Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. Ἴων γοῦν ὁ ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις Ἐπιδημίαις γράφει οὕτως (FHG II 46)· ‘Σοφοκλεῖ τῷ ποιητῇ ἐν Χίῳ συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει παρ’ οἶνον καὶ δεξιῷ. Ἑρμησίλεω δὲ ξένου οἱ ἐόντος καὶ προξένου Ἀθηναίων ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς .... ἐὼν δῆλος ἦν εἶπέ τε· ‘βούλει με ἡδέως πίνειν;’ φάντος δ’ αὐτοῦ ‘βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα.’ ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον· ‘ὡς καλῶς Φρύνιχος ἐποίησεν εἴπας (fr. 2 B4)·

v.3.p.332
  1. λάμπει δ’ ἐπὶ πορφυρέαις παρῇσι φῶς ἔρωτος.’
καὶ πρὸς τόδε ἠμείφθη ὁ Ἐρετριεὺς ἢ Ἐρυθραῖος γραμμάτων ἐὼν διδάσκαλος· ‘σοφὸς μὲν δὴ σύ γε εἶ, ὦ Σοφόκλεις, ἐν ποιήσει· ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνιχος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ. εἰ γὰρ ὁ ζωγράφος χρώματι πορφυρέῳ ἐναλείψειε τουδὶ τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. οὐ κάρτα δεῖ τὸ καλὸν τῷ μὴ καλῷ φαινομένῳ εἰκάζειν ἄν.’ γελάσας ἐπὶ τῷ Ἐρετριεῖ Σοφοκλῆς· ‘οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ὦ ξένε, τὸ Σιμωνίδειον, κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι (fr. 72 B4)·
  1. πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένος,
οὐδ’ ὁ ποιητής, ἔφη, ὁ λέγων χρυσοκόμαν Ἀπόλλωνα (Pind. ol. 6, 41)· χρυσέας γὰρ εἰ ἐποίησεν ὁ ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. οὐδὲ ὁ φὰς ῥοδοδάκτυλον· εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσειεν ἄν.’ γελασάντων δὲ ὁ μὲν Ἐρετριεὺς ἐνωπήθη τῇ ἐπιραπίξει, ὃ δὲ πάλιν τοῦ παιδὸς τῷ λόγῳ εἴχετο. εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῷ μικρῷ δακτύλῳ ἀφαιρετέοντα, εἰ καθορᾷ τὸ κάρφος. φάντος δὲ καθορᾶν ‘ἄπο τοίνυν φύσησον αὐτό, ἵνα μὴ πλύνοιτο ὁ δάκτυλός σευ.’ προσαγαγόντος δ’ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ ἡ κεφαλὴ τῇ κεφαλῇ ἀσσοτέρα γένηται.
v.3.p.333
ὡς δ’ ἦν οἱ κάρτα πλησίον, περιλαβὼν τῇ χειρὶ ἐφίλησεν. ἐπικροτησάντων δὲ πάντων σὺν γέλωτι καὶ βοῇ ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, ‘μελετῶ, εἶπεν, στρατηγεῖν, ὦ ἄνδρες· ἐπειδήπερ Περικλῆς ποιεῖν μέν με ἔφη, στρατηγεῖν δ’ οὐκ ἐπίστασθαι. ἆρ’ οὖν οὐ κατ’ ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα;’ τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν ὅτε πίνοι ἢ πράσσοι. τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτήριος ἦν, ἀλλ’ ὡς ἄν τις εἷς τῶν χρηστῶν Ἀθηναίων.’

καὶ Ἱερώνυμος δ’ ὁ Ῥόδιος ἐν τοῖς Ἱστορικοῖς Ὑπομνήμασίν φησιν (fr. 7 Hi) ὅτι Σοφοκλῆς εὐπρεπῆ παῖδα ἔξω τείχους ἀπήγαγε χρησόμενος αὐτῷ. ὁ μὲν οὖν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τῇ πόᾳ ὑπέστρωσεν, τὴν δὲ τοῦ Σοφοκλέους χλανίδα περιεβάλοντο. μετ’ οὖν τὴν ὁμιλίαν ὁ παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους χλανίδιον ᾤχετο, καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμάτιον. οἷα δὲ εἰκὸς διαλαληθέντος τοῦ συμβεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονὸς καὶ αὐτός ποτε ἔφη τούτῳ κεχρῆσθαι τῷ παιδί, ἀλλὰ μηδὲν προσθεῖναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν ἀκολασίαν καταφρονηθῆναι. καὶ ὁ Σοφοκλῆς ἀκούσας ἐποίησεν εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῷ περὶ τοῦ Ἡλίου καὶ Βορέου λόγῳ, καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος·

  1. Ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων
  2. γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦντι ἑταίραν
    v.3.p.334
  3. Βορρᾶς ὡμίλησε. σὺ δ’ οὐ σοφός, ὃς τὸν Ἔρωτα
  4. ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις.

Θεόπομπος δὲ ἐν τῷ περὶ τῶν συληθέντων ἐκ Δελφῶν Χρημάτων (FHG I 308) Ἀσώπιχόν φησι τὸν Ἐπαμινώνδου ἐρώμενον τὸ Λευκτρικὸν τρόπαιον ἐντετυπωμένον ἔχειν ἐπὶ τῆς ἀσπίδος καὶ θαυμαστῶς αὐτὸν κινδυνεύειν, ἀνακεῖσθαί τε τὴν ἀσπίδα ταύτην ἐν Δελφοῖς ἐν τῇ στοᾷ. ἐν δὲ τῷ αὐτῷ συγγράμματι Θεόπομπος φιλογύναιον μέν φησι γεγονέναι Φάυλλον τὸν Φωκέων τύραννον, φιλόπαιδα δὲ Ὀνόμαρχον· καὶ ἐκ τῶν τοῦ θεοῦ χαρίσασθαι τοῦτον εἰς Δελφοὺς παραγενομένῳ ... τῷ Πυθοδώρου τοῦ Σικυωνίου υἱῷ ἀποκερουμένῳ τὴν κόμην, ὄντι καλῷ συγγενόμενον τὰ Συβαριτῶν ἀναθήματα, στλεγγίδια χρυσᾶ τέσσαρα. τῇ Δεινιάδου δὲ αὐλητρίδι Βρομιάδι Φάυλλος καρχήσιον ἀργυροῦν Φωκαέων καὶ στέφανον χρυσοῦν κιττοῦ Πεπαρηθίων. ‘αὕτη δέ, φησί, καὶ ἔμελλε τὰ Πύθια αὐλεῖν, εἰ μὴ ὑπὸ τοῦ πλήθους ἐκωλύθη. τῷ δὲ Λυκόλα τῷ τοῦ Τριχονείου υἱῷ Φυσκίδᾳ ὄντι καλῷ Ὀνόμαρχος ἔδωκεν, φησί, στέφανον χρυσοῦν δάφνης, Ἐφεσίων ἀνάθημα. οὗτος ὁ παῖς πρὸς Φίλιππον ἀχθεὶς ὑπὸ τοῦ πατρὸς κἀκεῖ προαγωγευόμενος οὐδὲν λαβὼν ἀπεστάλη. τῷ Ἐπιλύκου τοῦ Ἀμφιπολίτου υἱῷ ὄντι καλῷ Δαμίππῳ .... Πλεισθένους ἀνάθημα Ὀνόμαρχος ἔδωκε. Φαρσαλίᾳ τῇ Θεσσαλίδι ὀρχηστρίδι δάφνης στέφανον

