Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Ἡγήσανδρος δ’ ὁ Δελφὸς καὶ ἐξοίνους τινὰς κέκληκε λέγων οὕτως (FHG IV 417)· ‘Κόμων καὶ Ῥοδοφῶν τῶν ἐν Ῥόδῳ πολιτευσαμένων ὄντες ἦσαν ἔξοινοι. καὶ ὁ Κόμων εἰς κυβευτὴν σκώπτων τὸν Ῥοδοφῶντα ἔλεγεν· Il. 8.102

  1. ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι κυβευταί.
Ῥοδοφῶν τε ἐκείνῳ τὴν περὶ τὰς γυναῖκας σπουδὴν
v.2.p.467
καὶ τὴν ἀκρασίαν ὠνείδιζεν οὐδεμιᾶς ἀπεχόμενος λοιδορίας.’ Θεόπομπος δ’ ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν περὶ ἄλλου Ῥοδίου διαλεγόμενός (FHG I 300) φησι· ‘τοῦ δὲ Ἡγησιλόχου τὰ μὲν ἀχρείου γεγονότος ὑπὸ οἰνοφλυγίας καὶ κύβων καὶ παντάπασιν οὐκ ἔχοντος ἀξίωμα παρὰ τοῖς Ῥοδίοις, ἀλλὰ διαβεβλημένου διὰ τὴν ἀσωτίαν τὴν τοῦ βίου καὶ παρὰ τοῖς ἑταίροις καὶ παρὰ τοῖς ἄλλοις πολίταις.’ εἶθ’ ἑξῆς λέγων περὶ τῆς ὀλιγαρχίας ἣν κατεστήσατο μετὰ τῶν φίλων ἐπιφέρει· ‘καὶ πολλὰς μὲν γυναῖκας εὐγενεῖς καὶ τῶν πρώτων ἀνδρῶν ᾔσχυναν, οὐκ ὀλίγους δὲ παῖδας καὶ νεανίσκους διέφθειραν· εἰς τοῦτο δὲ προέβησαν ἀσελγείας, ὥστε καὶ κυβεύειν ἠξίωσαν πρὸς ἀλλήλους περὶ τῶν γυναικῶν τῶν ἐλευθέρων καὶ διωμολογοῦντο τοὺς ἐλάττω τοῖς ἀστραγάλοις βάλλοντας ἥντινα χρὴ τῶν πολιτίδων τῷ νικῶντι εἰς συνουσίαν ἀγαγεῖν, οὐδεμίαν ὑπεξαιρούμενοι πρόφασιν, ἀλλ’ ὅπως ἂν ἕκαστος εἴη δυνατὸς πείθων ἢ βιαζόμενος, οὕτω προστάττοντες ἄγειν. καὶ ταύτην τὴν κυβείαν ἔπαιζον μὲν καὶ τῶν ἄλλων Ῥοδίων τινές, ἐπιφανέστατα δὲ καὶ πλειστάκις αὐτὸς ὁ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως ἀξιῶν.’ ‘Ἀνθέας δὲ ὁ Λίνδιος, συγγενὴς δὲ εἶναι φάσκων Κλεοβούλου τοῦ σοφοῦ, ὥς φησι Φιλόμνηστος ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων (FHG IV 477), πρεσβύτερος καὶ εὐδαίμων ἄνθρωπος εὐφυής τε περὶ ποίησιν ὢν πάντα τὸν βίον ἐδιονυσίαζεν, ἐσθῆτά τε. Διονυσιακὴν φορῶν καὶ πολλοὺς τρέφων συμβάκχους, ἐξῆγέν τε κῶμον αἰεὶ μεθ’ ἡμέραν καὶ νύκτωρ. καὶ
v.2.p.468
πρῶτος εὗρε τὴν διὰ τῶν συνθέτων ὀνομάτων ποίησιν, ᾗ Ἀσωπόδωρος ὁ Φλιάσιος ὕστερον ἐχρήσατο ἐν τοῖς καταλογάδην ἰάμβοις. οὗτος δὲ καὶ κωμῳδίας ἐποίει καὶ ἄλλα πολλὰ ἐν τούτῳ τῷ τρόπῳ τῶν ποιημάτων, ἃ ἐξῆρχε τοῖς μεθ’ αὑτοῦ φαλλοφοροῦσι.’

