Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. Ἀντιφάνης δ’ ἐν τῷ Προβλήματί φησιν (II 92 K)·
  2. ἰχθύσιν ἀμφίβληστρον ἀνὴρ πολλοῖς περιβάλλειν
  3. οἰηθεὶς μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην·
    v.2.p.479
  4. καὶ ταύτην ψευσθεὶς ἄλλην κεστρεὺς ἴσον αὐτὴν
  5. ἦγεν. βουλομένη δ’ ἕπεται πέρκη μελανούρῳ.
  6. Β. κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ’ ὅ τι λέγεις·
  7. οὐδὲν λέγεις γάρ. Α. ἀλλ’ ἐγὼ σαφῶς φράσω.
  8. ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς
  9. οἷσι δέδωκ’ οὐδ’ αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο.
  10. Β. διδούς τις οὐκ ἔδωκεν οὐδ’ ἔχων ἔχει;
  11. οὐκ οἶδα τούτων οὐδέν. Α. οὐκοῦν ταῦτα καὶ
  12. ὁ γρῖφος ἔλεγεν. ὅσα γὰρ οἶσθ’ οὐκ οἶσθα νῦν
  13. οὐδ’ ὅσα δέδωκας οὐδ’ ὅσ’ ἀντ’ αὐτῶν ἔχεις.
  14. τοιοῦτο τοῦτ’ ἦν. Β. τοιγαροῦν κἀγώ τινα
  15. εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. Α. λέγε.
  16. Β. πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ’ ἔχουσαι
  17. πόλλ’ ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὅν τ’ ᾤοντο λέγειν τι,
  18. οὐκ ἐλάλουν· οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς
  19. ὃν μὲν
  20. ἦν αὐταῖς ὁ λόγος, πρὸς δ’ αὑτὰς πολλὰ λαλούσας
  21. αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρίψαι.

ἐν δὲ Σαπφοῖ ὁ Ἀντιφάνης αὐτὴν τὴν ποιήτριαν προβάλλουσαν ποιεῖ γρίφους τόνδε τὸν τρόπον, ἐπιλυομένου τινὸς οὕτως. ἣ μὲν γάρ φησιν (II 95 K)·

  1. ἔστι φύσις θήλεια βρέφη σῴζουσ’ ὑπὸ κόλποις
  2. αὑτῆς, ὄντα δ’ ἄφωνα βοὴν ἵστησι γεγωνὸν
  3. καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης
  4. οἷς ἐθέλει θνητῶν, τοῖς δ’ οὐδὲ παροῦσιν ἀκούειν
  5. ἔξεστιν· κωφὴν δ’ ἀκοῆς αἴσθησιν ἔχουσιν.
ταῦτά τις ἐπιλυόμενός φησιν·
v.2.p.480
  1. ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις,
  2. βρέφη δ’ ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας.
  3. οὗτοι κεκραγότες δὲ τὰ διαπόντια
  4. τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα
  5. ἕλκουσι δεῦρο. νεμομένων δὲ πλησίον
  6. αὐτῶν κάθηται λοιδορουμένων τ’ ἀεὶ
  7. ὁ δῆμος οὐδὲν οὔτ’ ἀκούων οὔθ’ ὁρῶν.
  8. Σ. ..... πῶς γὰρ γένοιτ’ ἄν, ὦ πάτερ,
  9. ῥήτωρ ἄφωνος; Β. ἢν ἁλῷ τρὶς παρανόμων.
  10. καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι
  11. τὸ ῥηθέν. ἀλλὰ δὴ λέγε.
ἔπειτα ποιεῖ τὴν Σαπφὼ διαλυομένην τὸν γρῖφον οὕτως·
  1. θήλεια μέν νύν ἐστι φύσις ἐπιστολή,
  2. βρέφη δ’ ἐν αὑτῇ περιφέρει τὰ γράμματα·
  3. ἄφωνα δ’ ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ
  4. οἷς βούλεθ᾽· ἕτερος δ’ ἂν τύχῃ τις πλησίον
  5. ἑστὼς ἀναγιγνώσκοντος οὐκ ἀκούσεται.