v.3.p.335
χρυσοῦν Φιλόμηλος ἔδωκε, Λαμψακηνῶν ἀνάθημα. αὕτη ἡ Φαρσαλία ἐν Μεταποντίῳ ὑπὸ τῶν ἐν τῇ ἀγορᾷ μάντεων, γενομένης φωνῆς ἐκ τῆς δάφνης τῆς χαλκῆς, ἣν ἔστησαν Μεταποντῖνοι κατὰ τὴν Ἀριστέα τοῦ Προκονησίου ἐπιδημίαν, ὅτ’ ἔφησεν ἐξ Ὑπερβορέων παραγεγονέναι, ὡς τάχιστα ὤφθη εἰς τὴν ἀγορὰν ἐμβαλοῦσα, ἐμμανῶν γενομένων τῶν μάντεων διεσπάσθη ὑπ᾽ αὐτῶν. καὶ τῶν ἀνθρώπων ὕστερον ἀναζητούντων τὴν αἰτίαν εὑρέθη διὰ τὸν τοῦ θεοῦ στέφανον ἀνῃρημένη.’

ὁρᾶτε οὖν καὶ ὑμεῖς, ὦ φιλόσοφοι, οἱ παρὰ φύσιν τῇ Ἀφροδίτῃ χρώμενοι καὶ ἀσεβοῦντες εἰς τὴν θεόν, μὴ τὸν αὐτὸν διαφθαρῆτε τρόπον. τότε γὰρ καὶ οἱ παῖδές εἰσιν καλοί, ὡς Γλυκέρα ἔφασκεν ἡ ἑταίρα, ὅσον ἐοίκασι γυναιξὶ χρόνον, καθάπερ ἱστορεῖ Κλέαρχος (FHG II 314). ἐμοὶ μὲν γὰρ καὶ κατὰ φύσιν δοκεῖ πεποιηκέναι Κλεώνυμος ὁ Σπαρτιάτης, πρῶτος ἀνθρώπων εἰς ὁμηρείαν λαβὼν παρὰ Μεταποντίνων γυναῖκας καὶ παρθένους τὰς ἐνδοξοτάτας καὶ καλλίστας διακοσίας, ὡς ἱστορεῖ Δοῦρις ὁ Σάμιος ἐν τῇ τρίτῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν (FHG II 478)· κἀγὼ δὲ κατὰ τὴν Ἐπικράτους Ἀντιλαίδα (II 284 K)

  1. τἀρωτίκ’ ἐκμεμάθηκα ταῦτα παντελῶς
  2. Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου.
ὑμεῖς δέ, ὦ φιλόσοφοι, κἂν ἐρασθέντες ποτὲ γυναικῶν ἐν ἐννοίᾳ λάβητε ὡς ἀδύνατόν ἐστι τὸ τυχεῖν, μάθετε ..... παύονται οἱ ἔρωτες, ὥς φησι Κλέαρχος (l. s).
v.3.p.336
τῇ τε γὰρ περὶ τὴν Πειρήνην χαλκῇ βοὶ βοῦς ἐπανέβη· καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾷ καὶ χηνὶ τῇ μὲν κύων, τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν· φανέντων δὲ πᾶσι τούτοις ἀδυνάτων ἀπέστησαν, καθάπερ Κλείσοφος ὁ Σηλυμβριανός. οὗτος γὰρ τοῦ ἐν Σάμῳ Παρίου ἀγάλματος ἐρασθεὶς κατέκλεισεν αὑτὸν ἐν τῷ ναῷ, ὡς πλησιάσαι δυνησόμενος· καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸ ἀντίτυπον τοῦ λίθου, τηνικαῦτα τῆς ἐπιθυμίας ἀπέστη καὶ προβαλλόμενος τὸ σαρκίον ἐπλησίασεν. τῆς πράξεως ταύτης μνημονεύει καὶ Ἄλεξις ὁ ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι Γραφῇ λέγων ὧδε (II 312 K)·
  1. γεγένηται δ᾽, ὡς λέγουσιν, κἀν Σάμῳ
  2. τοιοῦθ’ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
  3. ἄνθρωπος ἐγκατέκλεισέ θ’ αὑτὸν τῷ νεῷ.
καὶ Φιλήμων τοῦ αὐτοῦ μνημονεύων φησίν (ib. 521)·
  1. ἀλλ’ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ
  2. ἄνθρωπος ἠράσθη τις· εἶτ’ εἰς τὸν νεὼν
  3. κατέκλεισεν αὑτόν.
Κτησικλέους δ’ ἐστὶν ἔργον τὸ ἄγαλμα, ὥς φησιν Ἀδαῖος ὁ Μιτυληναῖος ἐν τῷ περὶ Ἀγαλματοποιῶν. Πολέμων δὲ ἢ ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν (fr. 28 Pr) ‘ἐν Δελφοῖς, φησίν, ἐν τῷ Σπινατῶν θησαυρῷ παῖδές εἰσιν λίθινοι δύο, ὧν τοῦ ἑτέρου Δελφοί φασι τῶν θεωρῶν ἐπιθυμήσαντά τινα συγκατακλεισθῆναι καὶ τῆς ὁμιλίας ... καταλιπεῖν στέφανον.
v.3.p.337
φωραθέντος δ᾽ αὐτοῦ τὸν θεὸν χρωμένοις τοῖς Δελφοῖς συντάξαι ἀφεῖναι τὸν ἄνθρωπον· δεδωκέναι γὰρ αὐτὸν μισθόν.’

