Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο

Plutarch

Plutarch. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἡράκλειος ψώρα: ἡ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν· ἡ γὰρ Ἀθηνᾶ τῷ Ἡρακλεῖ πολλαχοῦ ἀνῆκε θερμὰ λουτρά.

Οὐκ ἔστι δούλων πόλις: διὰ τὸ σπάνιον εἴρηται.

Βούνας δικάζει: ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων. Βούνας γὰρ Ἀθηναῖος

ἐγένετο· τούτῳ Ἠλεῖοι πρὸς Καλλιωναίους † διαφερόμενοι ἐπέτρεψαν δίκας νομίσαντες ἀναμένειν, ἕως ἂν ἀποφήναι· γνοὺς δὲ ὁ Βούνας τοῦτο ἀνεβάλλετο μέχρι τελευτῆς τὴν ἀπόφασιν.

Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν. οἱ Λοκροὶ· γὰρ ἀποροῦντες βοῶν πρὸς δημοτελῆ θυσίαν, σικύοις ὑποθέντες ξύλα μικρὰ καὶ σχηματίσαντες βοῦν, τούτῳ τὸ θεῖον ἐθεράπευσαν.

Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν διὰ τὴν ἀναισχυντίαν ὠφελουμένων.

Κάκιον Βάβυς αὐλεῖ: ἐπὶ τῶν κατὰ τὸ χεῖρον ἀσκούντων.

Ἄειδε τοὺς Τέλληνος: ὁ Τέλλης ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής.

Ὕδωρ παραῤῥέει: ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ προκείμενον. μετῆκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς καὶ εἰς ῥέοντα πλοῖα ἐμβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ.

Μιχθοφορῶν: αὕτη λέγεται ἐπὶ τῶν ἐρασμίων διδάσκαλος καὶ ὑπερηφάνων, ὥς φασι καὶ τὴν Σαπφὼ ἐρασθῆναι· μὴ φέρουσαν δὲ τὸ πάθος ῥῖψαι αὑτὴν κατὰ τῶν ἐν Λευκαδίᾳ πετρῶν.

Λιμοῦ πεδίον: ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων. τόπος γάρ ἐστιν οὕτω καλούμενος Λιμοῦ πεδίον.

Πεύκης τρόπον: ἐπὶ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται.

Οὐκ εἰμὶ τούτων τῶν ἡρώων: ἐπὶ τῶν βουλομένων εὖ ποιεῖν. οἱ γὰρ ἥρωες κακοῦν ἕτοιμοι μᾶλλον ἢ ὠφελεῖν.

Βοῦθος περιφοιτᾷ: ἐπὶ τῶν ἀσυνέτων καὶ παχυφρόνων, ἀπό τινος Πυθιονίκου Βούθου καλουμένου.

Λιμοδωριεῖς: σιτοδείας ποτὲ γενομένης ἐν Πελοποννήσῳ ἐφόδια τινὲς λαβόντες ἀπῆραν· πλανωμένους δὲ αὐτοὺς ἀπεδέξατο ἡ ἐν Ῥόδῳ Τρίπολις· ἐκλήθησαν δὲ διὰ τοῦτο Λιμοδωριεῖς.

Μερὶς οὐ πνίγει: φασὶ περὶ τὴν Ἑλλάδα μὴ εἶναι σύνηθες τοῖς ἀρχαίοις διανέμειν μερίδας· διὰ δὲ προφάσεις τινὰς ἐνδεεστέρων γενομένων τῶν ἐδωδίμων, κρατῆσαι τὸ ἔθος τῶν μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι.

Ἡράκλειος νόσος: τὴν ἱερὰν νόσον Ἡράκλειον ὠνόμαζον· εἰς ταύτην γὰρ ἐκ μακρῶν πόνων ἐμπεσεῖν Ἡρακλέα.

Τάδε Μῆδος οὐ φυλάξει: μελλούσης γενέσθαι τῆς Ξέρξου στρατείας, οἱ Ἕλληνες ἀπογνόντες τὴν σωτηρίαν, τὰς οὐσίας αὑτῶν ἀνήλισκον, ἐπιλέγοντες· Τά δε Μῆδος οὐ φυλάξει.

Ἐκκεκόφθ’ ἡ μουσική: τῶν παλαιῶν ἐν τοῖς συμποσίοις φιλολόγῳ ζητήσει χρωμένων, οἱ ὕστερον τὰς μουσουργοὺς καὶ κιθαριστρίας καὶ ὀρχηστρίας

ἐπειςήγαγον, ὅθεν τὴν καινοτομίαν τινὲς αἰτιώμενοι τῇ παροιμίᾳ ἐχρῶντο.

Λευκὴ στάθμη: αὕτη κατ’ ἔλλειψιν εἴρηται ἐπὶ τῶν μὴ ἀκριβῶς τι διακρινόντων. ἐν γὰρ λευκῷ λίθῳ λευκὴ στάθμη λέγεται· ἥκιστα γὰρ διὰ τὸ ὁμοειδὲς σαφής ἐστιν.

Μωρύχου Διονύσου: καὶ, Μωρότερος εἶ Διονύσου, ὃς τἄνδον ἀφεὶς, ἔξω τῆς οἰκίας κάθηται: ἐπὶ τῶν εὔηθές τι διαπεπραγμένων. Μώρυχος δὲ ὁ Διόνυσος κατ’ ἐπίθετον ἀπὸ τοῦ τὸ πρόςωπον αὐτοῦ μολύνεσθαι, ἐπειδὰν τρυγῶσι, τῷ ἀπὸ τῶν βοτρύων γλεύκει καὶ τοῖς χλωροῖς σύκοις. μωρύξαι δὲ τὸ μολῦναι· καταγνωσθῆναι δὲ αὐτοῦ εὐήθειαν, παρόσον ἔξω τοῦ νεοῦ τὸ ἄγαλμα αὐτοῦ ἐστὶ παρὰ τῇ εἰςόδῳ ἐν ὑπαίδρῳ.