηθῆναί φησιν οὐ μόνον τὰ Ὁμήρου, ἀλλὰ καὶ τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου, ἔτι δὲ Μιμνέρμου καὶ Φωκυλίδου. Κλέαρχος δ’ ἐν τῷ προτέρῳ περὶ Γρίφων (FHG II 321) ‘τὰ Ἀρχιλόχου, φησίν, ὁ Σιμωνίδης ὁ Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθήμενος ἐραψῴδει.’ Λυσανίας δ᾽ ἐν τῷ πρώτῳ περὶ Ἰαμβοποιῶν Μνασίωνα τὸν ῥαψῳδὸν λέγει ἐν ταῖς δείξεσι τῶν Σιμωνίδου τινὰς ἰάμβων ὑποκρίνεσθαι. τοὺς δ’ Ἐμπεδοκλέους Καθαρμοὺς ἐραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός,

v.3.p.368
ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ (FHG II 249). Ἰάσων δ’ ἐν τρίτῳ περὶ τῶν Ἀλεξάνδρου Ἱερῶν (fr. 3 M) ἐν Ἀλεξανδρείᾳ φησὶν ἐν τῷ μεγάλῳ θεάτρῳ ὑποκρίνασθαι Ἡγησίαν τὸν κωμῳδὸν τὰ Ἡσιόδου, Ἑρμόφαντον δὲ τὰ Ὁμήρου.

καὶ οἱ καλούμενοι δὲ ἱλαρῳδοί, οὓς νῦν τινες σιμῳδοὺς καλοῦσιν, ὡς Ἀριστοκλῆς φησιν ἐν αʹ περὶ Χορῶν (FHG IV 331), τῷ τὸν Μάγνητα Σῖμον διαπρέψαι μᾶλλον τῶν διὰ τοῦ ἱλαρῳδεῖν ποιητῶν, συνεχῶς ἡμῖν ἐπεφαίνοντο. καταλέγει δ’ ὁ Ἀριστοκλῆς καὶ τούσδε ἐν τῷ περὶ Μουσικῆς γράφων ὧδε (l. s)· ‘μαγῳδός· οὗτος δ’ ἐστὶν ὁ αὐτὸς τῷ λυσιῳδῷ. Ἀριστόξενος δέ φησι (FHG II 285) τὸν μὲν ἀνδρεῖα καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενον μαγῳδὸν καλεῖσθαι, τὸν δὲ γυναικεῖα ἀνδρείοις λυσιῳδόν· τὰ αὐτὰ δὲ μέλη ᾄδουσιν, καὶ τἄλλα πάντα δ’ ἐστὶν ὅμοια. ὁ δὲ ἰωνικολόγος τὰ Σωτάδου καὶ τῶν πρὸ τούτου ἰωνικὰ καλούμενα ποιήματα Ἀλεξάνδρου τε τοῦ Αἰτωλοῦ καὶ Πύρητος τοῦ Μιλησίου καὶ Ἀλέξου καὶ ἄλλων τοιούτων ποιητῶν προφέρεται. καλεῖται δ’ οὗτος καὶ κιναιδολόγος. ἤκμασεν δ’ ἐν τῷ εἴδει τούτῳ Σωτάδης ὁ Μαρωνείτης, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ περὶ αὐτοῦ Σωτάδου συγγράμματι (FHG IV 359) καὶ ὁ τοῦ Σωτάδου υἱὸς

v.3.p.369
Ἀπολλώνιος. ἔγραψεν δὲ καὶ οὗτος περὶ τῶν τοῦ πατρὸς ποιημάτων σύγγραμμα· ἐξ οὗ ἔστι κατιδεῖν τὴν ἄκαιρον παρρησίαν τοῦ Σωτάδου, κακῶς μὲν εἰπόντος Λυσίμαχον τὸν βασιλέα ἐν Ἀλεξανδρείᾳ, Πτολεμαῖον δὲ τὸν Φιλάδελφον παρὰ Λυσιμάχῳ, καὶ ἄλλους τῶν βασιλέων ἐν ἄλλαις τῶν πόλεων· διόπερ τῆς δεούσης ἔτυχε τιμωρίας. ἐκπλεύσαντα γὰρ αὐτὸν τῆς Ἀλεξανδρείας, ὥς φησιν Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασιν (FHG IV 415), καὶ δοκοῦντα διαπεφευγέναι τὸν κίνδυνον — εἰρήκει γὰρ εἰς τὸν βασιλέα Πτολεμαῖον πολλὰ δεινά, ἀτὰρ καὶ τόδε, ὅτε τὴν ἀδελφὴν Ἀρσινόην ἐγεγαμήκει·
  1. εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὤθει —
Πάτροκλος οὖν ὁ τοῦ Πτολεμαίου στρατηγὸς ἐν Καύνῳ τῇ νήσῳ λαβὼν αὐτὸν καὶ εἰς μολυβῆν κεραμίδα ἐμβαλὼν καὶ ἀναγαγὼν εἰς τὸ πέλαγος κατεπόντωσε. τοιαύτη δ’ ἐστὶν αὐτοῦ ἡ ποίησις· Θεοδώρου τοῦ αὐλητοῦ Φιλῖνος ἦν πατήρ, εἰς ὃν ταῦτ’ ἔγραψεν·
  1. ὃ δ’ ἀποστεγάσας τὸ τρῆμα τῆς ὄπισθε λαύρης,
  2. διὰ δενδροφόρου φάραγγος ἐξέωσε βροντὴν
  3. ἠλέματον, ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς.