καὶ ἄλογα δὲ ζῷα ἀνθρώπων ἠράσθη· Σεκούνδου μέν τινος βασιλικοῦ οἰνοχόου ἀλεκτρυών· ἐκαλεῖτο δὲ ὁ μὲν ἀλεκτρυὼν Κένταυρος, ὁ δὲ Σεκοῦνδος ἦν οἰκέτης Νικομήδους τοῦ Βιθυνῶν βασιλέως, ὡς ἱστορεῖ Νίκανδρος ἐν ἕκτῳ Περιπετειῶν. ἐν Αἰγίῳ δὲ παιδὸς ἠράσθη χήν, ὡς Κλέαρχος ἱστορεῖ ἐν πρώτῳ Ἐρωτικῶν (FHG II 314). τὸν δὲ παῖδα τοῦτον Θεόφραστος ἐν τῷ Ἐρωτικῷ (fr. 109 W) Ἀμφίλοχον καλεῖσθαί φησι καὶ τὸ γένος Ὠλένιον εἶναι, Ἑρμείας δ’ ὁ τοῦ Ἑρμοδώρου, Σάμιος δὲ γένος, ἐρασθῆναι Λακύδους τοῦ φιλοσόφου. ἐν δὲ Λευκαδίᾳ φησὶν Κλέαρχος (l. s) οὕτως ἐρασθῆναι ταὼν παρθένου ὡς καὶ τὸν βίον ἐκλιπούσῃ συναποθανεῖν. δελφῖνα δ’ ἐν Ἰασῷ παιδὸς ἐρασθῆναι λόγος, ὡς ἱστορεῖ Δοῦρις ἐν τῇ ἐνάτῃ (FHG II 473). ὁ δὲ λόγος ἐστὶν αὐτῷ ὁ περὶ Ἀλεξάνδρου καὶ λέγει οὕτως· ‘μετεπέμψατο δὲ καὶ τὸν ἐκ τῆς Ἰασοῦ παῖδα. περὶ γὰρ τὴν πόλιν ταύτην Διονύσιός τις ἦν παῖς, ὃς μετὰ τῶν ἄλλων ἐκ παλαίστρας παραγινόμενος ἐπὶ τὴν θάλατταν ἐκολύμβα. δελφὶς δὲ πρὸς αὐτὸν ἐκ τοῦ πελάγους ἀπήντα καὶ ἀναλαμβάνων ἐπὶ τὰ νῶτα ἔφερεν ἐπὶ πλεῖστον νηχόμενος καὶ πάλιν ἀποκαθίστα εἰς τὴν γῆν.’ φιλανθρωπότατον δέ ἐστι καὶ συνετώτατον τὸ ζῷον ὁ δελφὶς χάριν τε ἀποδιδόναι ἐπιστάμενον. Φύλαρχος γοῦν ἐν τῇ δωδεκάτῃ (FHG I 340) ‘Κοίρανος, φησίν, ὁ Μιλήσιος ἰδὼν ἁλιέας τῷ δικτύῳ λαβόντας δελφῖνα καὶ μέλλοντας κατακόπτειν

v.3.p.338
ἀργύριον δοὺς καὶ παραιτησάμενος ἀφῆκεν εἰς τὸ πέλαγος. καὶ μετὰ ταῦτα ναυαγίᾳ χρησάμενος περὶ Μύκονον καὶ πάντων ἀπολομένων μόνος ὑπὸ δελφῖνος ἐσώθη ὁ Κοίρανος. τελευτήσαντος δ’ αὐτοῦ γηραιοῦ ἐν τῇ πατρίδι καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλατταν γιγνομένης κατὰ τύχην ἐν τῇ Μιλήτῳ, ἐν τῷ λιμένι πλῆθος δελφίνων ἐφάνη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μικρὸν ἀπωτέρω τῶν ἐκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφερόντων καὶ συγκηδευόντων τὸν ἄνθρωπον.’ ὁ δὲ αὐτὸς ἱστορεῖ Φύλαρχος διὰ τῆς εἰκοστῆς (ib. 343) ὅσην ἐλέφας τὸ ζῷον φιλοστοργίαν ἔσχεν εἰς παιδίον. γράφει δ’ οὕτως· ‘τούτῳ δὲ τῷ ἐλέφαντι συνετρέφετο θήλεια ἐλέφας, ἣν Νίκαιαν ἐκάλουν· ᾧ τελευτῶσα ἡ τοῦ τρέφοντος Ἰνδοῦ γυνὴ παιδίον αὑτῆς τριακοσταῖον παρακατέθετο. ἀποθανούσης δὲ τῆς ἀνθρώπου δεινή τις φιλοστοργία γέγονε τοῦ θηρίου πρὸς τὸ παιδίον· οὔτε γὰρ ἀπ’ αὐτοῦ χωριζόμενον τὸ βρέφος ὑπέμενεν, τὸ δὲ εἰ μὴ βλέποι τὸ παιδίον ἤσχαλλεν. ὅτ’ οὖν ἡ τροφὸς ἐμπλήσειεν αὐτὸ τοῦ γάλακτος, ἀνὰ μέσον τῶν ποδῶν τοῦ θηρίου ἐτίθει αὐτὸ ἐν σκάφῃ. εἰ δὲ μὴ τοῦτο πεποιήκοι, τροφὴν οὐκ ἐλάμβανεν ἡ ἐλέφας. καὶ μετὰ ταῦτα δι’ ὅλης τῆς ἡμέρας τοὺς καλάμους λαμβάνων ἐκ τῶν παρατιθεμένων χορτασμάτων καθεύδοντος τοῦ βρέφους τὰς μυίας ἀπεσόβει· ὅτε δὲ κλαίοι, τῇ προβοσκίδι τὴν σκάφην ἐκίνει καὶ κατεκοίμιζεν αὐτό.
v.3.p.339
τὸ δ’ αὐτὸ ἐποίει καὶ ὁ ἄρρην ἐλέφας πολλάκις.’