τούτων ἀκούσας ὁ Οὐλπιανὸς ‘ὁ δὲ πάροινος, ἔφη, καλέ μου Ποντιανέ, παρὰ τίνι κεῖται;’ καὶ ὃς ἔφη·

  1. ἀπολεῖς μ’ ἐρωτῶν — κατὰ τὸν καλὸν Ἀγάθωνα
  2. (fr. 13 N) —
  3. καὶ σὺ χὠ νέος τρόπος,
  4. ἐν οὐ πρέποντι τοῖς λόγοισι χρώμενος.
ἐπεὶ δὲ πάντων ἡμᾶς εὐθύνας σοι διδόναι κέκριται, Ἀντιφάνης ἐν Λυδῷ εἴρηκε (II 70 K)·
  1. Κολχὶς ἄνθρωπος πάροινος.
σὺ δὲ παροινῶν καὶ μεθύων οὐδέπω κόρον ἔχεις οὐδ᾽ ἐπὶ νοῦν λαμβάνεις ὅτι ὑπὸ μέθης ἀπέθανεν Εὐμένης ὁ Περγαμηνὸς ὁ Φιλεταίρου τοῦ Περγάμου βασιλεύσαντος ἀδελφιδοῦς, ὡς ἱστορεῖ Κτησικλῆς ἐν τρίτῳ Χρόνων (FHG IV 375). ἀλλ’ οὐ Περσεὺς ὁ ὑπὸ Ῥωμαίων καθαιρεθείς· κατ’ οὐδὲν γὰρ τὸν πατέρα Φίλιππον. ἐμιμήσατο. οὔτε γὰρ περὶ γυναῖκας ἐσπουδάκει οὔτε φίλοινος ἦν, ἀλλὰ καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε δειπνῶν, ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ (om. Hu). σὺ δέ, ὦ Οὐλπιανέ, ἀρρυθμοπότης μὲν εἶ κατὰ τὸν Φλιάσιον Τίμωνα — οὕτως γὰρ ἐκεῖνος ὠνόμασε τοὺς τὸν πολὺν σπῶντας οἶνον ἄκρατον ἐν τῷ δευτέρῳ τῶν Σίλλων (fr. 46 W)·
  1. ἠὲ βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος,
    v.2.p.469
  2. ὅς ῥα Διωνύσου ἀρρυθμοπότας ἐπέκοπτεν,
  3. ἐκ δὲ ῥυτὰ ῥίπτασκεν ἀπληστοίνους τ’ ἀρυταίνασ —
οὐ ποτικὸς δέ. ὠνόμασε δὲ ποτικὸν Ἀλκαῖος Γανυμήδει οὕτως (I 758 K).... ὅτι δὲ τὸ μεθύειν καὶ τὰς ὄψεις ἡμῶν πλανᾷ σαφῶς ἔδειξεν Ἀνάχαρσις δι’ ὧν εἴρηκε, δηλώσας ὅτι ψευδεῖς δόξαι τοῖς μεθύουσι γίγνονται. συμπότης γάρ τις ἰδὼν αὐτοῦ τὴν γυναῖκα ἐν τῷ συμποσίῳ ἔφη· ‘ὦ Ἀνάχαρσι, γυναῖκα γεγάμηκας αἰσχράν.’ καὶ ὃς ἔφη· ‘πάνυ γε κἀμοὶ δοκεῖ· ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω.’