Δίφιλος δ’ ἐν Θησεῖ (II 557 K) τρεῖς ποτε κόρας Σαμίας φησὶν Ἀδωνίοισιν γριφεύειν παρὰ πότον· προβαλεῖν δ’ αὐταῖσι τὸν γρῖφον, τί πάντων ἰσχυρότατον; καὶ τὰν μὲν εἰπεῖν ‘ὁ σίδηρος,’ καὶ φέρειν τούτου λόγου τὰν ἀπόδειξιν, διότι τούτῳ πάντ’ ὀρύσσουσίν τε καὶ τέμνουσι καὶ χρῶντ’ εἰς ἅπαντα. εὐδοκιμούσᾳ δ’ ἐπάγειν τὰν δευτέραν φάσκειν τε τὸν χαλκέα πολὺ κρείττω φέρειν ἰσχύν· ἐπεὶ τοῦτον

v.2.p.481
κατεργαζόμενον καὶ τὸν σίδαρον τὸν σφοδρὸν κάμπτειν, μαλάσσειν, ὅ τι ἂν χρήζῃ ποεῖν. τὰν δὲ τρίταν ἀποφῆναι πέος ἰσχυρότατον πάντων, διδάσκειν δ᾽ ὅτι καὶ τὸν χαλκέα στένοντα πυγίζουσι τούτῳ. Ἀχαιὸς δ’ ὁ Ἐρετριεὺς γλαφυρὸς ὢν ποιητὴς περὶ τὴν σύνθεσιν ἔσθ’ ὅτε καὶ μελαίνει τὴν φράσιν καὶ πολλὰ αἰνιγματωδῶς ἐκφέρει, ὥσπερ ἐν Ἴριδι σατυρικῇ. λέγει γάρ (p. 582 N)·
  1. λιθάργυρος δ᾽
  2. ὄλπη παρῃωρεῖτο χρίματος πλέα
  3. τὸν Σπαρτιάτην γραπτὸν κύρβιν ἐν διπλῷ ξύλῳ.
τὸν γὰρ λευκὸν ἱμάντα βουληθεὶς εἰπεῖν, ἐξ οὗ ἡ ἀργυρᾶ λήκυθος ἐξήρτητο, Σπαρτιάτην γραπτὸν ἔφη κύρβιν ἀντὶ τοῦ Σπαρτιᾶτιν σκυτάλην. ὅτι δὲ λευκῷ ἱμάντι περιειλοῦντες τὴν σκυτάλην οἱ Λάκωνες ἔγραφον ἃ ἠβούλοντο εἴρηκεν ἱκανῶς Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ περὶ Ἀρχιλόχου (fr. 22 Mich). καὶ Στησίχορος δ’ ἐν Ἑλένῃ (fr. 30 B) ‘λιθάργυρον ποδονιπτῆρα’ ἔφη. Ἴων δὲ ἐν Φοίνικι ἢ Καινεῖ δρυὸς ἱδρῶτα εἴρηκε τὸν ἰξὸν ἐν τούτοις (p. 574 N)·
  1. δρυός μ’ ἱδρὼς
  2. καὶ θαμνομήκης ῥάβδος ἥ τ’ Αἰγυπτία
  3. βόσκει λινουλκὸς χλαῖνα, θήραγρος πέδη.

Θεοδέκτην δὲ τὸν Φασηλίτην φησὶν Ἕρμιππος ἐν τοῖς περὶ τῶν Ἰσοκράτους μαθητῶν (FHG III 51) ἱκανώτατον γεγονέναι ἀνευρεῖν τὸν προβληθέντα