ὑμεῖς δέ, ὦ φιλόσοφοι, καὶ τῶν δελφίνων καὶ τῶν ἐλεφάντων ἐστὲ κατὰ τὴν γνώμην ἀγριώτεροι ἔτι τε ἀνημερώτεροι, καίτοι Περσαίου τοῦ Κιτιέως ἐν τοῖς Συμποτικοῖς Ὑπομνήμασιν βοῶντος καὶ λέγοντος ‘περὶ ἀφροδισίων ἁρμοστὸν εἶναι ἐν τῷ οἴνῳ μνείαν ποιεῖσθαι· καὶ γὰρ πρὸς ταῦτα ἡμᾶς ὅταν ὑποπίωμεν ἐπιρρεπεῖς εἶναι. καὶ ἐνταῦθα τοὺς μὲν ἡμέρως τε καὶ μετρίως αὐτοῖς χρωμένους ἐπαινεῖν δεῖ, τοὺς δὲ θηριωδῶς καὶ ἀπλήστως ψέγειν. καὶ εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγοιντο, ἀλλοτρίως ἂν αὐτοὺς ὑπολάβοι τις ποιεῖν τοῦ παρόντος καιροῦ, ὅτε καὶ ὁ καλὸς κἀγαθὸς ἀνὴρ μεθυσθείη ἄν. οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς διατηροῦσιν ἐν τοῖς πότοις τὸ τοιοῦτον· εἶθ’ ὅταν παρεισδυῇ τὸ οἰνάριον, τὴν πᾶσαν ἀσχημοσύνην ἐπιδείκνυνται· ὃ καὶ πρώην ἐγένετο ἐπὶ τῶν ἐξ Ἀρκαδίας θεωρῶν πρὸς Ἀντίγονον παραγενομένων. ἐκεῖνοι τε γὰρ ἠρίστων σφόδρα σκυθρωπῶς καὶ εὐσχημόνως, ὡς ᾤοντο, οὐχ ὅτι ἡμῶν τινα προσβλέποντες, ἀλλ᾽ οὐδὲ ἀλλήλους. ὡς δὲ ὁ πότος προέβαινεν καὶ εἰσῆλθεν ἄλλα τε ἀκροάματα καὶ αἱ Θετταλαὶ αὗται ὀρχηστρίδες, καθάπερ αὐταῖς ἔθος ἐστίν, ἐν ταῖς διαζώστραις γυμναὶ ὠρχοῦντο, οὐκ ἔτι κατεῖχον αὑτοὺς οἱ ἄνδρες, ἀλλὰ ἐκ τῶν κλινῶν ἀνώρμων καὶ ἐβόων ὡς θαυμαστόν τι θέαμα θεώμενοι· καὶ μακάριον τὸν βασιλέα ἀπεκάλουν, ὅτι ἔξεστιν αὐτῷ τούτων ἀπολαύειν, καὶ ἕτερα τούτοις παραπλήσια πάνυ πολλὰ τῶν

v.3.p.340
φορτικῶν ἐποίουν. τῶν φιλοσόφων δέ τις συμπίνων ἡμῖν εἰσελθούσης αὐλητρίδος καὶ οὔσης εὐρυχωρίας παρ’ αὐτῷ, βουλομένης τῆς παιδίσκης παρακαθίσαι οὐκ ἐπέτρεψεν, ἀλλὰ σκληρὸν αὑτὸν εἰσῆγεν. εἶθ’ ὕστερον πωλουμένης τῆς αὐλητρίδος, καθάπερ ἔθος ἐστὶν ἐν τοῖς πότοις γίνεσθαι, ἐν τε τῷ ἀγοράζειν πάνυ νεανικὸς ἦν καὶ τῷ πωλοῦντι ἄλλῳ τινὶ θᾶττον προσθέντι ἠμφισβήτει καὶ οὐκ ἔφη αὐτὸν πεπρακέναι· καὶ τέλος εἰς πυγμὰς ἦλθεν ὁ σκληρὸς ἐκεῖνος φιλόσοφος καὶ ἐν ἀρχῇ οὐδ’ ἂν παρακαθίσαι ἐπιτρέπων τῇ αὐλητρίδι.’ μήποτε αὐτός ἐστιν ὁ Περσαῖος ὁ περὶ τῆς αὐλητρίδος διαπυκτεύσας. φησὶν γὰρ Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ περὶ Ζήνωνος γράφων ὧδε (p. 117 Wil)· ‘Ζήνων ὁ Κιτιεὺς Περσαίου παρὰ πότον αὐλητρίδιον πριαμένου καὶ διοκνοῦντος εἰσαγαγεῖν πρὸς αὐτὸν διὰ τὸ τὴν αὐτὴν οἰκεῖν οἰκίαν, συναισθόμενος εἰσείλκυσε τὴν παιδίσκην καὶ συγκατέκλεισε τῷ Περσαίῳ.’ οἶδα δὲ καὶ Πολύστρατον τὸν Ἀθηναῖον, μαθητὴν δὲ Θεοφράστου, τὸν ἐπικαλούμενον Τυρρηνόν, ὅτι τῶν αὐλητρίδων τὰ ἱμάτια περιέδυεν.

ἐσπουδάκεσαν δὲ καὶ οἱ βασιλεῖς περὶ τὰς μουσουργούς, ὡς δῆλον ποιεῖ Παρμενίων ἐν τῇ πρὸς Ἀλέξανδρον Ἐπιστολῇ, ἣν ἐπέστειλεν αὐτῷ μετὰ τὸ Δαμασκὸν ἑλεῖν καὶ τῆς ἀποσκευῆς τῆς Δαρείου ἐγκρατὴς γενέσθαι. καταριθμησάμενος οὖν τὰ αἰχμάλωτα γράφει καὶ ταῦτα· ‘παλλακίδας εὗρον μουσουργοὺς τοῦ βασιλέως τριακοσίας εἴκοσι ἐννέα, ἄνδρας στεφανοπλόκους ἓξ καὶ τεσσαράκοντα,

v.3.p.341
ὀψοποιοὺς διακοσίους ἑβδομήκοντα ἑπτά, χυτρεψοὺς εἴκοσι ἐννέα, γαλακτουργοὺς τρισκαίδεκα, ποτηματοποιοὺς ἑπτακαίδεκα, οἰνοηθητὰς ἑβδομήκοντα, μυροποιοὺς τεσσαράκοντα.’