μετὰ ταῦτα ὁ Οὐλπιανὸς προπιών τινι τῶν ἑταίρων ἔφη· ‘ἀλλὰ κατὰ τὸν Ἀντιφάνην, ὦ φιλότης ὃς ἐν Ἀγροίκοις φησίν (II 13 K)·

  1. ὅλην μύσας ἔκπινε. Β. μέγα τὸ φορτίον.
  2. Α. οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων,
πῖθι οὖν, ὦ ἑταῖρε. καὶ
  1. μὴ μεστὰς ἀεὶ
  2. ἕλκωμεν,
— ὁ αὐτός φησιν Ἀντιφάνης ἐν τῷ Τραυματίᾳ (II 101 K) —
  1. ἀλλὰ καὶ λογίσκος εἰς μέσον
  2. παταξάτω τις καί τι καὶ μελίσκιον,
  3. στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι
  4. ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός ....
  5. παραδίδου δ’ ἑξῆς ἐμοὶ
    v.2.p.470
  6. τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ’ Εὐριπίδης.
  7. Β. Εὐριπίδης γὰρ τοῦτ’ ἔφασκεν; Α. ἀλλὰ τίς;
  8. Β. Φιλόξενος δήπουθεν. Α. οὐθὲν διαφέρει,
  9. ὦ ᾽τάν· ἐλέγχεις μ’ ἕνεκα συλλαβῆς μιᾶς.’
καὶ ὃς ‘τὸ δὲ πῖθι τίς εἴρηκεν;’ ‘ἀπεσκοτώθης, φίλτατε,’ ἔφη ὁ Οὐλπιανός, ‘σπάσας οἴνου τοσοῦτον. παρὰ Κρατίνῳ ἔχεις ἐν Ὀδυσσεῦσι (I 57 K)·
  1. τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη καὶ τοὔνομά μ’ εὐθὺς ἐρώτα.
καὶ Ἀντιφάνης ἐν Μύστιδι (II 77 K)·
  1. σὺ δ’ ἀλλὰ πῖθι. Β. τοῦτο μέν σοι πείσομαι·
  2. καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
  3. τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
  4. τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ
  5. ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν·
  6. τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ
  7. τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε,
  8. τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.
καὶ Δίφιλος ἐν Βαλανείῳ (II 546 K)·
  1. ἔγχεον μεστήν· τὸ θνητὸν περικάλυπτε τῷ θεῷ.
  2. πῖθι· ταῦτα γὰρ παρ᾽ ἡμῶν Διὸς ἑταιρείου, πάτερ.
Ἀμειψίας Σφενδόνῃ (I 675 K)·
  1. λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον.
Μένανδρος Αὐλητρίσι (IV 90 M)·
  1. ἐλλέβορον ἤδη πώποτ’ ἔπιες, Σωσία;
  2. ΣΩ. ἅπαξ. Α. πάλιν νυν πῖθι· μαίνει γὰρ κακῶς.
    v.2.p.471

πίομαι δὲ ἄνευ τοῦ ῡ λεκτέον, ἐκτείνοντας δὲ τὸ ῑ. οὕτω γὰρ ἔχει καὶ τὸ Ὁμηρικόν· Il. 13.493