v.2.p.482
γρῖφον καὶ αὐτὸν προβαλεῖν ἑτέροις ἐπιδεξίως, οἷον τὸν περὶ τῆς σκιᾶς. ἔφη γὰρ εἶναί τινα φύσιν, ἣ περὶ τὴν γένεσιν καὶ φθίσιν ἐστὶ μεγίστη, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. λέγει δ’ οὕτως (p. 627 N)·
  1. τίς φύσις οὔθ’ ὅσα γαῖα φέρει τροφὸς οὔθ’ ὅσα
  2. πόντος
  3. οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν,
  4. ἀλλ’ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη,
  5. ἐν δὲ μέσαις ἀκμαῖς μικρά, γήρᾳ δὲ πρὸς αὐτῷ
  6. μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων.
κἀν τῷ Οἰδίποδι δὲ τῇ τραγῳδίᾳ τὴν νύκτα καὶ τὴν ἡμέραν εἴρηκεν αἰνιττόμενος (p. 623 N)·
  1. εἰσὶ κασίγνηται διτταί, ὧν ἡ μία τίκτει
  2. τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦσ’ ὑπὸ τῆσδε τεκνοῦται.
τοιοῦτόν τι καὶ Καλλισθένης ἐν ταῖς Ἑλληνικαῖς φησιν (p. 15 M), ὡς Ἀρκάδων πολιορκούντων Κρῶμνον (πολίχνιον δ’ ἐστὶν ἱδρυμένον πλησίον Μεγάλης πόλεως) Ἱππόδαμος ὁ Λάκων εἷς ὢν τῶν πολιορκουμένων διεκελεύετο τῷ παρὰ Λακεδαιμονίων πρὸς αὐτοὺς ἥκοντι κήρυκι, δηλῶν ἐν αἰνιγμῷ τὴν περὶ αὐτοὺς κατάστασιν, ἀπαγγέλλειν τῇ μητρὶ λύεσθαι τὸ γύναιον δέχ’ ἡμερῶν τὸ ἐν Ἀπολλωνίῳ δεδεμένον, ὡς οὐκ ἔτι λύσιμον ἐσόμενον ἐὰν αὗται παρέλθωσι. καὶ διὰ ταύτης τῆς γνώμης ἐμήνυεν σαφῶς τὸ μήνυμα. αὕτη γάρ ἐστιν ἐν τῷ Ἀπολλωνίῳ παρὰ τὸν τοῦ Ἀπόλλωνος θρόνον διὰ γραφῆς ἀπομεμιμημένος Λιμὸς ἔχων γυναικὸς μορφήν. φανερὸν οὖν ἐγένετο πᾶσιν ὅτι δέκα ἡμέρας ἔτι καρτερῆσαι δύνανται οἱ
v.2.p.483
πολιορκούμενοι διὰ τὸν λιμόν. συνέντες οὖν οἱ Λάκωνες τὸ λεχθὲν ἐβοήθησαν κατὰ κράτος τοῖς ἐν τῇ Κρώμνῃ.

  1. πολλοὶ δὲ τῶν γρίφων καὶ τοιοῦτοί τινές εἰσιν οἷον·
  2. ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα
  3. οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν.
τοῦτο δὲ σημαίνει σικύας προσβολήν. καὶ τὸ Πανάρκους δ’ ἐστὶ τοιοῦτον, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ γρίφων (i. s. p. 322), ὅτι βάλοι ‘ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε κοὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ.’ τούτων γάρ ἐστι τὸ μὲν νάρθηξ, τὸ δὲ νυκτερίς, τὸ δὲ εὐνοῦχος, τὸ δὲ κίσηρις. καὶ Πλάτων δ’ ἐν πέμπτῳ Νόμων (reip. p. 479 b) μνημονεύει· τοὺς τῶν τεχνυδρίων φιλοσόφους τοῖς ἐν ταῖς ἑστιάσεσιν ἔφη ἐπαμφοτερίζουσιν ἐοικέναι καὶ τῷ τῶν παίδων αἰνίγματι τῷ περὶ τοῦ εὐνούχου τῆς βολῆς πέρι τῆς νυκτερίδος, ᾧ καὶ ἐφ᾽ οὗ αὐτὸν αὐτὴν αἰνίττονται βαλεῖν.

καὶ τὰ Πυθαγόρου δὲ αἰνίγματα τοιαῦτά ἐστιν, ὥς φησι Δημήτριος ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ ποιημάτων· ‘καρδίαν μὴ ἐσθίειν’ ἀντὶ τοῦ ἀλυπίαν ἀσκεῖν. ‘πῦρ μαχαίρᾳ μὴ σκαλεύειν’ ἀντὶ τοῦ τεθυμωμένον ἄνδρα μὴ ἐριδαίνειν· πῦρ γὰρ ὁ θυμός, ἡ δὲ ἔρις μάχαιρα. ‘ζυγὸν μὴ ὑπερβαίνειν’ ἀντὶ τοῦ πᾶσαν πλεονεξίαν φεύγειν καὶ στυγεῖν, ζητεῖν δὲ τὸ ἴσον. ‘λεωφόρους ὁδοὺς μὴ στείχειν’ ἀντὶ τοῦ γνώμῃ τῶν πολλῶν μὴ ἀκολουθεῖν· εἰκῇ γὰρ ἕκαστος ὅ τι ἂν δόξῃ ἀποκρίνεται· τὴν δ’ εὐθεῖαν ἄγειν ἡγεμόνι χρώμενον τῷ νῷ. ‘μὴ καθῆσθαι ἐπὶ χοίνικα’ ἀντὶ τοῦ