καὶ ὑμῖν δέ, ὦ ἑταῖροι, λέγω ὅτι οὐδέν ἐστιν ὀφθαλμῶν οὕτως εὐφραντικὸν ὡς γυναικὸς κάλλος. ὁ γοῦν τοῦ τραγικοῦ Χαιρήμονος Οἰνεὺς περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτό φησιν ἐν τῷ ὁμωνύμῳ δράματι (fr. 14 N)·

  1. ἔκειτο γὰρ ἣ μὲν λευκὸν εἰς σεληνόφως
  2. φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος.
  3. τῆς δ’ αὖ χορεία λαγόνα τὴν ἀριστερὰν
  4. ἔλυσε· γυμνὴ δ’ αἰθέρος θεάμασιν
  5. ζῶσαν γραφὴν ἔφαινε· χρῶμα δ’ ὄμμασι
  6. λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς.
  7. ἄλλη δ’ ἐγύμνου καλλίχειρας ὠλένας,
  8. ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα·
  9. ἣ δὲ ῥαγέντων χλανιδίων ὑπὸ πτύχας
  10. ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο
  11. ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως.
  12. ὑπνωμέναι δ’ ἔπιπτον ἑλενίων ἔπι,
  13. ἴων τε μελανόφυλλα συγκλῶσαι πτερὰ
  14. κρόκον θ᾽, ὃς ἡλιῶδες εἰς ὑφάσματα
  15. πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο,
    v.3.p.342
  16. ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος
  17. λειμῶσι μαλακοῖς ἐξέτεινον αὐχένας.

ἐπικατάφορος δὲ ὢν ὁ ποιητὴς οὗτος ἐπὶ τὰ ἄνθη καὶ ἐν Ἀλφεσιβοίᾳ φησίν (fr. 1 N)·

  1. καὶ σώματος μὲν ὄψεις κατειργάζετο
  2. στίλβοντα λευκῷ χρώματι διαπρεπῆ.
  3. αἰδὼς δ’ ἐπερρύθμιζεν ἠπιώτατον
  4. ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι·
  5. κόμαι δὲ κηροχρῶτος ὡς ἀγάλματος
  6. αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου
  7. ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι.
ἐν δὲ τῇ Ἰοῖ ἔαρος τέκνα προσηγόρευε τὰ ἄνθη (fr. 9)·
  1. ἀνθηροῦ τέκνα
  2. ἔαρος πέριξ στρώσαντες.
ἐν δὲ Κενταύρῳ, ὅπερ δρᾶμα πολύμετρόν ἐστιν, λειμῶνος τέκνα (fr. 10)·
  1. ἔνθ’ αἳ μὲν αὐτῶν εἰς ἀπείρονα στρατὸν
  2. ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς
  3. θηρώμενον ....... τὰ λειμώνων τέκνα.
ἐν δὲ Διονύσῳ (fr. 5)·
  1. χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς.
    v.3.p.343
περὶ δὲ ῥόδων ἐν Ὀδυσσεῖ φησιν οὕτως (fr. 13)·
  1. κόμαισιν Ὡρῶν ὄμματ’ εὐανθῆ ῥόδα
  2. εἶχον, τιθήνημ’ ἔαρος ἐκπρεπέστατον.
καὶ ἐν Θυέστῃ (fr. 8)·
  1. ῥόδ’ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ.
ἐν δὲ Μινύαις (fr. 12)·
  1. πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν,
  2. ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου.

ἐπὶ κάλλει δὲ — ‘ἔτι γὰρ γέρων ἀοιδὸς κελαδεῖ Μναμοσύναν’ κατὰ τὸν Εὐριπίδην (Herc. 679) — διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱππίας ὁ σοφιστὴς ἐν τῷ ἐπιγραφομένῳ Συναγωγή (FHG II 61). Δίνων δ’ ἐν τῇ πέμπτῃ τῶν Περσικῶν τῆς πρώτης συντάξεώς φησιν (ib. 93) ὅτι ἡ Βαγαβάζου γυνή, ἥτις ἦν ὁμοπάτριος Ξέρξου ἀδελφή, ὄνομα Ἀνοῦτις, καλλίστη ἦν τῶν ἐν τῇ Ἀσίᾳ γυναικῶν καὶ ἀκολαστοτάτη. Φύλαρχος δὲ ἐν τῇ ἐννεακαιδεκάτῃ Τιμῶσάν φησι (FHG I 343) τὴν Ὀξυάρτου παλλακίδα πάσας γυναῖκας ὑπερβεβληκέναι κάλλει. ταύτην δ’ ἀπεστάλκει δῶρον ὁ τῶν Αἰγυπτίων βασιλεὺς Στατίρᾳ τῇ βασιλέως γυναικί. Θεόπομπος δὲ ἐν τῇ ἕκτῃ καὶ πεντηκοστῇ τῶν Ἱστοριῶν (ib. 324) Ξενοπείθειαν τὴν Λυσανδρίδου μητέρα πασῶν τῶν κατὰ Πελοπόννησον γυναικῶν γεγονέναι καλλίονα.

v.3.p.344
ἀπέκτειναν δὲ αὐτὴν Λακεδαιμόνιοι καὶ τὴν ἀδελφὴν αὐτῆς Χρύσην, ὅτε καὶ τὸν Λυσανδρίδαν ἐχθρὸν ὄντα Ἀγησίλαος ὁ βασιλεὺς καταστασιάσας φυγαδευθῆναι ἐποίησεν ὑπὸ Λακεδαιμονίων. καλλίστη δ’ ἦν καὶ Παντίκα ἡ Κυπρία, περὶ ἧς φησι Φύλαρχος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν (ib. 338) ὅτι παρ’ Ὀλυμπιάδι οὖσαν τῇ Ἀλεξάνδρου μητρὶ ᾔτει πρὸς γάμον Μόνιμος ὁ Πυθίωνος. καὶ ἐπεὶ ἦν ἀκόλαστος ἡ γυνή, ἔφη ἡ Ὀλυμπιάς· ‘ὦ πόνηρε, τοῖς ὀφθαλμοῖς γαμεῖς καὶ οὐ τῷ νῷ.’ καὶ τὴν καταγαγοῦσαν δὲ Πεισίστρατον ἐπὶ τὴν τυραννίδα, ὡς Ἀθηνᾶς πειραν εἶδος ἔχουσαν, καλήν φησι γεγονέναι, ἥτις καὶ τῇ θεῷ εἴκαστο τὴν μορφήν. στεφανόπωλις δ’ ἦν· καὶ αὐτὴν ἐξέδωκε πρὸς γάμου κοινωνίαν ὁ Πεισίστρατος Ἱππάρχῳ τῷ υἱῷ, ὡς Ἀντικλείδης ἱστορεῖ ἐν ηʹ Νόστων (ib. 364)· ‘ἐξέδωκεν δὲ καὶ Ἱππάρχῳ τῷ υἱεῖ τὴν παραιβατήσασαν αὑτῷ γυναῖκα Φύην τὴν Σωκράτους θυγατέρα, καὶ Χάρμου τοῦ πολεμαρχήσαντος θυγατέρα ἔλαβεν Ἱππίᾳ περικαλλεστάτην οὖσαν τῷ μετ’ αὐτὸν τυραννεύσαντι. συνέβη δέ, ὥς φησι, τὸν Χάρμον ἐραστὴν τοῦ Ἱππίου γενέσθαι καὶ τὸν πρὸς Ἀκαδημίᾳ Ἔρωτα ἱδρύσασθαι πρῶτον, ἐφ’ οὗ ἐπιγέγραπται·
  1. ποικιλομήχαν’ Ἔρως, σοὶ τόνδ’ ἱδρύσατο βωμὸν
  2. Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου.’
Ἡσίοδος δ’ ἐν τρίτῳ Μελαμποδίας (fr. 195 Rz) τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. εὐπρεπεῖς γὰρ
v.3.p.345
αὐτόθι γίγνονται γυναῖκες, ὡς καὶ Θεόφραστος (fr. 110) εἴρηκεν. καὶ Νυμφόδωρος δ’ ἐν τῷ τῆς Ἀσίας Περίπλῳ (FHG II 378) καλλίονάς φησι γίνεσθαι γυναῖκας τῶν πανταχοῦ γυναικῶν ἐν Τενέδῳ τῇ Τρωικῇ νήσῳ.