  1. πιόμεν’ ἐκ βοτάνης.
καὶ Ἀριστοφάνης Ἱππεῦσιν (v. 1289)·
  1. οὔποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου.
καὶ ἐν ἄλλοις (fr. 597 K)·
  1. πικρότατον οἶνον τήμερον πίει τάχα.
ὡς ἀπὸ τοῦ πιοῦμαι ἐνίοτε δὲ καὶ συστέλλουσι τὸ ῑ, ὡς Πλάτων ἐν Ταῖς ἀφ’ ἱερῶν (I 603 K)·
  1. οὐδ’ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα.
καὶ ἐν Σύρφακι (p. 642)· ‘καὶ πίεσθ᾽ ὕδωρ πολύ.’ πίε δὲ δισυλλάβως Μένανδρος ἐν Ἐγχειριδίῳ (IV 113 M)·
  1. πίε. Β. πιεῖν ἀναγκάσω
  2. τὴν ἱερόσυλον πρῶτα.
καὶ
τῆ πίε
Od. 9.347· καὶ πῖνε καὶ σὺ οὖν, ὦ ἑταῖρε, κατὰ τὸν Ἄλεξιν, ὃς ἐν Διδύμοις φησί (II 315 K)·
  1. τούτῳ πρόπιθ᾽, ἵνα καὐτὸς ἄλλῳ
καὶ γένηται ἡ παρ’ Ἀνακρέοντι καλουμένη ἐπίστιος. φησὶ γὰρ ὁ μελοποιός (fr. 90 B)·
  1. μηδ’ ὥστε κῦμα πόντιον
  2. λάλαζε, τῇ πολυκρότῃ
  3. σὺν Γαστροδώρῃ καταχύδην
  4. πίνουσα τὴν ἐπίστιον.
τοῦτο δ’ ἡμεῖς ἀνίσωμά φαμεν.

σὺ δὲ πιὼν μὴ φοβηθῇς ὡς εἰς τοὐπίσω μέλλων καταπεσεῖσθαι· τοῦτο γὰρ παθεῖν οὐ δύνανται οἱ τὸν κατὰ Σιμωνίδην πίνοντες ‘οἶνον ἀμύντορα δυσφροσυνᾶν’ (fr. 86). ἀλλ᾽,

v.2.p.472
ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ μέθης (p. 118 R), εἰς τὰ νῶτα καταπίπτουσιν οἱ τὸν κρίθινον πεπωκότες, ὃν πῖνον καλοῦσι, λέγων οὕτως· ‘πλὴν ἴδιόν τι συμβαίνει περὶ τὰς τῶν κριθῶν, τὸ καλούμενον πῖνον. ὑπὸ μὲν γὰρ τῶν λοιπῶν τε καὶ μεθυστικῶν οἱ μεθυσθέντες ἐπὶ πάντα τὰ μέρη πίπτουσι· καὶ γὰρ ἐπὶ τὰ ἀριστερὰ καὶ δεξιὰ καὶ πρηνεῖς καὶ ὕπτιοι. μόνοι δὲ οἱ τῷ πίνῳ μεθυσθέντες εἰς τοὐπίσω καὶ ὕπτιοι κλίνονται.’ τὸν δὲ κρίθινον οἶνον καὶ βρῦτόν τινες καλοῦσιν, ὡς Σοφοκλῆς ἐν Τριπτολέμῳ (fr. 549 N)·
  1. βρῦτον δὲ τὸν χερσαῖον οὐ δυεῖν.
καὶ Ἀρχίλοχος (fr. 32 B)·
  1. ὥσπερ παρ᾽ αὐλῷ βρῦτον ἢ Θρῆιξ ἀνὴρ
  2. ἢ Φρὺξ ἔβρυζε, κύβδα δ’ ἦν πονευμένη.
μνημονεύει τοῦ πώματος Αἰσχύλος ἐν Λυκούργῳ (fr. 120 N)·
  1. κἀκ τῶνδ’ ἔπινε βρῦτον ἰσχναίνων χρόνῳ
  2. κἀσεμνοκόμπει τοῦτ’ ἐν ἀνδρείᾳ στέγῃ.
Ἑλλάνικος δ’ ἐν Κτίσεσι καὶ ἐκ ῥιζῶν, φησι κατασκευάζεται τὸ βρῦτον γράφων ὧδε (FHG I 59)· ‘πίνουσι δὲ βρῦτον ἔκ τινων ῥιζῶν, καθάπερ οἱ Θρᾷκες ἐκ τῶν κριθῶν.’ Ἑκαταῖος δ’ ἐν δευτέρῳ περιηγήσεως εἰπὼν περὶ Αἰγυπτίων ὡς ἀρτοφάγοι εἰσὶν ἐπιφέρει (FHG I 20)· ‘τὰς κριθὰς ἐς τὸ πῶμα καταλέουσιν.’ ἐν δὲ τῇ τῆς Εὐρώπης περιόδῳ Παίονάς φησι (om. FHG)
v.2.p.473
πίνειν βρῦτον ἀπὸ τῶν κριθῶν καὶ παραβίην ἀπὸ κέγχρου καὶ κόνυζαν. ‘ἀλείφονται δέ, φησίν, ἐλαίῳ ἀπὸ γάλακτος.’ καὶ ταῦτα μὲν ταύτῃ.