v.2.p.484
μὴ σκοπεῖν τὰ ἐφ’ ἡμέραν, ἀλλὰ τὴν ἐπιοῦσαν ἀεὶ προσδέχεσθαι. ‘ἀποδημοῦντα ἐπὶ τοῖς ὅροις μὴ ἐπιστρέφεσθαι·‘ ὅρια γὰρ καὶ πέρας ζωῆς ὁ θάνατος· τοῦτον οὖν οὐκ ἐᾷ μετὰ λύπης καὶ φροντίδος προσίεσθαι.

τῷ δὲ Θεοδέκτῃ παραπλησίως ἔπαιζε γρίφους καὶ Δρομέας ὁ Κῷος, ὥς φησι Κλέαρχος, καὶ Ἀριστώνυμος ὁ ψιλοκιθαριστής, ἔτι δὲ Κλέων ὁ μίμαυλος ἐπικαλούμενος, ὅσπερ καὶ τῶν Ἰταλικῶν μίμων ἄριστος γέγονεν αὐτοπρόσωπος ὑποκριτής· καὶ γὰρ Νυμφοδώρου περιῆν ἐν τῷ μνημονευομένῳ μίμῳ. τούτου δὲ καὶ Ἰσχόμαχος ὁ κῆρυξ ἐγένετο ζηλωτής, ὃς ἐν τοῖς κύκλοις ἐποιεῖτο τὰς μιμήσεις· ὡς δ’ εὐδοκίμει, μεταβὰς ἐν τοῖς θαύμασιν ὑπεκρίνετο μίμους. τοιοῦτοι δ’ ἦσαν οὓς ἐποίουν γρίφους, οἷον ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα αὐτὸν ὁ ἰατρὸς μὴ εἰς ἔμετον ἐδείπνησεν, ‘οὐκ ἔγωγε,’ εἰπεῖν, ‘ἀλλ’ εἰς τὴν κοιλίαν.’ καὶ πτωχῆς τινος τὴν γαστέρα πονούσης, ἐπεὶ ὁ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστρὶ ἔχει, ‘πῶς γάρ,’ εἶπε, ‘τριταία μὴ βεβρωκυῖα;’ τῶν Ἀριστωνυμ......ων δ’ ἦν εὐπαρύφων λόγων. καὶ ὁ Σωσιφάνης ὁ ποιητὴς εἰς Κηφισοκλέα τὸν ὑποκριτὴν εἶπεν λοιδορῶν αὐτὸν ὡς εὐρύστομον· ‘ἐνέβαλον γὰρ ἄν σου, φησίν, εἰς τὰ ἰσχία λίθον, εἰ μὴ καταρραίνειν ἔμελλον τοὺς περιεστηκότας.’ ἀρχαιότατος δ’ ἐστὶ λογικὸς γρῖφος καὶ τῆς τοῦ γριφεύειν φύσεως οἰκειότατος· ‘τί πάντες οὐκ ἐπιστάμενοι διδάσκομεν;’ καί ‘τί ταὐτὸν οὐδαμοῦ καὶ πανταχοῦ;’ καὶ πρὸς

v.2.p.485
τούτοις ‘τί ταὐτὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ἐν θαλάττῃ;’ τοῦτο δ’ ἐστὶν ὁμωνυμία· καὶ γὰρ ἄρκτος καὶ ὄφις καὶ αἰετὸς καὶ κύων ἐστὶν ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ. τὸ δὲ χρόνον σημαίνει· ἅμα γὰρ παρὰ πᾶσιν ὁ αὐτὸς καὶ οὐδαμοῦ διὰ τὸ μὴ ἐν ἑνὶ τόπῳ τὴν φύσιν ἔχειν. τὸ δὲ προάγον ἐστὶ ψυχὰς ἔχειν· τοῦτο γὰρ οὐθεὶς ἡμῶν ἐπιστάμενος διδάσκει τὸν πλησίον.