οἶδα δὲ καὶ περὶ κάλλους γυναικῶν ἀγῶνά ποτε διατεθέντα· περὶ οὗ ἱστορῶν Νικίας ἐν τοῖς Ἀρκαδικοῖς (FHG IV 463) διαθεῖναί φησιν αὐτὸν Κύψελον, πόλιν κτίσαντα ἐν τῷ πεδίῳ περὶ τὸν Ἀλφειόν· εἰς ἣν κατοικίσαντα Παρρασίων τινὰς τέμενος καὶ βωμὸν ἀναστῆσαι Δήμητρι Ἐλευσινίᾳ, ἧς ἐν τῇ ἑορτῇ καὶ τὸν τοῦ κάλλους ἀγῶνα ἐπιτελέσαι· καὶ νικῆσαι πρῶτον αὐτοῦ τὴν γυναῖκα Ἡροδίκην. ἐπιτελεῖται δὲ καὶ μέχρι νῦν ὁ ἀγὼν οὗτος, καὶ αἱ ἀγωνιζόμεναι γυναῖκες χρυσοφόροι ὀνομάζονται. Θεόφραστος δὲ (fr. 111) ἀγῶνα κάλλους φησὶ γίνεσθαι παρὰ Ἠλείοις, καὶ τὴν κρίσιν ἐπιτελεῖσθαι μετὰ σπουδῆς λαμβάνειν τε τοὺς νικήσαντας ἆθλα ὅπλα· ἅπερ ἀνατίθεσθαί φησιν Διονύσιος ὁ Λευκτρικὸς τῇ Ἀθηνᾷ, τὸν δὲ νικήσαντα ταινιούμενον ὑπὸ τῶν φίλων καὶ πομπεύοντα ἕως τοῦ ἱεροῦ παραγίνεσθαι. τὸν στέφανον δ’ αὐτοῖς δίδοσθαι μυρρίνης ἱστορεῖ Μυρσίλος ἐν Ἱστορικοῖς Παραδόξοις (FHG IV 460). ἐνιαχοῦ δέ φησιν ὁ αὐτὸς Θεόφραστος (fr. 112) καὶ κρίσεις γυναικῶν περὶ σωφροσύνης γίνεσθαι καὶ οἰκονομίας, ὥσπερ ἐν τοῖς βαρβάροις· ἑτέρωθι δὲ κάλλους, ὡς δέον καὶ τοῦτο τιμᾶσθαι, καθάπερ καὶ παρὰ Τενεδίοις καὶ Λεσβίοις· ταύτην δὲ τύχης ἢ φύσεως εἶναι τιμήν, δέον προκεῖσθαι σωφροσύνης. τὸ κάλλος

v.3.p.346
γὰρ οὕτως καλόν, εἰ δὲ μή, κίνδυνον ἔχον ἐπ’ ἀκολασίαν.’

τοσαῦτα τοῦ Μυρτίλου ἑξῆς καταλέξαντος καὶ πάντων αὐτὸν ἐπὶ τῇ μνήμῃ θαυμασάντων ὁ Κύνουλκος ἔφη·

  1. ‘πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον οὐδέν,
Ἵππων ἔφη ὁ ἄθεος (Bergk PL II 259). ἀλλὰ καὶ Ἡράκλειτος ὁ θεῖός φησι (fr. 16 Byw)· ‘πουλυμαθίη νόον ἔχειν οὐ διδάσκει.’ καὶ ὁ Τίμων δὲ ἔφη (fr. 65 W)·
  1. ἐν δὲ πλατυσμὸς
  2. πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο.
τί γὰρ ὄφελος τῶν τοσούτων ὀνομάτων, ὦ γραμματικέ, πάντων ἐπιτρῖψαι μᾶλλον ἢ σωφρονίσαι δυναμένων τοὺς ἀκούοντας. καὶ ἐὰν μέν τίς σου πύθηται τίνες ἦσαν οἱ εἰς τὸν δούρειον ἵππον ἐγκατακλεισθέντες, ἑνὸς καὶ δευτέρου ἴσως ἐρεῖς ὄνομα· καὶ οὐδὲ ταῦτ’ ἐκ τῶν Στησιχόρου, σχολῇ γάρ, ἀλλ’ ἐκ τῆς Ἀγία τοῦ Ἀργείου Ἰλίου Πέρσιδος· οὗτος γὰρ παμπόλλους τινὰς κατέλεξεν. ἀλλὰ μὴν οὐδὲ τῶν Ὀδυσσέως ἑταίρων ἔχοις ἂν οὕτως εὐρύθμως καταλέξαι τὰς προσηγορίας καὶ τίνες οἱ ὑπὸ τοῦ Κύκλωπος αὐτῶν καταβρωθέντες ἢ ὑπὸ τῶν Λαιστρυγόνων καὶ εἰ ὄντως κατεβρώθησαν· ὅστις οὖν οὐδὲ τοῦτ’ οἶδας, καίτοι συνεχῶς Φυλάρχου μνήμην ποιούμενος (FHG I 346) ὅτι ἐν ταῖς Κείων πόλεσιν οὔτε ἑταίρας οὔτε αὐλητρίδας ἰδεῖν ἔστι.’