  1. ‘τῷ δ’ ἡμετέρῳ χορῷ οἶνος φίλος θυρσοφόρος
μέτα πρεσβεύων Διόνυσος,’ φησὶν Ἴων ὁ Χῖος ἐν τοῖς ἐλεγείοις (fr. 1 B)·
  1. αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων·
  2. αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων,
  3. ἐξ οὗ βοτρυόεσσ’ οἰνὰς ὑποχθόνιον
  4. πτόρθον ἀνασχομένη θαλερῷ ἐπτύξατο πήχει
  5. αἰθέρος· ὀφθαλμῶν δ’ ἐξέθορον πυκινοὶ
  6. παῖδες, φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπ’ ἄλλῳ,
  7. πρὶν δὲ σιωπῶσιν. παυσάμενοι δὲ βοῆς
  8. νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι
  9. ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές.
  10. τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε·
  11. τῶν ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν.
  12. τοῦ σὺ πάτερ, Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων
  13. ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι,
χαῖρε. δίδου δ’ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων,
  1. πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν.
Ἄμφις δ’ ἐν Φιλαδέλφοις ἐπαινῶν τὸν τῶν φιλοποτῶν φησι βίον (II 246 K)·
  1. κατὰ πόλλ’ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον
  2. τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον
  3. ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων.
    v.2.p.474
  4. ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους
  5. φρόνησις οὖσα διὰ τὸ λεπτῶς καὶ πυκνῶς
  6. πάντ’ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα
  7. ὁρμᾶν προχείρως, ἣ δὲ διὰ τὸ μὴ σαφῶς
  8. τί ποτ’ ἀφ’ ἑκάστου πράγματος συμβήσεται
  9. διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν
  10. καὶ θερμόν.’

μέλλοντος δέ τι τούτοις προστιθέναι τοῦ Οὐλπιανοῦ ὁ Αἰμιλιανὸς ἔφη· ‘ὥρα ἡμῖν, ἄνδρες φίλοι, ζητεῖν τι καὶ περὶ γρίφων, ἵνα τι κἂν βραχὺ διαστῶμεν ἀπὸ τῶν ποτηρίων, οὐ κατὰ τὴν Καλλίου τοῦ Ἀθηναίου ἐπιγραφομένην γραμματικὴν τραγῳδίαν. ἀλλ’ ἡμεῖς ζητήσωμεν πρότερον μὲν τίς ὁ ὅρος τοῦ γρίφου, τίνα δὲ Κλεοβουλίνη ἡ Λινδία προὔβαλλεν ἐν τοῖς αἰνίγμασιν — ἱκανῶς γὰρ εἴρηκε περὶ αὐτῶν ὁ ἑταῖρος ἡμῶν Διότιμος ὁ Ὀλυμπηνός, ἀλλὰ πῶς οἱ κωμῳδιοποιοὶ αὐτῶν μέμνηνται, καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες.’ καὶ ὁ Λαρήνσιος ἔφη· ‘ὁ μὲν Σολεὺς Κλέαρχος οὕτως ὁρίζεται (FHG II 321)· ‘γρῖφος πρόβλημά ἐστι παιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν τῇ διανοίᾳ τὸ προβληθὲν τιμῆς ἢ ἐπιζημίου χάριν εἰρημένον.’ ἐν δὲ τῷ περὶ γρίφων ὁ αὐτὸς Κλέαρχός φησιν ἑπτὰ εἴδη εἶναι γρίφων. ‘ἐν γράμματι μέν, οἷον ἐροῦμεν ἀπὸ τοῦ ἄλφα, ὡς ὄνομά τι ἰχθύος ἢ φυτοῦ, ὁμοίως δὲ κἂν ἔχειν τι κελεύῃ τῶν γραμμάτων ἢ μὴ ἔχειν, καθάπερ οἱ ἄσιγμοι καλούμενοι τῶν γρίφων· ὅθεν καὶ Πίνδαρος πρὸς