ὁ δὲ Ἀθηναῖος Καλλίας (ἐζητοῦμεν γὰρ ἔτι πρότερον (VII 276a) περὶ αὐτοῦ) μικρὸν ἔμπροσθεν γενόμενος τοῖς χρόνοις Στράττιδος ἐποίησε τὴν καλουμένην γραμματικὴν θεωρίαν οὕτω διατάξας. πρόλογος μὲν αὐτῆς ἐστιν ἐκ τῶν στοιχείων, ὃν χρὴ λέγειν ἐκ τῶν στοιχείων διαιροῦντας κατὰ τὰς παραγραφὰς καὶ τὴν τελευτὴν καταστροφικῶς ποιουμένους εἰς τἄλφα·

  1. .. ἄλφα, βῆτα, γάμμα, δέλτα, θεοῦ γὰρ εἶ,
  2. ζῆτ᾽, ἦτα, θῆτ᾽, ἰῶτα, κάππα, λάβδα, μῦ,
  3. νῦ, ξεῖ, τὸ οὖ, πεῖ, ῥῶ, τὸ σίγμα, ταῦ, τὸ ὖ,
  4. παρὸν φεῖ χεῖ τε τῷ ψεῖ εἰς τὸ ὦ.
ὁ χορὸς δὲ γυναικῶν ἐκ τῶν σύνδυο πεποιημένος αὐτῷ ἐστιν ἔμμετρος ἅμα καὶ μεμελοπεποιημένος τόνδε τὸν τρόπον· βῆτα ἄλφα βᾱ, βῆτα εἶ βε, βῆτα ἦτα βη, βῆτα ἰῶτα βῑ, βῆτα οὖ βο, βῆτα ὖ βῡ, βῆτα ὦ βω, καὶ πάλιν ἐν ἀντιστρόφῳ τοῦ μέλους καὶ τοῦ μέτρου γάμμα ἄλφα, γάμμα εἶ, γάμμα ἦτα, γάμμα ἰῶτα, γάμμα οὖ, γάμμα ὖ, γάμμα ὦ, καὶ ἐπὶ τῶν λοιπῶν
v.2.p.486
συλλαβῶν ὁμοίως ἑκάστων τό τε μέτρον καὶ τὸ μέλος ἐν ἀντιστρόφοις ἔχουσι πᾶσαι ταὐτόν. ὥστε τὸν Εὐριπίδην μὴ μόνον ὑπονοεῖσθαι τὴν Μήδειαν ἐντεῦθεν πεποιηκέναι πᾶσαν, ἀλλὰ καὶ τὸ μέλος αὐτὸ μετενηνοχότα φανερὸν εἶναι. τὸν δὲ Σοφοκλέα διελεῖν φασιν ἀποτολμῆσαι τὸ ποίημα τῷ μέτρῳ τοῦτ’ ἀκούσαντα καὶ ποιῆσαι ἐν τῷ Οἰδίποδι οὕτως (v. 332)·
  1. ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε σ’ ἀλγυνῶ. τί ταῦτ᾽
  2. ἄλλωσ ἐλέγχεις;
διόπερ οἱ λοιποὶ τὰς ἀντιστρόφους ἀπὸ τούτου παρεδέχοντο πάντες, ὡς ἔοικεν, εἰς τὰς τραγῳδίας. καὶ μετὰ τὸν χορὸν εἰσάγει πάλιν ἐκ τῶν φωνηέντων ῥῆσιν οὕτως (ἣν δεῖ κατὰ τὰς παραγραφὰς ὁμοίως τοῖς πρόσθεν λέγοντα διαιρεῖν, ἵν’ ἡ τοῦ ποιήσαντος ὑπόκρισις σῴζηται κατὰ τὴν δύναμιν)·
  1. ἄλφα μόνον, ὦ γυναῖκες, εἶ τε δεύτερον
  2. λέγειν μόνον χρὴ καὶ τρίτον μόνον γ’ ἐρεῖς
  3. ἦτ’ ἄρα φήσω τὸ τέταρτόν τ’ αὖ μόνον
  4. ἰῶτα, πέμπτον οὖ, τό θ’ ἕκτον ὖ μόνον
  5. λέγε. λοίσθιον δὲ φωνῶ σοι τὸ ὦ
  6. τῶν ἑπτὰ φωνῶν, ἑπτὰ δ’ ἐν μέτροις μόνον.
  7. καὶ τοῦτο λέξασ’ εἶτα δὴ σαυτῇ λάλει.