καὶ ὁ Μυρτίλος· ‘τοῦτο δὲ ποῦ εἴρηκεν ὁ

v.3.p.347
Φύλαρχος; κατανέγνων γὰρ αὐτοῦ πᾶσαν τὴν Ἱστορίαν.’ εἰπόντος δ’ ‘ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ’, ὁ Μυρτίλος ἔφη· εἶτ᾽ οὐκ ἐγὼ δικαίως πάντας ὑμᾶς τοὺς φιλοσόφους μισῶ μισοφιλολόγους ὄντας; οὓς οὐ μόνον Λυσίμαχος ὁ βασιλεὺς ἐξεκήρυξε τῆς ἰδίας βασιλείας ἀπελαύνων, ὡς ὁ Καρύστιός φησιν ἐν Ἱστορικοῖς Ὑπομνήμασιν (FHG IV 358), ἀλλὰ καὶ Ἀθηναῖοι. Ἄλεξις γοῦν ἐν Ἵππῳ φησίν (II 327 K)·
  1. τοῦτ’ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης;
  2. πόλλ’ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ
  3. καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων,
  4. ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
  5. ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς Ἀττικῆς.
καὶ Σοφοκλῆς δέ τις ψηφίσματι ἐξήλασε πάντας φιλοσόφους τῆς Ἀττικῆς, καθ’ οὗ λόγον ἔγραψε Φίλων ὁ Ἀριστοτέλους γνώριμος, ἀπολογίαν ὑπὲρ τοῦ Σοφοκλέους Δημοχάρους πεποιηκότος (p. 341 Tur) τοῦ Δημοσθένους ἀνεψιοῦ. καὶ Ῥωμαῖοι δ’ οἱ πάντα ἄριστοι ἐξέβαλον τοὺς σοφιστὰς τῆς Ῥώμης ὡς διαφθείροντας τοὺς νέους, ἐπεὶ οὐκ οἶδ’ ὅπως κατεδέξαντο. ἐμφανίζει δ’ ὑμῶν καὶ τὸ ἀνόητον Ἀνάξιππος ὁ κωμῳδιοποιὸς ἐν Κεραυνουμένῳ λέγων οὕτως (III 299 K)·
  1. οἴμοι, φιλοσοφεῖς. ἀλλὰ τούς γε φιλοσόφους
  2. ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον,
  3. ἐν τοῖσι δ’ ἔργοις ὄντας ἀνοήτους ὁρῶ.
εἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα ἡ
v.3.p.348
Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου (fr. 15 Koepke), οὐ προσίενται οὔτε φιλοσοφίαν οὔτε ῥητορικὴν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους· δι’ οὓς Σωκράτης μὲν ἀπέθανεν ὁ πρὸς τοὺς εἰς τὰ δικαστήρια ἀποκληρουμένους διαλεγόμενος περὶ τοῦ δικαίου κλεπτιστάτους ὄντας· ἀπέθανεν δὲ διὰ ταῦτα καὶ Θεόδωρος ὁ ἄθεος καὶ Διαγόρας ἐξεκηρύχθη καὶ Πρωταγόρασ ἐφυγαδεύθη· ὅτε καὶ πλέων ναυαγίῳ ἐχρήσατο· Διότιμος δ’ ὁ γράψας τὰ κατ’ Ἐπικούρου βιβλία ὑπὸ Ζήνωνος τοῦ Ἐπικουρείου ἐξαιτηθεὶς ἀνῃρέθη, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις.

συνελόντι δὲ εἰπεῖν κατὰ τὸν Σολέα Κλέαρχον (FHG II 310) οὐ καρτερικὸν βίον ἀσκεῖτε, κυνικὸν δὲ τῷ ὄντι ζῆτε· καίτοι τοῦ ζῴου τούτου ἐν τέτταρσι τὴν φύσιν περιττὴν ἔχοντος, ὧνπερ ὑμεῖς τὰ χείρω μερισάμενοι τηρεῖτε. αἰσθήσει τε γὰρ τῇ πρὸς ὄσφρανσιν καὶ πρὸς τὸ οἰκεῖον καὶ ἀλλότριον θαυμαστὸν καὶ τῷ συνανθρωπίζον οἰκουρὸν εἶναι καὶ φυλακτικὸν τοῦ τῶν εὖ δρώντων βίου πάντων περιττότατον· ὧν οὐδέτερον πρόσεστιν ὑμῖν τοῖς τὸν κυνικὸν βίον μιμουμένοις. οὔτε γὰρ συνανθρωπίζετε οὔτε διαγινώσκετε οὐδένα τῶν ὁμιλούντων, αἰσθήσει τε πολλῷ ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκτως ζῆτε. λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος, ἔτι

v.3.p.349
δὲ ταλαιπώρου καὶ γυμνοῦ τὸν βίον, ἄμφω ταῦτα μελετᾶτε, κακολόγοι καὶ βοροὶ πρός τε τούτοις ἄνοικοι καὶ ἀνέστιοι βιοῦντες. ἐξ ὧν ἁπάντων ἀλλότριοι μὲν ἀρετῆς, μάταιοι δὲ ἐστὲ εἰς τὸ τοῦ βίου χρήσιμον. οὐδὲν γάρ ἐστι τῶν καλουμένων φιλοσόφων ἀφιλοσοφώτερον. τίς γὰρ ἤλπισεν ἂν Αἰσχίνην τὸν Σωκρατικὸν τοιοῦτον γεγενῆσθαι τοὺς τρόπους ὁποῖόν φησι Λυσίας ὁ ῥήτωρ ἐν τοῖς τῶν Συμβολαίων λόγοις; ὃν ἐκ τῶν φερομένων ὡς αὐτοῦ διαλόγων θαυμάζομεν ὡς ἐπιεικῆ καὶ μέτριον, πλὴν εἰ μὴ ὡς ἀληθῶς τοῦ σοφοῦ Σωκράτους ἐστὶν συγγράμματα, ἐχαρίσθη δὲ αὐτῷ ὑπὸ Ξανθίππης τῆς Σωκράτους γυναικὸς μετὰ τὸν ἐκείνου θάνατον, ὡς οἱ ἀμφὶ τὸν Ἰδομενέα φασίν (FHG II 490).