v.2.p.475
τὸ σ ἐποίησεν ᾠδήν (cf. fr. 79 B), οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος. ἐν συλλαβῇ δὲ λέγονται γρῖφοι, οἷον ἐροῦμεν ἔμμετρον ὁτιδήποτε οὗ ἡγεῖται βα, οἷον βασιλεύς, ἢ ὧν ἔχει τελευτὴν τὸ ναξ, ὡς Καλλιάναξ, ἢ ὧν τὸν λέοντα καθηγεῖσθαι, οἷον Λεωνίδης, ἢ ἔμπαλιν τελικὸν εἶναι, οἷον Θρασυλέων. ἐν ὀνόματι δέ, οἷον ἐροῦμεν ὀνόματα ἁπλᾶ ἢ σύνθετα δισύλλαβα, οὗ μορφή τις ἐμφαίνεται τραγικὴ ἢ πάλιν ταπεινή, ἢ ἄθεα ὀνόματα, οἷον Κλεώνυμος, ἢ θεοφόρα, οἷον Διονύσιος, καὶ τοῦτο ἤτοι ἐξ ἑνὸς θεοῦ ἢ πλεόνων, οἷον Ἑρμαφρόδιτος· ἢ ἀπὸ Διὸς ἄρχεσθαι, Διοκλῆς, ἢ Ἑρμοῦ, Ἑρμόδωρος· ἢ λήγειν εἰ τύχοι εἰς νικος. οἱ δὲ μὴ εἰπόντες ὡς προσετάττετο ἔπινον τὸ ποτήριον.’ καὶ ὁ μὲν Κλέαρχος οὕτως ὡρίσατο· τί δέ ἐστι τοῦτο τὸ ποτήριον, καλέ μου Οὐλπιανέ, ζήτει.

περὶ δὲ τῶν γρίφων Ἀντιφάνης μὲν ἐν Κνοιθιδεῖ ἢ Γάστρωνί φησιν (II 60 K)·

  1. ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν
  2. γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς,
  3. λέγοντας οὐδέν· ὁπότε προστάξειέ τις
  4. εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει,
  5. ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον
  6. οὐδέποτέ γ᾽, οἶμαι, πρᾶγμα παντελῶς λέγειν,
  7. ἐνέδρας δ’ ἕνεκα. νυνὶ δὲ τοῦτ’ ἔγνωχ’ ὅτι
  8. ἀληθὲς ἦν· φέρομεν γὰρ ἄνθρωποι δέκα
  9. ἔρανόν τιν᾽, οὐ φέρει δὲ τούτων τὴν φορὰν
    v.2.p.476
  10. οὐδείς. σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει,
  11. τοῦτ’ ἔστιν, ἦν θ’ ὁ γρῖφος ἐνταῦθα ῥέπων.
  12. καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον·
  13. ἀλλ’ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι
  14. οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα
  15. ὁ Φίλιππος ἦν ἄρ’ εὐτυχής τις, νὴ Δία.
ἐν δὲ Ἀφροδισίῳ (II 31 K)·
  1. πότερ’ ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν
  2. λέγω
  3. ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος,
  4. πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ,
  5. νεογενοῦς ποίμνης δ’ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα,
  6. τακεροχρῶτ’ εἴδη κύουσαν; Β. Ἡράκλεις, ἀποκτενεῖς
  7. ἆρά μ᾽, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν
  8. χύτραν.
  9. Α. εὖ λέγεις. ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ
  10. μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον
  11. εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης,
  12. λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν,
  13. ἢ σαφῶς πλακοῦντα φράζω σοι; Β. πλακοῦντα
  14. βούλομαι.
  15. Α. Βρομιάδος δ’ ἱδρῶτα πηγῆς; Β. οἶνον εἰπὲ
  16. συντεμών.
  17. Α. λιβάδα νυμφαίαν δροσώδη; Β. παραλιπὼν ὕδωρ
  18. φάθι.
    v.2.p.477
  19. Α. κασιόπνουν δ’ αὔραν δι’ αἴθρας; Β. σμύρναν
  20. εἰπέ, μὴ μακράν.
  21. Α. μηδὲ τοιοῦτ’ ἄλλο μηδέν; Β. μηδὲ τοὔμπαλιν
  22. λέγων,
  23. ὅτι δοκεῖ τοῦτ’ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες,
  24. αὐτὸ μὲν μηδέν, παρ’ αὐτὸ δ’ ἄλλα συστρέφειν
  25. πυκνά.

