Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο

Plutarch

Plutarch. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Μετὰ Λέσβιον ᾠδόν: Λακεδαιμόνιοι στασιάσαντες μετεπέμψαντο κατὰ χρησμὸν τοῦ θεοῦ ἐκ Λέσβου Τέρπανδρον τὸν μουσικόν· ἐλθὼν δὲ ἐκεῖνος καὶ παρὰ τοὺς κώμους τῇ μουσικῇ χρώμενος, ἥρμοσεν αὐτῶν τὰς ψυχὰς, καὶ τὴν στάσιν ἔπαυσεν. εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον Λεκεδαιμόνιοι, ἐπεφώνουν, μετὰ Λέσβιον ᾠδόν.

Ὑπὲρ τὰ Καλλικράτους: Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος. εἴποτε οὖν ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ, ὑπερβολικῶς ἔλεγον, ὑπὲρ τοὺς Καλλικράτους. ἄλλοι δέ φασι, ** τῇ Ἀθηναίων πολιτείᾳ, Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι.

Ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν: ἐπὶ τῶν παριέντων τὰς πρώτας μαθήσεις καὶ ἁπτομένων τῶν τελευταίων.

Ἐπὶ σαυτῷ τὴν σελήνην καθέλκεις: αἱ τὴν σελήνην καθαιροῦσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν ποδῶν στερίσκεσθαι. ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων.

Ἐν ὅλμῳ ἐκοιμήθην: οἱ ἐν ὅλμῳ κοιμηθέντες ἐπιθειαστικώτατοί εἶσιν.

Χρυσὸς ὁ Κολοφώνιος: οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν ἐργάζεσθαι νομίζονται.

Κράδης ῥαγείσης: κράδη νῦν οὐχ ὁ σύκινος κλάδος, ἀλλ’ ἡ ἀγκυρὶς, ἀφ’ ἧς οἱ ὑποκριταὶ ἐν ταῖς τραγικαῖς σκηναῖς ἐξαρτῶνται, θεοῦ μιμούμενοι ἐπιφάνειαν, ζωστῆρσι καὶ ταινίαις κατειλημμένοι. ἐπὶ τῶν προςφανέντων αἰφνιδίως καὶ ἀσχημονούντων.

Εἶτ’ ἐφ’ ὕδωρ κακόν: ἐπὶ τῶν δυςκληρούντων. ἐν γὰρ τοῖς δικαστηρίοις τὸ φαυλότατον τῶν ἔργων ἦν ὕδωρ διαμετρεῖν τοῖς δικαζομένοις. ἐγίνετο δὲ οὗτος ἀπὸ κλήρου.

Ἠλιθιώτερος τοῦ Πραξίλλας Ἀδώνιδος: Πράξιλλα Σικυωνία μελοποιός· αὕτη τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰςάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τί κάλλιστον καταλιπὼν ἥκοι, ἀποκρίνασθαι, ἥλιον καὶ σελήνην καὶ σικύους καὶ μῆλα. ἠλιθίου γὰρ παραβάλλειν τῷ ἡλίῳ τοὺς σικύους.

Ἀμελὴς γωνία: χωρίον ἐστὶ περὶ τὴν Αιβύην καλούμενον Ἀμελὴς γωνία.

Ἀσπένδιος κιθαριστής: ἐπὶ τῶν φιλοχρημάτων. οἱ γὰρ Ἀσπένδιοι τῶν κιθαριστῶν οὐδεμίαν φορὰν ἔξω φέρουσι, πάσας δ’ ἐντὸς ὀργάνων. οὕτω καὶ ὁ φιλοχρήματος οὐδὲν τῶν πέλας ἕνεκα οἰκονομεῖ, ἕλκει δὲ ἐφ’ ἑαυτόν.