δεδήλωκε δὲ καὶ διὰ τῶν ἰαμβείων γράμμα πρῶτος οὗτος ἀκολαστότερον μὲν κατὰ τὴν διάνοιαν, πεφρασμένον δὲ τὸν τρόπον τοῦτον·

  1. κύω γὰρ, ὦ γυναῖκες. ἀλλ’ αἰδοῖ, φίλαι,
  2. ἐν γράμμασι σφῷν τοὔνομ’ ἐξερῶ βρέφους.
    v.2.p.487
  3. ὀρθὴ μακρὰ γραμμή ᾽στιν· ἐκ δ’ αὐτῆς μέσης
  4. μικρὰ παρεστῶσ’ ἑκατέρωθεν ὑπτία.
  5. ἔπειτα κύκλος πόδας ἔχων βραχεῖς δύο.
ὅθεν ὕστερον, ὡς ἂν ὑπονοήσειέ τις, Μαιάνδριος μὲν ὁ συγγραφεὺς μικρὸν διὰ τῆς ἑρμηνείας τῇ μιμήσει παρεγκλίνας συνέγραψεν ἓν τῶν παραγγελμάτων (FHG II 337) φορτικώτερον τοῦ ῥηθέντος, Εὐριπίδης δὲ τὴν ἐν τῷ Θησεῖ τὴν ἐγγράμματον ἔοικε ποιῆσαι ῥῆσιν. βοτὴρ δ’ ἐστὶν ἀγράμματος αὐτόθι δηλῶν τοὔνομα τοῦ Θησέως ἐπιγεγραμμένον οὕτως (fr. 385 N)·
  1. ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις,
  2. μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια.
  3. κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος·
  4. οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές.
  5. τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο,
  6. ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία.
  7. τρίτον δὲ βόστρυχός τις ὣς εἱλιγμένος,
  8. τὸ δ’ αὖ τέταρτον ἣ μὲν εἰς ὀρθὸν μία,
  9. λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι
  10. εἰσίν. τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι·
  11. γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο,
  12. αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν.
  13. τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές.
τὸ δ’ αὐτὸ πεποίηκε καὶ Ἀγάθων ὁ τραγῳδιοποιὸς ἐν τῷ Τηλέφῳ. ἀγράμματος γάρ τις κἀνταῦθα δηλοῖ τὴν τοῦ Θησέως ἐπιγραφὴν οὕτως (p. 593 N)·
  1. γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος κύκλος·
    v.2.p.488
  2. ὀρθοί τε κανόνες ἐζυγωμένοι δύο,
  3. Σκυθικῷ τε τόξῳ τὸ τρίτον ἦν προσεμφερές.
  4. ἔπειτα τριόδους πλάγιος ἦν προσκείμενος·
  5. ἐφ’ ἑνός τε κανόνος ἦσαν ἐζυγωμένοι δύο.
  6. ὅπερ δὲ τρίτον ἦν καὶ τελευταῖον πάλιν.
καὶ Θεοδέκτης δ’ ὁ Φασηλίτης ἄγροικόν τινα ἀγράμματον παράγει καὶ τοῦτον τὸ τοῦ Θησέως ὄνομα διασημαίνοντα (p. 624 N)·
  1. γραφῆς ὁ πρῶτος ἦν μαλακόφθαλμος κύκλῳ.
  2. ἔπειτα δισσοὶ κανόνες ἰσόμετροι πάνυ·
  3. τούτους δὲ πλάγιος διαμέτρου συνδεῖ κανών.
  4. τρίτον δ’ ἑλικτῷ βοστρύχῳ προσεμφερές.
  5. ἔπειτα τριόδους πλάγιος ὣς ἐφαίνετο,
  6. πέμπται δ’ ἄνωθεν ἰσόμετροι ῥάβδοι δύο,
  7. αὗται δὲ συντείνουσιν εἰς βάσιν μίαν.
  8. ἕκτον δ’ ὅπερ καὶ πρόσθεν εἶπον βόστρυχος.
καὶ Σοφοκλῆς δὲ τούτῳ παραπλήσιον ἐποίησεν ἐν Ἀμφιαράῳ σατυρικῷ τὰ γράμματα παράγων ὀρχούμενον (fr. 118 N).