καὶ Ἄλεξις δὲ ἐν Ὕπνῳ τοιούτους γρίφους προβάλλει (II 385 K)·

  1. οὐ θνητὸς οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινὰ
  2. σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει
  3. μήτ’ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαί τ’ ἀεὶ
  4. καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν,
  5. ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν ὤν.
  6. Β. αἰεὶ σὺ χαίρεις, ὦ γύναι, μ’ αἰνίγμασι —
  7. Α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν.
  8. Β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν;
  9. Α. ὕπνος, βροτείων, ὦ κόρη, παυστὴρ πόνων.
Εὔβουλος δ’ ἐν Σφιγγοκαρίωνι τοιούτους γρίφους προβάλλει, αὐτὸς καὶ ἐπιλύων αὐτούς (II 201 K)·
  1. ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς,
  2. οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος,
  3. ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων·
  4. ἓν δ’ ἐστὶν καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος.
  5. τί ἐστι τοῦτο; τί ἀπορεῖς; Β. Καλλίστρατος.
  6. Α. πρωκτὸς μὲν οὖν οὗτος. Β. σὺ δὲ ληρεῖς ἔχων.
    v.2.p.478
  7. Α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος λάλος,
  8. ἓν ὄνομα πολλοῖς, τρωτὸς ἄτρωτος, δασὺς
  9. λεῖος. τί βούλει; πνευμάτων πολλῶν φύλαξ ... —
  10. ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλος,
  11. αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων.
ἰχνεύμων Αἰγύπτιος·
  1. τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων
  2. πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει,
  3. ἔπειτ’ ἀφανίζει. διότι δ’ ἔστ᾽ ἀμφίστομος,
  4. κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνων .. —
  5. οἶδ’ ἐγὼ ὃς νέος ὤν ἐστιν βαρύς, ἂν δὲ γέρων ᾖ,
  6. ἄπτερος ὢν κούφως πέταται καὶ γῆν ἀφανίζει.
πάππος ἀπ’ ἀκάνθης· οὗτος γὰρ
  1. νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι,
  2. ὅταν δ’ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν,
  3. δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος. —
  4. ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός,
  5. εἰς πόδας ἐκ κεφαλῆς τετρημένον ὀξὺ διαπρό,
  6. ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν’ ἕκαστον,
  7. ὧν οἳ μὲν μοίρας ἔλαχον βίου, οἳ δὲ πλανῶνται.
  8. αὐτὸ δ’ ἕκαστος ἔχων αὐτὸν, καλέω δὲ φυλάττειν.
ταῦτα δ’ ὅτι κληρωτικὸν σημαίνει ὑμεῖς διακρίνατε, ἵνα μὴ πάντα παρὰ τοῦ Εὐβούλου λαμβάνωμεν.