ἀλλ’ ὅ γε Λυσίας ἐν τῷ ἐπιγραφομένῳ λόγῳ οὑτωσὶ ‘πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν χρέως’ — ἀπομνημονεύσω δ’ ἐγώ, εἰ καὶ πολλά ἐστι τὰ λεχθέντα, διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν, ὦ φιλόσοφοι· ἄρχεται δ’ οὕτως ὁ ῥήτωρ (fr. 1 Tur)· ‘οὐκ ἄν ποτ’ ᾠήθην, ὦ ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δ’ οὐκ ἂν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτης συκοφαντωδεστέραν ἐξευρεῖν. οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ Ἀριστογείτονι προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα. ‘κατασκευάζομαι δ᾽, ἔφη, τέχνην μυρεψικήν· ἀφορμῆς δὲ δέομαι, καὶ οἴσω δέ σοι ἐννέ’ ὀβολοὺς τῆς μνᾶς τόκους." καλόν γε τὸ τέλος τῆς εὐδαιμονίας τῷ φιλοσόφῳ ἡ μυρεψικὴ τέχνη

v.3.p.350
ἀκόλουθός τε τῇ Σωκράτους φιλοσοφίᾳ, ἀνδρὸς τοῦ καὶ τὴν τοιαύτην χρῆσιν τῶν μύρων ἀποδοκιμάσαντος (Xen. conv. 2, 3), Σόλωνος δὲ τοῦ νομοθέτου οὐδ’ ἐπιτρέποντος ἀνδρὶ τοιαύτης προίστασθαι τέχνης· διὸ καὶ Φερεκράτης ἐν Ἰπνῷ ἢ Παννυχίδι φησίν (I 162 K)·
  1. κᾆτα μυροπωλεῖν τί παθόντ’ ἄνδρ’ ἐχρῆν καθήμενον
  2. ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον
  3. συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν δι’ ἡμέρας;
εἶθ’ ἑξῆς φησιν·
  1. αὐτίκ’ οὐδεὶς οὔτε μαγείραιναν εἶδε πώποτε
  2. οὔτε μὴν οὐδ’ ἰχθυοπώλαιναν.
ἑκάστῳ γὰρ γένει ἁρμόζοντα δεῖν εἶναι καὶ τὰ τῆς τέχνης. ἑξῆς δὲ τούτοις ὁ ῥήτωρ τάδε λέγει. ‘πεισθεὶς δ᾽ ὑπ’ αὐτοῦ τοιαῦτα λέγοντος καὶ ἅμα οἰόμενος τοῦτον Αἰσχίνην Σωκράτους γεγονότα μαθητὴν καὶ περὶ δικαιοσύνης καὶ ἀρετῆς πολλοὺς καὶ σεμνοὺς λέγοντα λόγους οὐκ ἄν ποτε ἐπιχειρῆσαι οὐδὲ τολμῆσαι ἅπερ οἱ πονηρότατοι καὶ ἀδικώτατοι ἄνθρωποι ἐπιχειροῦσι πράττειν ...’

καὶ μετὰ ταῦτα πάλιν καταδρομὴν αὐτοῦ ποιησάμενος, ὡς δανεισάμενος οὔτε τόκους οὔτε τἀρχαῖον ἀπεδίδου καὶ ὅτι ὑπερήμερος ἐγένετο γνώμῃ δικαστηρίου ἐρήμην καταδικασθεὶς καὶ ὡς ἠνεχυράσθη οἰκέτης αὐτοῦ στιγματίας, καὶ πολλὰ ἄλλα κατειπὼν αὐτοῦ ἐπιλέγει ταῦτα· ‘ἀλλὰ γάρ, ὦ ἄνδρες δικασταί,

v.3.p.351
οὐκ εἰς ἐμὲ μόνον τοιοῦτός ἐστιν, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας τοὺς αὐτῷ κεχρημένους. οὐχ οἱ μὲν κάπηλοι οἱ ἐγγὺς οἰκοῦντες, παρ’ ὧν προδόσεις λαμβάνων οὐκ ἀποδίδωσι, δικάζονται αὐτῷ συγκλείσαντες τὰ καπηλεῖα, οἱ δὲ γείτονες οὕτως ὑπ’ αὐτοῦ δεινὰ πάσχουσιν ὥστ’ ἐκλιπόντες τὰς αὑτῶν οἰκίας ἑτέρας πόρρω μισθοῦνται; ὅσους δ’ ἐράνους συνείλεκται, τὰς μὲν ὑπολοίπους φορὰς .... οὐ κατατίθησιν, ἀλλὰ περὶ τοῦτον τὸν κάπηλον ὡς περὶ στήλην διαφθείρονται. τοσοῦτοι δὲ ἐπὶ τὴν οἰκίαν ἅμα τῇ ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται ὥστε οἴεσθαι τοὺς παριόντας ἐπ’ ἐκφορὰν αὐτοὺς ἥκειν τούτου τεθνεῶτος. οὕτω δ’ οἱ ἐν τῷ Πειραιεῖ διάκεινται ὥστε πολὺ ἀσφαλέστερον εἶναι δοκεῖν εἰς τὸν Ἀδρίαν πλεῖν ἢ τούτῳ συμβάλλειν. πολὺ γὰρ μᾶλλον ἃ ἂν δανείσηται αὑτοῦ νομίζει εἶναι ἢ ἃ ὁ πατὴρ αὐτῷ κατέλιπεν. ἀλλὰ γὰρ οὐ τὴν οὐσίαν κέκτηται Ἑρμαίου τοῦ μυροπώλου, τὴν γυναῖκα διαφθείρας ἑβδομήκοντα ἔτη γεγονυῖαν; ἧς ἐρᾶν προσποιησάμενος οὕτω διέθηκεν ὥστε τὸν μὲν ἄνδρα αὐτῆς καὶ τοὺς υἱοὺς πτωχοὺς ἐποίησεν, αὑτὸν δὲ ἀντὶ καπήλου μυροπώλην ἀπέδειξεν· οὕτως ἐρωτικῶς τὸ κόριον μετεχειρίζετο τῆς ἡλικίας αὐτῆς ἀπολαύων, ἧς ῥᾷον τοὺς ὀδόντας ἀριθμῆσαι ὅσου ἐλάττους ἦσαν ἢ τῆς χειρὸς τοὺς δακτύλους. καί μοι ἀνάβητε τούτων μάρτυρες. — ὁ μὲν οὖν βίος τοῦ
v.3.p.352
σοφιστοῦ τοιοῦτος.’ ὁ μὲν οὖν Λυσίας, ὦ Κύνουλκε, οὕτως. ἐγὼ δὲ κατὰ τὸν Ἀρίσταρχον τὸν τραγικὸν ποιητήν (fr. 4 N)
  1. τάδ’ οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος,
καταπαύσω τὸν πρὸς σὲ καὶ τοὺς ἄλλους κύνας ἐνταῦθα λόγον.’