σεμνότερος δὲ τῶν τοιούτων ἐστὶ ποιητῶν ὁ ἱλαρῳδὸς καλούμενος. οὐδὲ γὰρ σχινίζεται· χρῆται δ’ ἐσθῆτι λευκῇ ἀνδρείᾳ καὶ στεφανοῦται χρυσοῦν στέφανον, καὶ τὸ μὲν παλαιὸν ὑποδήμασιν ἐχρῆτο, ὥς φησιν ὁ Ἀριστοκλῆς (FHG IV 331), νῦν δὲ κρηπῖσιν. ψάλλει δ’ αὐτῷ ἄρρην ἢ θήλεια, ὡς καὶ τῷ αὐλῳδῷ.

v.3.p.370
δίδοται δὲ ὁ στέφανος τῷ ἱλαρῳδῷ καὶ τῷ αὐλῳδῷ, οὐ τῷ ψάλτῃ οὐδὲ τῷ αὐλητῇ. ὁ δὲ μαγῳδὸς καλούμενος τύμπανα ἔχει καὶ κύμβαλα καὶ πάντα τὰ περὶ αὐτὸν ἐνδύματα γυναικεῖα· σχινίζεται δὲ καὶ πάντα ποιεῖ τὰ ἔξω κόσμου, ὑποκρινόμενος ποτὲ μὲν γυναῖκας καὶ μοιχοὺς καὶ μαστροπούς, ποτὲ δὲ ἄνδρα μεθύοντα καὶ ἐπὶ κῶμον παραγινόμενον πρὸς τὴν ἐρωμένην. φησὶ δὲ ὁ Ἀριστόξενος (FHG II 285) τὴν μὲν ἱλαρῳδίαν σεμνὴν οὖσαν παρὰ τὴν τραγῳδίαν εἶναι, τὴν δὲ μαγῳδίαν παρὰ τὴν κωμῳδίαν. πολλάκις δὲ οἱ μαγῳδοὶ καὶ κωμικὰς ὑποθέσεις λαβόντες ὑπεκρίθησαν κατὰ τὴν ἰδίαν ἀγωγὴν καὶ διάθεσιν. ἔσχεν δὲ τοὔνομα ἡ μαγῳδία ἀπὸ τοῦ οἱονεὶ μαγικὰ προφέρεσθαι καὶ φαρμάκων ἐμφανίζειν δυνάμεις.

παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιός, ὥς φησι Σωσίβιος (FHG II 627), οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸν τῆς Σπάρτης μεταδιωκούσης. ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν ἢ ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃ διὰ τούτων παρίστησιν (II 348 K)·

  1. ἐὰν ἐπιχώριος
  2. ἰατρὸς εἴπῃ ‘τρυβλίον τούτῳ δότε
  3. πτισάνης ἕωθεν’, καταφρονοῦμεν εὐθέως·
  4. ἂν δὲ πτισάναν καὶ τρυβλίον, θαυμάζομεν.
  5. καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν·
  6. ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν,
  7. ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ.
    v.3.p.371
ἐκαλοῦντο δ’ οἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰ τοῖς Λάκωσι δικηλισταί, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. τοῦ δὲ εἴδους τῶν δικηλιστῶν πολλαὶ κατὰ τόπους εἰσὶ προσηγορίαι. Σικυώνιοι μὲν γὰρ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι δ’ αὐτοκαβδάλους, οἳ δὲ φλύακας, ὡς Ἰταλοί, σοφιστὰς δὲ οἱ πολλοί· Θηβαῖοι δὲ καὶ τὰ πολλὰ ἰδίως ὀνομάζειν εἰωθότες ἐθελοντάς. ὅτι δὲ καινουργοῦσιν κατὰ τὰς φωνὰς οἱ Θηβαῖοι Στράττις ἐπιδείκνυσιν ἐν Φοινίσσαις διὰ τούτων (I 725 K)·
  1. ξυνίετ’ οὐδέν, πᾶσα Θηβαίων πόλις,
  2. οὐδέν ποτ’ ἀλλ’ ἢ πρῶτα μὲν τὴν σηπίαν
  3. ὀπιτθοτίλαν, ὡς λέγουσ᾽, ὀνομάζετε·
  4. τὸν ἀλεκτρυόνα δ’ ὀρτάλιχον, τὸν ἰατρὸν δὲ
  5. σάκταν, βέφυραν δὲ τὴν γέφυραν, τῦκα δὲ
  6. τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας,
  7. τὴν ἔνθεσιν δ’ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν,
  8. νεασπάτωτον δ᾽, ἤν τι νεοκάττυτον ᾖ.